τῇ δὲ τρίτῃ ἵστησι τὴν γῆν ἀναχέας περὶ αὐτὴν τὴν θάλασσαν· κατʼ αὐτὴν δὲ ταύτην τὴν ἡμέραν εὐθὺς φυτά τε καὶ σπέρματα γῆθεν ἀνέτειλε. τῇ τετάρτῃ δὲ διακοσμεῖ τὸν οὐρανὸν ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς ἄλλοις ἄστροις κινήσεις αὐτοῖς ἐπιστείλας καὶ δρόμους, οἷς ἂν αἱ τῶν ὡρῶν περιφοραὶ σημαίνοιντο.πέμπτῃ ἡμέρᾳ ζῷά τε κατʼ αὐτὴν νηκτὰ καὶ μετάρσια τὰ μὲν κατὰ βάθους τὰ δὲ διʼ ἀέρος ἀνῆκε συνδησάμενος αὐτὰ κοινωνίᾳ καὶ μίξει γονῆς ἕνεκα καὶ τοῦ συναύξεσθαι καὶ πλεονάζειν αὐτῶν τὴν φύσιν. τῇ δὲ ἕκτῃ ἡμέρᾳ δημιουργεῖ τὸ τῶν τετραπόδων γένος ἄρρεν τε καὶ θῆλυ ποιήσας· ἐν ταύτῃ δὲ καὶ τὸν ἄνθρωπον ἔπλασε.καὶ τὸν κόσμον ἓξ ταῖς πάσαις ἡμέραις Μωυσῆς καὶ πάντα τὰ ἐν αὐτῷ φησὶ γενέσθαι, τῇ δὲ ἑβδόμῃ ἀναπαύσασθαι καὶ λαβεῖν ἀπὸ τῶν ἔργων ἐκεχειρίαν, ὅθεν καὶ ἡμεῖς σχολὴν ἀπὸ τῶν πόνων κατὰ ταύτην ἄγομεν τὴν ἡμέραν προσαγορεύοντες αὐτὴν σάββατα· δηλοῖ δὲ ἀνάπαυσιν κατὰ τὴν Ἑβραίων διάλεκτον τοὔνομα.Καὶ δὴ καὶ φυσιολογεῖν Μωυσῆς μετὰ τὴν ἑβδόμην ἤρξατο περὶ τῆς τἀνθρώπου κατασκευῆς λέγων οὕτως· ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς λαβών, καὶ πνεῦμα ἐνῆκεν αὐτῷ καὶ ψυχήν. ὁ δʼ ἄνθρωπος οὗτος Ἄδαμος ἐκλήθη· σημαίνει δὲ τοῦτο κατὰ γλῶτταν τὴν Ἑβραίων πυρρόν, ἐπειδήπερ ἀπὸ τῆς πυρρᾶς γῆς φυραθείσης ἐγεγόνει· τοιαύτη γάρ ἐστιν ἡ παρθένος γῆ καὶ ἀληθινή.παρίστησι δὲ ὁ θεὸς τῷ Ἀδάμῳ κατὰ γένη τὰ ζῷα θῆλύ τε καὶ ἄρρεν ἀποδειξάμενος καὶ τούτοις ὀνόματα τίθησιν, οἷς ἔτι καὶ νῦν καλοῦνται. βλέπων δὲ τὸν Ἄδαμον οὐκ ἔχοντα κοινωνίαν πρὸς τὸ θῆλυ καὶ συνδιαίτησιν, οὐδὲ γὰρ ἦν, ξενιζόμενον δʼ ἐπὶ τοῖς ἄλλοις ζῴοις οὕτως ἔχουσι, μίαν αὐτοῦ κοιμωμένου πλευρὰν ἐξελὼν ἐξ αὐτῆς ἔπλασε γυναῖκα.καὶ ὁ Ἄδαμος προσαχθεῖσαν αὐτὴν ἐγνώρισεν ἐξ αὑτοῦ γενομένην. ἔσσα δὲ καθʼ Ἑβραίων διάλεκτον καλεῖται γυνή, τὸ δʼ ἐκείνης ὄνομα τῆς γυναικὸς Εὔα ἦν· σημαίνει δὲ τοῦτο πάντων μητέρα.Φησὶ δὲ τὸν θεὸν καὶ παράδεισον πρὸς τὴν ἀνατολὴν καταφυτεῦσαι παντοίῳ τεθηλότα φυτῷ· ἐν τούτοις δʼ εἶναι καὶ τῆς ζωῆς τὸ φυτὸν καὶ ἄλλο τὸ τῆς φρονήσεως, ᾗ διεγινώσκετο τί εἴη τὸ ἀγαθὸν καὶ τί τὸ κακόν.εἰς τοῦτον δὲ τὸν κῆπον εἰσαγαγόντα τόν τε Ἄδαμον καὶ τὴν γυναῖκα κελεῦσαι τῶν φυτῶν ἐπιμελεῖσθαι. ἄρδεται δʼ οὗτος ὁ κῆπος ὑπὸ ἑνὸς ποταμοῦ πᾶσαν ἐν κύκλῳ τὴν γῆν περιρρέοντος, ὃς εἰς τέσσαρα μέρη σχίζεται. καὶ Φεισὼν μέν, σημαίνει δὲ πληθὺν τοὔνομα, ἐπὶ τὴν Ἰνδικὴν φερόμενος ἐκδίδωσιν εἰς τὸ πέλαγος ὑφʼ Ἑλλήνων Γάγγης λεγόμενος,Εὐφράτης δὲ καὶ Τίγρις ἐπὶ τὴν Ἐρυθρὰν ἀπίασι θάλασσαν· καλεῖται δὲ ὁ μὲν Εὐφράτης Φοράς, σημαίνει δὲ ἤτοι σκεδασμὸν ἢ ἄνθος, Τίγρις δὲ Διγλάθ, ἐξ οὗ φράζεται τὸ μετὰ στενότητος ὀξύ· Γηὼν δὲ διὰ τῆς Αἰγύπτου ῥέων δηλοῖ τὸν ἀπὸ τῆς ἐναντίας ἀναδιδόμενον ἡμῖν, ὃν δὴ Νεῖλον Ἕλληνες προσαγορεύουσιν.Ὁ δὴ τοίνυν θεὸς τὸν Ἄδαμον καὶ τὴν γυναῖκα τῶν μὲν ἄλλων φυτῶν ἐκέλευε γεύεσθαι, τοῦ δὲ τῆς φρονήσεως ἀπέχεσθαι, προειπὼν ἁψαμένοις ἀπʼ αὐτοῦ ὄλεθρον γενησόμενον.ὁμοφωνούντων δὲ κατʼ ἐκεῖνο καιροῦ τῶν ζῴων ἁπάντων ὄφις συνδιαιτώμενος τῷ τε Ἀδάμῳ καὶ τῇ γυναικὶ φθονερῶς μὲν εἶχεν ἐφʼ οἷς αὐτοὺς εὐδαιμονήσειν ᾤετο πεπεισμένους τοῖς τοῦ θεοῦ παραγγέλμασιν,οἰόμενος δὲ συμφορᾷ περιπεσεῖσθαι παρακούσαντας ἀναπείθει κακοήθως τὴν γυναῖκα γεύσασθαι τοῦ φυτοῦ τῆς φρονήσεως ἐν αὐτῷ λέγων εἶναι τήν τε τἀγαθοῦ καὶ τοῦ κακοῦ διάγνωσιν, ἧς γενομένης αὐτοῖς μακάριον καὶ μηδὲν ἀπολείποντα τοῦ θείου διάξειν βίον.καὶ παρακρούεται μὲν οὕτω τὴν γυναῖκα τῆς ἐντολῆς τοῦ θεοῦ καταφρονῆσαι· γευσαμένη δὲ τοῦ φυτοῦ καὶ ἡσθεῖσα τῷ ἐδέσματι καὶ τὸν Ἄδαμον ἀνέπεισεν αὐτῷ χρήσασθαι.καὶ συνίεσάν τε αὑτῶν ἤδη γεγυμνωμένων καὶ τὴν αἰσχύνην ὕπαιθρον ἔχοντες σκέπην αὑτοῖς ἐπενόουν· τὸ γὰρ φυτὸν ὀξύτητος καὶ διανοίας ὑπῆρχε. φύλλοις οὖν ἑαυτοὺς συκῆς ἐσκέπασαν καὶ ταῦτα πρὸ τῆς αἰδοῦς προβαλόμενοι μᾶλλον ἐδόκουν εὐδαιμονεῖν ὡς ὧν πρότερον ἐσπάνιζον εὑρόντες.τοῦ θεοῦ δʼ εἰς τὸν κῆπον ἐλθόντος ὁ μὲν Ἄδαμος πρότερον εἰς ὁμιλίαν αὐτῷ φοιτῶν συνειδὼς αὑτῷ τὴν ἀδικίαν ὑπεχώρει, τὸν δὲ θεὸν ἐξένιζε τὸ πραττόμενον καὶ τὴν αἰτίαν ἐπυνθάνετο, διʼ ἣν πρότερον ἡδόμενος τῇ πρὸς αὐτὸν ὁμιλίᾳ νῦν φεύγει ταύτην καὶ περιίσταται.τοῦ δὲ μηδὲν φθεγγομένου διὰ τὸ συγγινώσκειν ἑαυτῷ παραβάντι τὴν τοῦ θεοῦ πρόσταξιν ἀλλʼ ἐμοὶ μέν, εἶπεν ὁ θεός, ἔγνωστο περὶ ὑμῶν, ὅπως βίον εὐδαίμονα καὶ κακοῦ παντὸς ἀπαθῆ βιώσετε μηδεμιᾷ ξαινόμενοι τὴν ψυχὴν φροντίδι, πάντων δʼ ὑμῖν αὐτομάτων ὅσα πρὸς ἀπόλαυσιν καὶ ἡδονὴν συντελεῖ κατὰ τὴν ἐμὴν ἀνιόντων πρόνοιαν χωρὶς ὑμετέρου πόνου καὶ ταλαιπωρίας, ὧν παρόντων γῆράς τε θᾶττον οὐκ ἂν ἐπέλθοι καὶ τὸ ζῆν ὑμῖν μακρὸν γένοιτο.νῦν δʼ εἰς ταύτην μου τὴν γνώμην ἐνύβρισας παρακούσας τῶν ἐμῶν ἐντολῶν· οὐ γὰρ ἐπʼ ἀρετῇ τὴν σιωπὴν ἄγεις, ἀλλʼ ἐπὶ συνειδότι πονηρῷ.Ἄδαμος δὲ παρῃτεῖτο τῆς ἁμαρτίας αὑτὸν καὶ παρεκάλει τὸν θεὸν μὴ χαλεπαίνειν αὐτῷ τὴν γυναῖκα τοῦ γεγονότος αἰτιώμενος καὶ λέγων ὑπʼ αὐτῆς ἐξαπατηθεὶς ἁμαρτεῖν, ἡ δʼ αὖ κατηγόρει τοῦ ὄφεως.