Ἐζεκίας δʼ ὁ βασιλεὺς παραδόξως ἀπαλλαγεὶς τῶν φόβων χαριστηρίους σὺν ἅπαντι τῷ λαῷ θυσίας ἐπετέλεσε τῷ θεῷ, μηδεμιᾶς ἄλλης αἰτίας τῶν πολεμίων τοὺς μὲν διαφθειράσης τοὺς δὲ φόβῳ τῆς ὁμοίας τελευτῆς ἀπαλλαξάσης ἀπὸ τῶν Ἱεροσολυμιτῶν ἢ τῆς συμμαχίας τῆς ἀπὸ τοῦ θεοῦ.πάσῃ δὲ χρησάμενος σπουδῇ καὶ φιλοτιμίᾳ περὶ τὸν θεὸν μετʼ οὐ πολὺ νόσῳ χαλεπῇ περιπεσὼν ἀπέγνωστο μὲν ὑπὸ τῶν ἰατρῶν, χρηστὸν δὲ περὶ αὑτοῦ οὐδὲν προσδοκῶν, οὐδὲ γὰρ οἱ φίλοι. τῇ δὲ νόσῳ προσετίθετο καὶ ἀθυμία δεινὴ ὑπὸ τοῦ βασιλέως αὐτοῦ τὴν ἀπαιδίαν λογιζομένου, καὶ ὅτι μέλλοι τελευτᾶν ἔρημον καταλιπὼν τὸν οἶκον καὶ τὴν ἀρχὴν γνησίας διαδοχῆς.κάμνων οὖν ὑπʼ αὐτῆς τῆς ἐννοίας μάλιστα καὶ ὀδυρόμενος ἱκέτευε τὸν θεὸν αὐτῷ ζωῆς ὀλίγον χρόνον προσεπιδοῦναι μέχρι τέκνων γονῆς, καὶ μὴ πρότερον ἢ πατὴρ γένηται τὴν ψυχὴν αὐτὸν ἐᾶσαι καταλιπεῖν.ἐλεήσας δὲ αὐτὸν ὁ θεὸς καὶ τῆς αἰτήσεως ἀποδεξάμενος, ὅτι μὴ διὰ τὸ μέλλειν στέρεσθαι τῶν ἐκ τῆς βασιλείας ἀγαθῶν ὠδύρετο τὴν ὑπονοηθεῖσαν τελευτὴν ἔτι τε χρόνον ζωῆς αὐτῷ δεηθείη παρασχεῖν, ἀλλὰ τοῦ παῖδας αὐτῷ γενέσθαι τοὺς ὑποδεξομένους τὴν ἡγεμονίαν ἐκείνου, πέμψας Ἡσαΐαν τὸν προφήτην ἐκέλευσε δηλοῦν αὐτῷ, ὅτι καὶ διαφεύξεται τὴν νόσον μετὰ τρίτην ἡμέραν καὶ βιώσεται μετʼ αὐτὴν ἔτη πεντεκαίδεκα καὶ παῖδες αὐτῷ γενήσονται.ταῦτα τοῦ προφήτου φήσαντος κατʼ ἐντολὴν τοῦ θεοῦ διὰ τὴν ὑπερβολὴν τῆς νόσου καὶ τὸ παράδοξον τῶν ἀπηγγελμένων ἀπιστῶν σημεῖόν τι καὶ τεράστιον ἠξίου ποιῆσαι τὸν Ἡσαΐαν, ἵνα αὐτῷ πιστεύσῃ λέγοντι ταῦτα ἥκοντι παρὰ τοῦ θεοῦ· τὰ γὰρ παράλογα καὶ μείζω τῆς ἐλπίδος τοῖς ὁμοίοις πιστοῦται πράγμασιν.ἐρωτήσαντος δʼ αὐτὸν τί βούλεται σημεῖον γενέσθαι, τὸν ἥλιον ἠξίωσεν, ἐπειδὴ σκιὰν ἐπὶ δέκα βαθμοὺς ἀποκλίνας ἤδη πεποίηκεν ἐν τῇ οἰκίᾳ, ἐπὶ τὸν αὐτὸν ἀναστρέψαι τόπον ποιήσας αὐτὴν πάλιν παρασχεῖν. τοῦ δὲ προφήτου τὸν θεὸν παρακαλέσαντος, ὥστε τὸ σημεῖον τοῦτʼ ἐπιδεῖξαι τῷ βασιλεῖ, ἰδὼν ὅπερ ἤθελεν εὐθὺς λυθεὶς τῆς νόσου ἄνεισιν εἰς τὸ ἱερὸν καὶ τῷ θεῷ προσκυνήσας εὐχὰς ἐποιήσατο.Ἐν τούτῳ δὲ τῷ χρόνῳ συνέβη τὴν τῶν Ἀσσυρίων ἀρχὴν ὑπὸ Μήδων καταλυθῆναι· δηλώσω δὲ περὶ τούτων ἐν ἑτέροις. ὁ δὲ τῶν Βαβυλωνίων βασιλεὺς Βαλάδας ὄνομα πέμψας πρὸς τὸν Ἐζεκίαν πρέσβεις δῶρα κομίζοντας σύμμαχόν τε αὐτὸν εἶναι παρεκάλει καὶ φίλον.ὁ δὲ τοὺς πρεσβευτὰς ἡδέως ἀποδεξάμενος ἑστιασάμενός τε καὶ τοὺς θησαυροὺς ἐπιδείξας αὐτοῖς καὶ τὴν τῶν ὅπλων παρασκευὴν καὶ τὴν ἄλλην πολυτέλειαν, ὅσην ἐν λίθοις εἶχε καὶ χρυσῷ, δῶρά τε δοὺς κομίζειν τῷ Βαλάδῳ πρὸς αὐτὸν ἀπέλυσεν.Ἡσαΐου δὲ τοῦ προφήτου πρὸς αὐτὸν ἀφικομένου καὶ πυνθανομένου πόθεν εἶεν οἱ παρόντες, ἐκ Βαβυλῶνος ἔλεγε παρὰ τοῦ θεοῦ ἐλθεῖν αὐτούς· ἐπιδεῖξαι δὲ πάντʼ αὐτοῖς, ὅπως ἰδόντες τὸν πλοῦτον καὶ τὴν δύναμιν ἐκ τούτου στοχαζόμενοι σημαίνειν ἔχωσι τῷ βασιλεῖ. ὁ δὲ προφήτης ὑποτυχών ἴσθι, φησίν, οὐ μετʼ ὀλίγον χρόνον εἰς Βαβυλῶνά σου τοῦτον μετατεθησόμενον τὸν πλοῦτον καὶ τοὺς ἐκγόνους εὐνουχισθησομένους καὶ ἀπολέσαντας τὸ ἄνδρας εἶναι τῷ Βαβυλωνίῳ δουλεύσοντας βασιλεῖ· ταῦτα γὰρ προλέγειν τὸν θεόν.ὁ δʼ Ἐζεκίας λυπηθεὶς ἐπὶ τοῖς εἰρημένοις ἔφη μὲν οὐκ ἂν βούλεσθαι τοιαύταις συμφοραῖς τὸ ἔθνος αὐτοῦ περιπεσεῖν, ἐπεὶ δʼ οὐκ εἶναι δυνατὸν τὰ τῷ θεῷ δεδογμένα μεταβαλεῖν, ηὔχετο μέχρι τῆς αὐτοῦ ζωῆς εἰρήνην ὑπάρξαι. μνημονεύει δὲ τοῦ τῶν Βαβυλωνίων βασιλέως Βαλαδᾶ Βηρωσός.ὢν δʼ οὗτος ὁ προφήτης θεῖος ὁμολογουμένως καὶ θαυμάσιος τὴν ἀλήθειαν, πεποιθὼς τῷ μηδὲν ὅλως ψευδὲς εἰπεῖν ἅπανθʼ ὅσα προεφήτευσεν ἐγγράψας βίβλοις κατέλιπεν ἐκ τοῦ τέλους γνωρισθησόμενα τοῖς αὖθις ἀνθρώποις. καὶ οὐχ οὗτος μόνος ὁ προφήτης, ἀλλὰ καὶ ἄλλοι δώδεκα τὸν ἀριθμὸν τὸ αὐτὸ ἐποίησαν, καὶ πᾶν εἴ τι φαῦλον γίνεται παρʼ ἡμῖν κατὰ τὴν ἐκείνων ἀποβαίνει προφητείαν. ἀλλὰ τούτων μὲν αὖθις ἐξαγγελοῦμεν ἕκαστον.Ἐπιβιοὺς δʼ ὃν προειρήκαμεν χρόνον ὁ βασιλεὺς Ἐζεκίας καὶ πάντα τοῦτον ἐν εἰρήνῃ διαγαγὼν τελευτᾷ πεντηκοστὸν μὲν καὶ τέταρτον ἔτος τῆς ζωῆς διανύσας, εἴκοσι δὲ βασιλεύσας καὶ ἐννέα.διαδεξάμενος δὲ τὴν βασιλείαν ὁ παῖς αὐτοῦ Μανασσῆς ἐκ μητρὸς μὲν Ἐχίβας τοὔνομα πολίτιδος γεγονώς, ἀπέρρηξεν ἑαυτὸν τῶν τοῦ πατρὸς ἐπιτηδευμάτων καὶ τὴν ἐναντίαν ἐτράπετο πᾶν εἶδος πονηρίας ἐπιδειξάμενος ἐν τῷ τρόπῳ καὶ μηδὲν ἀσεβὲς παραλιπών, ἀλλὰ μιμούμενος τὰς τῶν Ἰσραηλιτῶν παρανομίας, οἳ εἰς τὸν θεὸν ἁμαρτόντες ἀπώλοντο· μιᾶναι δὲ καὶ τὸν ναὸν ἐτόλμησε τοῦ θεοῦ καὶ τὴν πόλιν καὶ τὴν χώραν ἅπασαν.ἀπὸ γὰρ τῆς εἰς τὸν θεὸν καταφρονήσεως ὁρμώμενος πάντας τοὺς δικαίους τοὺς ἐν τοῖς Ἑβραίοις ἀπέκτεινεν, ἀλλʼ οὐδὲ τῶν προφητῶν ἔσχε φειδὼ καὶ τούτων δέ τινας καθʼ ἡμέραν ἀπέσφαζεν, ὥστε αἵματι ῥεῖσθαι τὰ Ἱεροσόλυμα.λαβὼν οὖν ὀργὴν ἐπὶ τούτοις ὁ θεὸς πέμπει προφήτας πρὸς τὸν βασιλέα καὶ τὸ πλῆθος, διʼ ὧν αὐτοῖς ἠπείλησε τὰς αὐτὰς συμφοράς, αἷς συνέβη περιπεσεῖν τοὺς ἀδελφοὺς αὐτῶν Ἰσραηλίτας εἰς αὐτὸν ἐξυβρίζοντας. οἱ δὲ τοῖς μὲν λόγοις οὐκ ἐπίστευον, παρʼ ὧν ἠδύναντο κερδῆσαι τὸ μηδενὸς πειραθῆναι κακοῦ, τοῖς δʼ ἔργοις ἔμαθον ἀληθῆ τὰ παρὰ τῶν προφητῶν.