Ἰσάκῳ μὲν οὖν ἀκμάζειν συνέβαινε τὴν ἰσχὺν ὑπὸ μεγέθους πραγμάτων, Ἀβιμέλεχος δὲ κατʼ αὐτοῦ φύεσθαι νομίζων τὸν Ἴσακον, ὑπόπτου μὲν αὐτοῖς καὶ τῆς συνδιαιτήσεως γενομένης, ἐπʼ οὐ φανερᾷ δὲ ἔχθρᾳ τοῦ Ἰσάκου ὑπεκστάντος, δείσας μὴ τῆς προτέρας αὐτῷ φιλίας οὐδὲν ὄφελος γένηται πρὸς ἄμυναν ὧν ἔπαθεν Ἰσάκου τραπέντος φιλίαν ἄνωθεν ποιεῖται πρὸς αὐτὸν ἕνα τῶν στρατηγῶν Φίλοχον ἐπαγόμενος.πάντων δὲ τετυχηκὼς ὧν ἠξίου διὰ τὴν Ἰσάκου χρηστότητα ὀργῆς προσφάτου πρεσβυτέραν χάριν εἰς αὐτόν τε καὶ τὸν πατέρα γεγενημένην προτιμῶντος ἀπῆρεν εἰς τὴν ἑαυτοῦ.Τῶν δὲ Ἰσάκου παίδων Ἡσαῦς, περὶ ὃν μάλιστα ὁ πατὴρ ἐσπουδάκει, τεσσαράκοντα γεγονὼς ἔτη γαμεῖ Ἄδαν τὴν Ἥλωνος καὶ Ἀλιβάμην τὴν Εὐσεβεῶνος δυναστευόντων ἐν Χαναναίοις ἀνδρῶν θυγατέρας, ἑαυτὸν ποιήσας τῆς περὶ τὸν γάμον ἐξουσίας κύριον καὶ μηδὲ τῷ πατρὶ συμβουλευσάμενος·οὐδὲ γὰρ ἂν ἐπέτρεψεν Ἴσακος ἐπʼ αὐτῷ τῆς γνώμης γενομένης· οὐ γὰρ ἦν αὐτῷ διʼ ἡδονῆς συνάψασθαι συγγένειαν πρὸς τοὺς ἐπιχωρίους. οὐ βουλόμενος δὲ ἀπεχθὴς εἶναι τῷ παιδὶ κελεύων ἀφίστασθαι τῶν γυναικῶν σιγᾶν ἔκρινε.Γηραιὸς δὲ ὢν καὶ τὰς ὄψεις εἰς τὸ παντελὲς ἠφανισμένος προσκαλεσάμενος τὸν Ἡσαῦν καὶ τὸ γῆρας εἰπὼν ὡς καὶ δίχα τῆς πηρώσεως καὶτοῦ κατὰ τὰς ὄψεις πάθους ἐμποδὼν ἦν αὐτῷ θεραπεύειν τὸν θεὸν ἐκέλευσεν ἐξελθεῖν ἐπὶ κυνηγέσιον καὶ θηρασάμενον ὅσα ἂν αὐτῷ δυνατὸν γίνηται παρασκευάσαι δεῖπνον, ἵνα μετὰ τοῦτο ἱκετεύσῃ τὸν θεὸν σύμμαχον αὐτῷ καὶ συνεργὸν εἰς ἅπαντα παρεῖναι τὸν βίον, ἄδηλον μὲν εἶναι λέγων, ὁπότε καὶ τελευτήσειε, πρὸ δὲ τούτου παρασχεῖν αὐτῷ βούλεσθαι τὸν θεὸν ταῖς εὐχαῖς ταῖς ὑπὲρ αὐτοῦ παρακεκλημένον.Καὶ Ἡσαῦς μὲν ἐπὶ τὸ κυνηγέσιον ἐξώρμησεν· ἡ δὲ Ῥεβέκκα τὸν θεὸν εἰς τὴν εὔνοιαν ἀξιοῦσα τὴν Ἰακώβου παρακαλεῖν καὶ παρὰ τὴν Ἰσάκου γνώμην ἐκέλευσεν αὐτὸν ἐρίφους κατασφάξαντα δεῖπνον παρασκευάζειν. ὁ δὲ Ἰάκωβος ὑπηρέτει τῇ μητρὶ πάντα παρʼ αὐτῆς πεπυσμένος·ἐπεὶ δʼ εὐτρεπὲς ἦν τὸ δεῖπνον, ἐρίφου δέρματι τὸν βραχίονα περιβαλών, ἵνα πιστεύοιτο παρὰ τῷ πατρὶ διὰ τὴν δασύτητα Ἡσαῦς εἶναι, τὰ γὰρ ἄλλα πάντʼ ὢν ὅμοιος διὰ τὸ εἶναι δίδυμος τούτῳ μόνῳ διέφερε, καὶ φοβηθεὶς μὴ πρὶν γενέσθαι τὰς εὐχὰς εὑρεθεὶς κακουργῶν εἰς τοὐναντίον παροξύνῃ τὸν πατέρα ποιήσασθαι ταύτας, προσέφερε τῷ πατρὶ τὸ δεῖπνον.καὶ ὁ Ἴσακος ἐπαισθόμενος τῷ κατὰ τὴν φωνὴν ἰδίῳ προσκαλεῖται τὸν υἱόν· τοῦ δὲ τὸν βραχίονα προτείναντος, ᾧ τὴν αἰγέαν περιβέβλητο, ταύτης ἐπαφώμενος φωνεῖς μέν, εἶπεν, Ἰακώβῳ παραπλήσιον, κατὰ δὲ τὸ τῆς τριχὸς βάθος Ἡσαῦς εἶναί μοι δοκεῖς.καὶ μηδὲν ὑπολαβὼν κακοῦργον δειπνήσας τρέπεται πρὸς εὐχὰς καὶ παράκλησιν τοῦ θεοῦ δέσποτα, λέγων, παντὸς αἰῶνος καὶ δημιουργὲ τῆς ὅλης οὐσίας· σὺ γὰρ πατρὶ τῷ ἐμῷ μεγάλην ἰσχὺν προύθηκας ἀγαθῶν κἀμὲ τῶν παρόντων ἠξίωσας καὶ τοῖς ἐξ ἐμοῦ γενομένοις ὑπέσχου βοηθὸς εὐμενὴς καὶ δοτὴρ ἀεὶ τῶν κρειττόνων ἔσεσθαι·ταῦτʼ οὖν καὶ βεβαίωσον καὶ μὴ περιίδῃς με διὰ τὴν παροῦσαν ἀσθένειαν, διʼ ἣν καὶ μᾶλλόν σου δεόμενος τυγχάνω, καί μοι παῖδα τοῦτον εὐμενὴς σῶζε καὶ παντὸς ἀπαθῆ κακοῦ διαφύλαττε δοὺς αὐτῷ βίον εὐδαίμονα καὶ κτῆσιν ἀγαθῶν, ὅσων σοι δύναμις παρασχεῖν, ποιήσας δʼ αὐτὸν φοβερὸν μὲν ἐχθροῖς φίλοις δὲ τίμιον καὶ κεχαρισμένον.Καὶ ὁ μὲν νομίζων εἰς Ἡσαῦν ποιεῖσθαι τὰς εὐχὰς παρεκάλει τὸν θεόν· ἄρτι δὲ πέπαυτο τούτων καὶ παρῆν Ἡσαῦς ἀπὸ τῆς θήρας. καὶ τῆς διαμαρτίας Ἴσακος αἰσθόμενος ἡσυχίαν ἄγει, Ἡσαῦς δὲ ἠξίου τῶν ὁμοίων τἀδελφῷ παρὰ τοῦ πατρὸς τυγχάνειν·τοῦ δὲ πατρὸς ἀρνουμένου διὰ τὸ πάσας εἰς Ἰάκωβον τὰς εὐχὰς ἀνηλωκέναι πένθος ἦγεν ἐπὶ τῇ διαμαρτίᾳ. καὶ αὐτοῦ τοῖς δάκρυσιν ἀχθόμενος ὁ πατὴρ τὰ μὲν περὶ τὸ κυνηγέσιον καὶ δύναμιν σώματος ἐν ὅπλοις καὶ πᾶσιν ἔργοις εὐδοκιμήσειν αὐτὸν ἔφασκε καὶ καρπώσεσθαι τὴν ἐπʼ αὐτοῖς δόξαν διʼ αἰῶνος καὶ τὸ ἀπʼ αὐτοῦ γένος, δουλεύσειν δὲ τἀδελφῷ.Ἰάκωβον δὲ φοβούμενον τὸν ἀδελφὸν τιμωρίαν βουλόμενον λαβεῖν τῆς ἐπὶ ταῖς εὐχαῖς διαμαρτίας ἡ μήτηρ ῥύεται· πείθει γὰρ τὸν ἄνδρα Μεσοποταμίαν ἀγαγέσθαι τῷ Ἰακώβῳ γυναῖκα συγγενῆ.ἤδη γὰρ τὴν Ἰσμαήλου παῖδα Ἡσαῦς παρειλήφει πρὸς γάμον Βασεμάθην· οὐ γὰρ εὐνόουν τοῖς Χαναναίοις οἱ περὶ τὸν Ἴσακον, ὥστε ἐπὶ τοῖς πρότερον αὐτοῦ γάμοις δυσχερῶς διακειμένων εἰς τὸ ἐκείνοις κεχαρισμένον τὴν Βασεμάθην παρέλαβεν μάλιστα περὶ αὐτὴν σπουδάσας.Ἰάκωβος δὲ εἰς τὴν Μεσοποταμίαν στελλόμενος ὑπὸ τῆς μητρὸς κατὰ γάμον τῆς Λαβάνου θυγατρὸς τοῦ ἐκείνης ἀδελφοῦ, ἐπιτρέψαντος Ἰσάκου τὸν γάμον διὰ τὸ πείθεσθαι τοῖς βουλήμασι τῆς γυναικὸς διὰ τῆς Χαναναίας ἐπορεύετο καὶ διὰ τὸ πρὸς τοὺς ἐπιχωρίους μῖσος παρʼ οὐδένα μὲν ἠξίου κατάγεσθαι,ὑπαίθριος δὲ ηὐλίζετο τὴν κεφαλὴν λίθοις ὑπʼ αὐτοῦ συμφορουμένοις ἐπιτιθεὶς καὶ τοιαύτην κατὰ τοὺς ὕπνους ὄψιν ὁρᾷ παραστᾶσαν αὐτῷ· κλίμακα γῆθεν ἔδοξεν ἐφικνουμένην τοῦ οὐρανοῦ βλέπειν καὶ διʼ αὐτῆς ὄψεις κατιούσας σεμνότερον ἢ κατὰ ἀνθρώπου φύσιν ἐχούσας, καὶ τελευταῖον ὑπὲρ αὐτῆς τὸν θεὸν ἐναργῶς αὐτῷ φαινόμενον ὀνομαστί τε καλέσαι καὶ ποιήσασθαι τοιούτους λόγους.