τὸ μὲν οὖν ὄναρ, ὅπερ εἶδες, τοῦτʼ ἔστιν, ἡ δὲ κρίσις αὐτοῦ τοῦτον ἔχει τὸν τρόπον· ἡ μὲν χρυσῆ κεφαλὴ σέ τε ἐδήλου καὶ τοὺς πρὸ σοῦ βασιλέας Βαβυλωνίους ὄντας· αἱ δὲ χεῖρες καὶ οἱ ὦμοι σημαίνουσιν ὑπὸ δύο καταλυθήσεσθαι βασιλέων τὴν ἡγεμονίαν ὑμῶν·τὴν δὲ ἐκείνων ἕτερός τις ἀπὸ τῆς δύσεως καθαιρήσει χαλκὸν ἠμφιεσμένος, καὶ ταύτην ἄλλη παύσει τὴν ἰσχὺν ὁμοία σιδήρῳ καὶ κρατήσει δὲ εἰς ἅπαντα διὰ τὴν τοῦ σιδήρου φύσιν· εἶναι γὰρ αὐτὴν στερροτέραν τῆς τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ τοῦ χαλκοῦ.ἐδήλωσε δὲ καὶ περὶ τοῦ λίθου Δανίηλος τῷ βασιλεῖ, ἀλλʼ ἐμοὶ μὲν οὐκ ἔδοξε τοῦτο ἱστορεῖν τὰ παρελθόντα καὶ τὰ γεγενημένα συγγράφειν οὐ τὰ μέλλοντα ὀφείλοντι, εἰ δέ τις τῆς ἀκριβείας γλιχόμενος οὐ περιίσταται πολυπραγμονεῖν, ὡς καὶ περὶ τῶν ἀδήλων τί γενήσεται βούλεσθαι μαθεῖν, σπουδασάτω τὸ βιβλίον ἀναγνῶναι τὸ Δανιήλου· εὑρήσει δὲ τοῦτο ἐν τοῖς ἱεροῖς γράμμασιν.Ὁ δὲ βασιλεὺς Ναβουχοδονόσαρος ἀκηκοὼς ταῦτα καὶ ἐπιγνοὺς τὸ ὄναρ ἐξεπλάγη τὴν τοῦ Δανιήλου φύσιν καὶ πεσὼν ἐπὶ πρόσωπον, ᾧ τρόπῳ τὸν θεὸν προσκυνοῦσι, τούτῳ τὸν Δανίηλον ἠσπάζετο·καὶ θύειν δὲ ὡς θεῷ προσέταξεν, οὐ μὴν ἀλλὰ καὶ τὴν προσηγορίαν αὐτῷ τοῦ ἰδίου θεοῦ θέμενος ἁπάσης ἐπίτροπον τῆς βασιλείας ἐποίησε καὶ τοὺς συγγενεῖς αὐτοῦ, οὓς ὑπὸ φθόνου καὶ βασκανίας εἰς κίνδυνον ἐμπεσεῖν συνέβη τῷ βασιλεῖ προσκρούσαντας ἐξ αἰτίας τοιαύτης·ὁ βασιλεὺς κατασκευάσας χρύσεον ἀνδριάντα πηχῶν τὸ μὲν ὕψος ἑξήκοντα τὸ πλάτος δὲ ἕξ, στήσας αὐτὸν ἐν τῷ μεγάλῳ τῆς Βαβυλῶνος πεδίῳ καὶ μέλλων καθιεροῦν αὐτὸν συνεκάλεσεν ἐξ ἁπάσης ἧς ἦρχε γῆς τοὺς πρώτους πρῶτον αὐτοῖς προστάξας, ὅταν σημαινούσης ἀκούσωσι τῆς σάλπιγγος, τότε πεσόντας προσκυνεῖν τὸν ἀνδριάντα· τοὺς δὲ μὴ ποιήσαντας ἠπείλησεν εἰς τὴν τοῦ πυρὸς ἐμβληθῆναι κάμινον.πάντων οὖν μετὰ τὸ σημαινούσης ἐπακοῦσαι τῆς σάλπιγγος προσκυνούντων τὸν ἀνδριάντα τοὺς Δανιήλου συγγενεῖς οὐ ποιῆσαι τοῦτό φασι μὴ βουληθέντας παραβῆναι τοὺς πατρίους νόμους. καὶ οἱ μὲν ἐλεγχθέντες εὐθὺς εἰς τὸ πῦρ ἐμβληθέντες θείᾳ σώζονται προνοίᾳ καὶ παραδόξως διαφεύγουσι τὸν θάνατον.ἀλλὰ κατὰ λογισμὸν οἶμαι τῷ μηδὲν ἀδικήσαντας εἰς αὐτὸ βληθῆναι οὐχ ἥψατο, καίειν δʼ ἀσθενὲς ἦν ἔχον ἐν ἑαυτῷ τοὺς παῖδας τοῦ θεοῦ κρείττονα τὰ σώματα αὐτῶν ὥστε μὴ δαπανηθῆναι ὑπὸ τοῦ πυρὸς παρασκευάσαντος. τοῦτο συνέστησεν αὐτοὺς τῷ βασιλεῖ ὡς δικαίους καὶ θεοφιλεῖς, διὸ μετὰ ταῦτα πάσης ἀξιούμενοι παρʼ αὐτοῦ τιμῆς διετέλουν.Ὀλίγῳ δʼ ὕστερον χρόνῳ πάλιν ὁρᾷ κατὰ τοὺς ὕπνους ὁ βασιλεὺς ὄψιν ἑτέραν, ὡς ἐκπεσὼν τῆς ἀρχῆς μετὰ θηρίων ἕξει τὴν δίαιταν καὶ διαζήσας οὕτως ἐπὶ τῆς ἐρημίας ἔτεσιν ἑπτὰ αὖθις τὴν ἀρχὴν ἀπολήψεται. τοῦτο θεασάμενος τοὖναρ πάλιν τοὺς μάγους συγκαλέσας ἀνέκρινεν αὐτοὺς περὶ αὐτοῦ καὶ τί σημαίνοι λέγειν ἠξίου.τῶν μὲν οὖν ἄλλων οὐθεὶς ἠδυνήθη τὴν τοῦ ἐνυπνίου διάνοιαν εὑρεῖν οὐδʼ ἐμφανίσαι τῷ βασιλεῖ, Δανίηλος δὲ μόνος καὶ τοῦτʼ ἔκρινε καὶ καθὼς οὗτος αὐτῷ προεῖπεν ἀπέβη. διατρίψας γὰρ ἐπὶ τῆς ἐρημίας τὸν προειρημένον χρόνον οὐδενὸς τολμήσαντος ἐπιθέσθαι τοῖς πράγμασι παρὰ τὴν ἑπταετίαν, δεηθεὶς τοῦ θεοῦ τὴν βασιλείαν ἀπολαβεῖν πάλιν εἰς αὐτὴν ἐπανέρχεται.ἐγκαλέσῃ δέ μοι μηδεὶς οὕτως ἕκαστα τούτων ἀπαγγέλλοντι διὰ τῆς γραφῆς, ὡς ἐν τοῖς ἀρχαίοις εὑρίσκω βιβλίοις· καὶ γὰρ εὐθὺς ἐν ἀρχῇ τῆς ἱστορίας πρὸς τοὺς ἐπιζητήσοντάς τι περὶ τῶν πραγμάτων ἢ μεμψομένους ἠσφαλισάμην, μόνον τε μεταφράζειν τὰς Ἑβραίων βίβλους εἰπὼν εἰς τὴν Ἑλλάδα γλῶτταν καὶ ταῦτα δηλώσειν μήτε προστιθεὶς τοῖς πράγμασιν αὐτὸς ἰδίᾳ μήτʼ ἀφαιρῶν ὑπεισχημένος.Ὁ δὲ βασιλεὺς Ναβουχοδονόσορος ἔτη τρία καὶ τεσσαράκοντα βασιλεύσας τελευτᾷ τὸν βίον ἀνὴρ δραστήριος καὶ τῶν πρὸ αὐτοῦ βασιλέων εὐτυχέστερος γενόμενος. μέμνηται δʼ αὐτοῦ τῶν πράξεων καὶ Βηρωσὸς ἐν τῇ τρίτῃ τῶν Χαλδαϊκῶν ἱστοριῶν λέγων οὕτως·ἀκούσας δʼ ὁ πατὴρ αὐτοῦ Ναβουχοδονόσορος, ὅτι ὁ τεταγμένος σατράπης ἐν τῇ Αἰγύπτῳ καὶ τοῖς περὶ τὴν Συρίαν τὴν κοίλην καὶ τὴν Φοινίκην τόποις ἀποστάτης αὐτοῦ γέγονεν, οὐ δυνάμενος αὐτὸς κακοπαθεῖν συστήσας τῷ υἱῷ Ναβουχοδονοσόρῳ ὄντι ἐν ἡλικίᾳ μέρη τινὰ τῆς δυνάμεως ἐξέπεμψεν ἐπʼ αὐτόν.συμμίξας δὲ Ναβουχοδονόσορος τῷ ἀποστάτῃ καὶ παραταξάμενος αὐτοῦ τε ἐκράτησε καὶ τὴν χώραν ἐκ ταύτης τῆς ἀρχῆς ὑπὸ τὴν αὐτοῦ βασιλείαν ἐποιήσατο. τῷ τε πατρὶ αὐτοῦ Ναβουχοδονοσόρῳ συνέβη κατʼ αὐτὸν τὸν καιρὸν ἀρρωστήσαντι ἐν τῇ Βαβυλωνίων πόλει μεταλλάξαι τὸν βίον ἔτη βασιλεύσαντα εἴκοσι καὶ ἕν.αἰσθόμενος δὲ μετʼ οὐ πολὺν χρόνον τὴν τοῦ πατρὸς τελευτὴν Ναβουχοδονοσάρου καὶ καταστήσας τὰ κατὰ τὴν Αἴγυπτον πράγματα καὶ τὴν λοιπὴν χώραν καὶ τοὺς αἰχμαλώτους Ἰουδαίων τε καὶ Φοινίκων καὶ Σύρων καὶ τῶν κατʼ Αἴγυπτον ἐθνῶν συντάξας τισὶ τῶν φίλων μετὰ τῆς βαρυτάτης δυνάμεως καὶ τῆς λοιπῆς ὠφελείας ἀνακομίζειν εἰς τὴν Βαβυλωνίαν, αὐτὸς ὁρμήσας ὀλιγοστὸς διὰ τῆς ἐρήμου παραγίνεται εἰς Βαβυλῶνα.