ὡς δὲ οὐ μόνον οὐδὲν αὐτοὺς ἐλύπει τὴν τροφὴν ἐκείνην προσφερομένους, ἀλλὰ καὶ τῶν ἄλλων εὐτραφέστεροι τὰ σώματα καὶ μείζονες ἐγίνοντο, ὡς τοὺς μὲν ἐνδεεστέρους ὑπολαμβάνειν οἷς τὴν βασιλικὴν συνέβαινεν εἶναι χορηγίαν, τοὺς δὲ μετὰ τοῦ Δανιήλου δοκεῖν ἐν ἀφθονίᾳ καὶ τρυφῇ τῇ πάσῃ βιοῦν, ἔκτοτε μετʼ ἀδείας ὁ Ἀσχάνης ἃ μὲν ἀπὸ τοῦ δείπνου καθʼ ἡμέραν συνήθως ἔπεμπε τοῖς παισὶν ὁ βασιλεὺς αὐτὸς ἐλάμβανεν, ἐχορήγει δʼ αὐτοῖς τὰ προειρημένα.οἱ δὲ ὡς καὶ τῶν ψυχῶν αὐτοῖς διὰ τοῦτο καθαρῶν καὶ πρὸς τὴν παιδείαν ἀκραιφνῶν γεγενημένων καὶ τῶν σωμάτων πρὸς φιλοπονίαν εὐτονωτέρων, οὔτε γὰρ ἐκείνας ἐφείλκοντο καὶ βαρείας εἶχον ὑπὸ τροφῆς ποικίλης οὔτε ταῦτα μαλακώτερα διὰ τὴν αὐτὴν αἰτίαν, πᾶσαν ἑτοίμως ἐξέμαθον παιδείαν ἥτις ἦν παρὰ τοῖς Ἑβραίοις καὶ τοῖς Χαλδαίοις. μάλιστα δὲ Δανίηλος ἱκανῶς ἤδη σοφίας ἐμπείρως ἔχων περὶ κρίσεις ὀνείρων ἐσπουδάκει, καὶ τὸ θεῖον αὐτῷ φανερὸν ἐγίνετο.Μετὰ δʼ ἔτος δεύτερον τῆς Αἰγύπτου πορθήσεως ὁ βασιλεὺς Ναβουχοδονόσορος ὄναρ ἰδὼν θαυμαστόν, οὗ τὴν ἔκβασιν κατὰ τοὺς ὕπνους αὐτὸς αὐτῷ ἐδήλωσεν ὁ θεός, τούτου μὲν ἐπιλανθάνεται διαναστὰς ἐκ τῆς κοίτης, μεταπεμψάμενος δὲ τοὺς Χαλδαίους καὶ τοὺς μάγους καὶ τοὺς μάντεις, ὡς εἴη τι ὄναρ ἑωρακὼς ἔλεγεν αὐτοῖς, καὶ τὸ συμβεβηκὸς περὶ τὴν λήθην ὧν εἶδε μηνύων ἐκέλευεν αὐτοὺς λέγειν, ὅτι τε ἦν τὸ ὄναρ καὶ τί τὸ σημεῖον.τῶν δὲ ἀδύνατον εἶναι λεγόντων ἀνθρώποις τοῦτο εὑρεῖν, εἰ δὲ αὐτοῖς ἐκθοῖτο τὴν ὄψιν τοῦ ἐνυπνίου φράσειν τὸ σημεῖον ὑποσχομένων, θάνατον ἠπείλησεν αὐτοῖς, εἰ μὴ τὸ ὄναρ εἴποιεν, προσέταξε τε πάντας αὐτοὺς ἀναιρεθῆναι ποιῆσαι τὸ κελευσθὲν ὁμολογήσαντας μὴ δύνασθαι.Δανίηλος δʼ ἀκούσας, ὅτι προσέταξε πάντας τοὺς σοφοὺς ὁ βασιλεὺς ἀποθανεῖν, ἐν τούτοις δὲ καὶ αὐτὸν μετὰ τῶν συγγενῶν κινδυνεύειν, πρόσεισιν Ἀριόχῃ τῷ τὴν ἐπὶ τῶν σωματοφυλάκων τοῦ βασιλέως ἀρχὴν πεπιστευμένῳ.δεηθεὶς δὲ παρʼ αὐτοῦ τὴν αἰτίαν μαθεῖν, διʼ ἣν ὁ βασιλεὺς πάντας εἴη προστεταχὼς ἀναιρεθῆναι τοὺς σοφοὺς καὶ Χαλδαίους καὶ μάγους, καὶ μαθὼν τὸ περὶ τὸ ἐνύπνιον καὶ ὅτι κελευσθέντες ὑπὸ τοῦ βασιλέως τοῦτʼ αὐτῷ δηλοῦν ἐπιλελησμένῳ φήσαντες μὴ δύνασθαι παρώξυναν αὐτόν, παρεκάλεσε τὸν Ἀριόχην εἰσελθόντα πρὸς τὸν βασιλέα μίαν αἰτήσασθαι νύκτα τοῖς μάγοις καὶ ταύτῃ τὴν ἀναίρεσιν ἐπισχεῖν· ἐλπίζειν γὰρ διʼ αὐτῆς δεηθεὶς τοῦ θεοῦ γνώσεσθαι τὸ ἐνύπνιον.ὁ δὲ Ἀριόχης ταῦτʼ ἀπήγγειλε τῷ βασιλεῖ Δανίηλον ἀξιοῦν. καὶ ὁ μὲν κελεύει τὴν ἀναίρεσιν ἐπισχεῖν τῶν μάγων ἕως γνῷ τὴν ὑπόσχεσιν τὴν Δανιήλου· ὁ δὲ παῖς μετὰ τῶν συγγενῶν ὑποχωρήσας πρὸς ἑαυτὸν διʼ ὅλης ἱκετεύει τὸν θεὸν τῆς νυκτὸς γνωρίσαι καὶ τοὺς μάγους καὶ τοὺς Χαλδαίους, οἷς δεῖ καὶ αὐτοὺς συναπολέσθαι, ῥύσασθαι δὲ τῆς τοῦ βασιλέως ὀργῆς ἐμφανίσαντα τὴν ὄψιν αὐτῷ καὶ ποιήσαντα δήλην, ἧς ὁ βασιλεὺς ἐπελέληστο διὰ τῆς παρελθούσης νυκτὸς ἰδὼν κατὰ τοὺς ὕπνους.ὁ δὲ θεὸς ἅμα τούς τε κινδυνεύοντας ἐλεήσας καὶ τὸν Δανίηλον τῆς σοφίας ἀγασάμενος τό τε ὄναρ αὐτῷ γνώριμον ἐποίησε καὶ τὴν κρίσιν, ὡς ἂν καὶ τὸ σημαινόμενον ὁ βασιλεὺς παρʼ αὐτοῦ μάθοι.Δανίηλος δὲ γνοὺς παρὰ τοῦ θεοῦ ταῦτα περιχαρὴς ἀνίσταται καὶ τοῖς ἀδελφοῖς δηλώσας τοὺς μὲν ἀπεγνωκότας ἤδη τοῦ ζῆν καὶ πρὸς τῷ τεθνάναι τὴν διάνοιαν ἔχοντας εἰς εὐθυμίαν καὶ τὰς περὶ τοῦ βίου διήγειρεν ἐλπίδας,εὐχαριστήσας δὲ τῷ θεῷ μετʼ αὐτῶν ἔλεον λαβόντι τῆς ἡλικίας αὐτῶν γενομένης ἡμέρας παραγίνεται πρὸς Ἀριόχην καὶ ἄγειν αὐτὸν ἠξίου πρὸς τὸν βασιλέα· δηλῶσαι γὰρ αὐτῷ βούλεσθαι τὸ ἐνύπνιον, ὅ φησιν ἰδεῖν πρὸ τῆς παρελθούσης νυκτός.Εἰσελθὼν δὲ πρὸς τὸν βασιλέα Δανίηλος παρῃτεῖτο πρῶτον μὴ σοφώτερον αὐτὸν δόξαι τῶν ἄλλων Χαλδαίων καὶ μάγων, ὅτι μηδενὸς ἐκείνων τὸ ὄναρ εὑρεῖν δυνηθέντος αὐτὸς αὐτὸ μέλλοι λέγειν· οὐ γὰρ κατʼ ἐμπειρίαν οὐδʼ ὅτι τὴν διάνοιαν αὐτῶν μᾶλλον ἐκπεπόνηται τοῦτο γίνεται, ἀλλʼ ἐλεήσας ἡμᾶς ὁ θεὸς κινδυνεύοντας ἀποθανεῖν δεηθέντι περί τε τῆς ἐμῆς ψυχῆς καὶ τῶν ὁμοεθνῶν καὶ τὸ ὄναρ καὶ τὴν κρίσιν αὐτοῦ φανερὰν ἐποίησεν.οὐχ ἧττον γὰρ τῆς ἐφʼ ἡμῖν αὐτοῖς καταδικασθεῖσιν ὑπὸ σοῦ μὴ ζῆν λύπης περὶ τῆς σῆς αὐτοῦ δόξης ἐφρόντιζον ἀδίκως οὕτως ἄνδρας καὶ ταῦτα καλοὺς κἀγαθοὺς ἀποθανεῖν κελεύσαντος, οἷς οὐδὲν μὲν ἀνθρωπίνης σοφίας ἐχόμενον προσέταξας, ὃ δʼ ἦν θεοῦ τοῦτο ἀπῄτεις παρʼ αὐτῶν.σοὶ τοίνυν φροντίζοντι περὶ τοῦ τίς ἄρξει τοῦ κόσμου παντὸς μετὰ σέ, κοιμηθέντι βουλόμενος δηλῶσαι πάντας ὁ θεὸς τοὺς βασιλεύσοντας ὄναρ ἔδειξε τοιοῦτον·ἔδοξας ὁρᾶν ἀνδριάντα μέγαν ἑστῶτα, οὗ τὴν μὲν κεφαλὴν συνέβαινεν εἶναι χρυσῆν, τοὺς δὲ ὤμους καὶ τοὺς βραχίονας ἀργυροῦς, τὴν δὲ γαστέρα καὶ τοὺς μηροὺς χαλκέους, κνήμας δὲ καὶ πόδας σιδηροῦς.εἶτα λίθον ἐξ ὄρους ἀπορραγέντα ἐμπεσεῖν τῷ ἀνδριάντι καὶ τοῦτον καταβαλόντα συνθρύψαι καὶ μηδὲν αὐτοῦ μέρος ὁλόκληρον ἀφεῖναι, ὡς τὸν μὲν χρυσὸν καὶ τὸν ἄργυρον καὶ τὸν χαλκὸν καὶ τὸν σίδηρον ἀλεύρων λεπτότερον γενέσθαι, καὶ τὰ μὲν ἀνέμου πνεύσαντος σφοδροτέρου ὑπὸ τῆς βίας ἁρπαγέντα διασπαρῆναι, τὸν δὲ λίθον αὐξῆσαι τοσοῦτον, ὡς ἅπασαν δοκεῖν τὴν γῆν ὑπʼ αὐτοῦ πεπληρῶσθαι.