ἡγεμόνες δʼ ἦσαν ἐν αὐτοῖς Ἰωάδης υἱὸς Καρίου καὶ Σερέας καὶ Ἰωαζανίας καὶ ἕτεροι πρὸς τούτοις, ἐκ δὲ τοῦ βασιλικοῦ γένους ἦν τις Ἰσμάηλος πονηρὸς ἀνὴρ καὶ δολιώτατος, ὃς πολιορκουμένων τῶν Ἱεροσολύμων ἔφυγε πρὸς τὸν Ἀμμανιτῶν βασιλέα Βααλεὶμ καὶ συνδιήγαγεν αὐτῷ τὸν χρόνον ἐκεῖνον.τούτους τοίνυν γενομένους αὐτοῦ Γαδαλίας ἔπεισε μένειν αὐτίκα μηδὲν δεδιότας τοὺς Βαβυλωνίους· γεωργοῦντας γὰρ τὴν χώραν οὐδὲν πείσεσθαι δεινόν. ταῦτα ὀμνὺς αὐτοῖς διεβεβαιοῦτο καὶ προστάτην αὐτὸν ἔχειν λέγων, ὥστε εἴ τις ἐνοχλοίη τεύξεσθαι τῆς προθυμίας·καὶ συνεβούλευε κατοικεῖν εἰς ἣν ἕκαστος βούλεται πόλιν ἀποστέλλοντα μετὰ τῶν ἰδίων καὶ ἀνακτίζειν τὰ ἐδάφη καὶ κατοικεῖν· προεῖπέ τε παρασκευάζεσθαι αὐτοὺς ἕως ἔτι καιρός ἐστι σῖτον καὶ οἶνον καὶ ἔλαιον, ὅπως ἔχωσι διὰ τοῦ χειμῶνος τρέφεσθαι. ταῦτα διαλεχθεὶς πρὸς αὐτοὺς ἀπέλυσε διὰ τῆς χώρας εἰς ὃν ἕκαστος ἐβούλετο τόπον.Διαδραμούσης δὲ φήμης εἰς τὰ περὶ τὴν Ἰουδαίαν ἔθνη, ὅτι τοὺς ἀπὸ τῆς φυγῆς παρʼ αὐτὸν ἐλθόντας Γαδαλίας ἐδέξατο φιλανθρώπως καὶ τὴν γῆν αὐτοῖς γεωργοῦσι κατοικεῖν ἐφῆκεν, ἐφʼ ᾧ τελεῖν φόρον τῷ Βαβυλωνίῳ, συνέδραμον αὐτοὶ πρὸς τὸν Γαδαλίαν καὶ τὴν χώραν κατῴκησαν.κατανοήσαντες δὲ τὴν χώραν καὶ τὴν τοῦ Γαδαλίου χρηστότητα καὶ φιλανθρωπίαν Ἰωάννης καὶ οἱ μετʼ αὐτοῦ ἡγεμόνες ὑπερηγάπησαν αὐτὸν καὶ Βαάλιμον τὸν τῶν Ἀμμανιτῶν βασιλέα ἔλεγον πέμψαι Ἰσμάηλον ἀποκτενοῦντα αὐτὸν δόλῳ κρυφίως, ὅπως αὐτὸς ἄρχῃ τῶν Ἰσραηλιτῶν· εἶναι γὰρ αὐτὸν ἐκ τοῦ γένους τοῦ βασιλικοῦ.ῥύσεσθαί γε μὴν ἔλεγον αὐτὸν τῆς ἐπιβουλῆς, ἂν αὐτοῖς ἐφῇ κτεῖναι τὸν Ἰσμάηλον, ὡς οὐδενὸς γνωσομένου· δεδιέναι γὰρ ἔφασκον, μὴ φονευθεὶς αὐτὸς ὑπʼ ἐκείνου παντελὴς ἀπώλεια γένηται τῶν ὑπολελειμμένων τῆς τῶν Ἰσραηλιτῶν ἰσχύος.ὁ δʼ ἀπιστεῖν αὐτοῖς ὡμολόγει κατʼ ἀνδρὸς εὖ πεπονθότος ἐπιβουλὴν τοιαύτην ἐμφανίσασιν· οὐ γὰρ εἰκὸς εἶναι παρὰ τηλικαύτην ἐρημίαν ὧν ἔχρῃζε μὴ διαμαρτόντα οὕτως πονηρὸν εἰς τὸν εὐεργετήσαντα καὶ ἀνόσιον εὑρεθῆναι, ὡς τῷ μὲν τὸ ἀδίκημα τὸ μὴ ὑπʼ ἄλλων ἐπιβουλευόμενον σῶσαι, σπουδάζειν δὲ αὐτὸν αὐτόχειρα ζητεῖν αὐτοῦ γενέσθαι.οὐ μὴν ἀλλʼ εἰ ταῦτʼ ἀληθῆ δεῖ δοκεῖν, ἄμεινον ἔφασκεν ἀποθανεῖν αὐτὸν ὑπʼ ἐκείνου μᾶλλον, ἢ καταφυγόντα πρὸς αὐτὸν ἄνθρωπον καὶ πιστεύσαντα τὴν ἰδίαν σωτηρίαν καὶ παρακαταθέμενον αὐτῷ διαφθεῖραι.Καὶ ὁ μὲν Ἰωάννης καὶ οἱ σὺν αὐτῷ τῶν ἡγεμόνων μὴ δυνηθέντες πεῖσαι τὸν Γαδαλίαν ἀπῆλθον. χρόνου δὲ διελθόντος ἡμερῶν τριάκοντα παραγίνεται πρὸς Γαδαλίαν εἰς Μασφαθὰ πόλιν Ἰσμάηλος μετʼ ἀνδρῶν δέκα, οὓς λαμπρᾷ τραπέζῃ καὶ ξενίοις ὑποδεξάμενος εἰς μέθην προήχθη φιλοφρονούμενος τὸν Ἰσμάηλον καὶ τοὺς σὺν αὐτῷ.θεασάμενος δʼ αὐτὸν οὕτως ἔχοντα καὶ βεβαπτισμένον εἰς ἀναισθησίαν καὶ ὕπνον ὑπὸ τῆς μέθης ὁ Ἰσμάηλος ἀναπηδήσας μετὰ τῶν δέκα φίλων ἀποσφάττει τὸν Γαδαλίαν καὶ τοὺς κατακειμένους σὺν αὐτῷ ἐν τῷ συμποσίῳ. καὶ μετὰ τὴν τούτων ἀναίρεσιν ἐξελθὼν νυκτὸς ἅπαντας φονεύει τοὺς ἐν τῇ πόλει Ἰουδαίους καὶ τοὺς ὑπὸ τῶν Βαβυλωνίων καταλειφθέντας ἐν αὐτῇ τῶν στρατιωτῶν.τῇ δʼ ἐπιούσῃ μετὰ δώρων ἧκον πρὸς Γαδαλίαν τῶν ἀπὸ τῆς χώρας ὀγδοήκοντα μηδενὸς τὰ περὶ αὐτὸν ἐγνωκότος. ἰδὼν δὲ αὐτοὺς Ἰσμάηλος εἴσω τε αὐτοὺς καλεῖ ὡς πρὸς Γαδαλίαν, καὶ παρελθόντων ἀποκλείσας τὴν αὔλειον ἐφόνευσε καὶ τὰ σώματα αὐτῶν εἰς λάκκον τινὰ βαθύν, ὡς ἂν ἀφανῆ γένοιτο, κατεπόντισε.διεσώθησαν δὲ τῶν ὀγδοήκοντα τούτων ἀνδρῶν οἳ μὴ πρότερον ἀναιρεθῆναι παρεκάλεσαν πρὶν ἢ τὰ κεκρυμμένα ἐν τοῖς ἀγροῖς αὐτῷ παραδῶσιν ἔπιπλά τε καὶ ἐσθῆτα καὶ σῖτον. ταῦτʼ ἀκούσας ἐφείσατο τῶν ἀνδρῶν τούτων Ἰσμάηλος·τὸν δʼ ἐν τῇ Μασφάθῃ λαὸν σὺν γυναιξὶ καὶ νηπίοις ᾐχμαλώτισεν, ἐν οἷς καὶ τοῦ βασιλέως Σαχχίου θυγατέρας, ἃς Ναβουζαρδάνης ὁ τῶν Βαβυλωνίων στρατηγὸς παρὰ Γαδαλίᾳ καταλελοίπει. ταῦτα διαπραξάμενος ἀφικνεῖται πρὸς τὸν Ἀμμανιτῶν βασιλέα.Ἀκούσας δʼ ὁ Ἰωάννης καὶ οἱ σὺν αὐτῷ ἡγεμόνες τὰ ἐν τῇ Μασφαθῇ τὰ πεπραγμένα ὑπὸ Ἰσμαήλου καὶ τὸν Γαδαλίου θάνατον ἠγανάκτησαν, καὶ τοὺς ἰδίους ἕκαστος ὁπλίτας παραλαβὼν ὥρμησαν πολεμήσοντες τὸν Ἰσμάηλον καὶ καταλαμβάνουσιν αὐτὸν πρὸς τῇ πηγῇ ἐν Ἰβρῶνι.οἱ δὲ αἰχμαλωτισθέντες ὑπὸ Ἰσμαήλου τὸν Ἰωάννην ἰδόντες καὶ τοὺς ἡγεμόνας εὐθύμως διετέθησαν βοήθειαν αὑτοῖς ἥκειν ὑπολαμβάνοντες, καὶ καταλιπόντες τὸν αἰχμαλωτίσαντα πρὸς Ἰωάννην ἀνεχώρησαν. Ἰσμάηλος μὲν οὖν μετʼ ἀνδρῶν ὀκτὼ φεύγει πρὸς τὸν τῶν Ἀμμανιτῶν βασιλέα.ὁ δὲ Ἰωάννης παραλαβὼν οὓς ἀνέσωσεν ἐκ τῶν Ἰσμαήλου χειρῶν καὶ τοὺς εὐνούχους καὶ τὰς γυναῖκας καὶ τὰ νήπια εἴς τινα τόπον Μάνδρα λεγόμενον παραγίνεται. καὶ τὴν μὲν ἡμέραν ἐκείνην ἐπέμεινεν αὐτόθι, διεγνώκεισαν δʼ ἐκεῖθεν ἄραντες εἰς Αἴγυπτον ἐλθεῖν φοβούμενοι, μὴ κτείνωσιν αὐτοὺς οἱ Βαβυλώνιοι μείναντας ἐν τῇ χώρᾳ ὑπὲρ Γαδαλία τοῦ κατασταθέντος ὑπʼ αὐτῶν ἡγεμόνος ὀργισθέντες πεφονευμένου.Ὄντων δʼ ἐπὶ ταύτης τῆς βουλῆς προσίασιν Ἱερεμίᾳ τῷ προφήτῃ Ἰωάννης ὁ τοῦ Καρίου καὶ οἱ ἡγεμόνες οἱ σὺν αὐτῷ παρακαλοῦντες δεηθῆναι τοῦ θεοῦ, ὅπως ἀμηχανοῦσιν αὐτοῖς περὶ τοῦ τί χρὴ ποιεῖν τοῦτʼ αὐτοῖς ὑποδείξῃ, ὀμόσαντες ποιήσειν ὅ τι ἂν αὐτοῖς Ἱερεμίας εἴπῃ.