Παρῆν δʼ ἐντεῦθεν ἐπὶ Νεβρῶνα πόλιν ἐν Χαναναίοις κειμένην· ἐκεῖ δὲ Ἴσακος τὴν δίαιταν εἶχε· καὶ βραχέα μὲν ἀλλήλοις συνδιατρίβουσι· τὴν γὰρ Ῥεβέκκαν Ἰάκωβος οὐ κατέλαβε ζῶσαν. θνήσκει δὲ καὶ Ἴσακος οὐ μετὰ πολὺ τῆς ἀφίξεως τοῦ υἱοῦ καὶ ταφῆς ἔτυχεν ὑπὸ τῶν παίδων σὺν τῇ γυναικὶ ἐν Νεβρῶνι μνημείου προγονικοῦ ἐν αὐτῇ τυγχάνοντος αὐτοῖς.ἐγένετο δὲ Ἴσακος ἀνὴρ θεοφιλὴς καὶ προνοίας πολλῆς ἠξιωμένος ὑπʼ αὐτοῦ μετὰ Ἅβραμον τὸν πατέρα, πολυχρονιώτατος δέ· βιώσας γὰρ ἔτη πέντε καὶ ὀγδοήκοντα πρὸς τοῖς ἑκατὸν μετὰ ἀρετῆς οὕτως ἀπέθανεν.