ἡ δὲ οὐδὲ τούτων ἐφθόνησεν αὐτῷ βουλομένῳ μαθεῖν, ἀλλὰ καὶ τὸ γένος ἀπεσήμαινε καὶ Ῥεβέκκα μέν, φησίν, ἐγὼ καλοῦμαι, πατὴρ δέ μοι Βαθουῆλος ἦν· ἀλλʼ ὁ μὲν ἤδη τέθνηκε, Λάβανος δὲ ἀδελφός ἐστιν ἡμέτερος τοῦ τε οἴκου παντὸς σὺν τῇ μητρὶ προνοούμενος καὶ τῆς ἐμῆς παρθενίας ἐπιμελόμενος.τούτων ἀκροασάμενος ἔχαιρέ τε τοῖς γεγονόσι καὶ τοῖς εἰρημένοις τὸν θεὸν οὕτως ὁρῶν αὐτῷ τῆς ὁδοῦ σαφῶς συλλαμβάνοντα, καὶ προκομίσας ὁρμίσκον τε καί τινας κόσμους, οὓς εὐπρεπὲς φορεῖν παρθένοις, ἀνεδίδου τῇ κόρῃ τῆς ἐπὶ τῷ πιεῖν χάριτος ἀμοιβὴν εἶναι καὶ γέρας, δίκαιον λέγων τοιούτων αὐτὴν τυγχάνειν ἀγαθὴν παρὰ τὰς τοσαύτας παρθένους γενομένην.ἠξίου τε παρʼ αὐτοῖς καταχθῆναι τοῦ προσωτέρω χωρεῖν τῆς νυκτὸς αὐτὸν ἀφαιρουμένης, κόσμον τε φέρων γυναικεῖον πολυτελῆ πιστεύειν αὐτὸν οὐκ ἀσφαλεστέροις ἔφασκεν ἢ τούτοις, οἷς αὐτὸς ἐπειράθη. τεκμαίρεσθαι δὲ καὶ τὴν τῆς μητρὸς καὶ τἀδελφοῦ φιλανθρωπίαν αὐτῆς ἔλεγεν, ὡς οὐ δυσχερανοῦσιν, ἐκ τῆς περὶ αὐτὴν ἀρετῆς· οὐδὲ γὰρ ἔσεσθαι βαρὺς μισθόν τε τῆς φιλοξενίας τελέσας καὶ δαπάναις ἰδίαις χρησάμενος.ἡ δὲ περὶ μὲν τῆς τῶν γονέων φιλανθρωπίας αὐτῆς ὀρθῶς εἰκάζειν αὐτὸν εἶπεν, ἐπεμέμφετο δὲ ὡς μικρολόγους ὑπειληφότα· πάντων γὰρ ἀμισθὶ μεθέξειν. δηλώσασα μέντοι Λαβάνῳ πρότερον τἀδελφῷ συγχωροῦντος ἄξειν αὐτὸν ἔλεγεν.Ὡς οὖν τούτου γενομένου παρῆγε τὸν ξένον, τὰς μὲν καμήλους αὐτοῦ παραλαμβάνοντες οἱ Λαβάνου θεράποντες ἐτημέλουν, αὐτὸς δὲ δειπνήσων εἰσήγετο σὺν αὐτῷ καὶ μετὰ τὸ δεῖπνόν φησι πρός τε αὐτὸν καὶ τὴν μητέρα τῆς κόρης· Ἅβραμος Θέρρου μέν ἐστιν υἱός, συγγενὴς δʼ ὑμέτερος· Ναχώρης γὰρ ὁ τούτων, ὦ γύναι, τῶν παίδων πάππος ἀδελφὸς ἦν Ἁβράμου ὁμοπάτριός τε καὶ ὁμομήτριος.πέμπει τοίνυν οὗτος πρὸς ὑμᾶς ἀξιῶν τὴν κόρην ταύτην παιδὶ τῷ ἑαυτοῦ λαβεῖν πρὸς γάμον, ὃς γνήσιός ἐστιν αὐτῷ καὶ μόνος ἐπὶ τοῖς πᾶσι τεθραμμένος. ᾧ τῶν μὲν ἐκεῖ γυναικῶν δυνατὸν αὐτῷ τὴν εὐδαιμονεστάτην λαβεῖν οὐκ ἠξίωσεν ἀγαγέσθαι, τιμῶν δὲ τὸ γένος τὸν γάμον πολιτεύει τοῦτον.οὗ τὴν σπουδὴν καὶ τὴν προαίρεσιν μὴ ὑβρίσητε· κατὰ γὰρ θεοῦ βούλησιν τά τε ἄλλα μοι κατὰ τὴν ὁδὸν ἀπήντησε καὶ τὴν παῖδα καὶ τὸν ὑμέτερον οἶκον εὗρον. ἐπεὶ γὰρ πλησίον τῆς πόλεως ἐγενόμην, παρθένους ἰδὼν πολλὰς ἐπὶ τὸ φρέαρ παραγινομένας ηὐξάμην εἰς ταύτην ἐμπεσεῖν, ὃ δὴ γέγονε.γάμον οὖν ὑπὸ θείας μνηστευόμενον ἐπιφανείας καὶ ὑμεῖς κυρώσατε καὶ Ἅβραμον τὸν μετὰ τοσαύτης ἀπεσταλκότα σπουδῆς τῷ κατανεῦσαι τὴν κόρην τιμήσατε. οἱ δὲ, καλὰ γὰρ ἦν αὐτοῖς καὶ κεχαρισμένα, τήν τε γνώμην τοῦ θεοῦ συνῆκαν καὶ πέμπουσιν ἐφʼ οἷς ἠξίου τὴν θυγατέρα. γαμεῖ δὲ ταύτην ὁ Ἴσακος τῶν πραγμάτων εἰς αὐτὸν ἀφικομένων· οἱ γὰρ ἐκ τῆς Κατούρας εἰς τὰς ἀποικίας ἐξεληλύθεισαν.Τελευτᾷ δὲ καὶ Ἅβραμος μετʼ ὀλίγον, ἀνὴρ πᾶσαν ἀρετὴν ἄκρος καὶ τῆς περὶ αὐτὸν σπουδῆς ἀξίως ὑπὸ τοῦ θεοῦ τετιμημένος. ἐβίωσε δὲ τὸν πάντα χρόνον ἐτῶν ἑβδομηκονταπέντε πρὸς τοῖς ἑκατὸν καὶ θάπτεται ἐν Νεβρῶνι μετὰ τῆς γυναικὸς Σάρρας ὑπὸ τῶν παίδων Ἰσάκου καὶ Ἰσμαήλου.Ἰσάκῳ δὲ μετὰ τὴν Ἁβράμου τελευτὴν ἐκύει τὸ γύναιον, καὶ τῆς γαστρὸς ἐπὶ μεῖζον ὀγκουμένης ἀγωνιάσας ἀνήρετο τὸν θεόν. φράζει δʼ αὐτῷ διδύμους τέξεσθαι τὴν Ῥεβέκκαν καὶ φερώνυμα ἔσεσθαι τοῖς παισὶν ἔθνη, τοῦ δὲ μείζονος προτερήσειν τὸ δοκοῦν ἔλασσον εἶναι.τίκτεται δʼ αὐτῷ μετʼ ὀλίγον κατὰ πρόρρησιν τοῦ θεοῦ δίδυμα παιδία, ὧν τὸ μὲν πρεσβύτερον ἀπὸ κεφαλῆς ἐπὶ τοὺς πόδας περισσῶς ἦν δασύ, τὸ δὲ νεώτερον εἴχετο προϊόντος αὐτοῦ κατὰ πτέρναν. ἠγάπα δὲ ὁ μὲν πατὴρ τὸν πρεσβύτερον Ἠσαῦ λεγόμενον κατʼ ἐπωνυμίαν τῆς τριχώσεως· Ἑβραῖοι γὰρ τὸ ἤσαυρον τρίχωμα λέγουσιν· Ἰάκωβος δὲ ὁ νεώτερος τῇ μητρὶ προσφιλὴς ἦν.Λιμοῦ δὲ τὴν γῆν καταλαβόντος Ἴσακος, δόξαν αὐτῷ χωρεῖν εἰς Αἴγυπτον τῆς χώρας ἀγαθῆς ὑπαρχούσης, ἐπὶ Γεράρων ἀπῄει τοῦ θεοῦ κελεύσαντος. ὑποδέχεται δʼ αὐτὸν ὁ βασιλεὺς Ἀβιμέλεχος κατὰ ξενίαν καὶ φιλίαν τὴν Ἁβράμου καὶ πολλῇ πάνυ πρὸς αὐτὸν εὐνοίᾳ χρησάμενος κατʼ ἀρχὰς ἐπὶ ταύτης ὑπὸ φθόνου μεῖναι πρὸς τὸ πᾶν ἐκωλύθη.ὁρῶν γὰρ τὸν θεὸν τῷ Ἰσάκῳ συμπαρόντα καὶ τοσαύτῃ περὶ αὐτὸν σπουδῇ χρώμενον ἀπώσατο αὐτόν. ὁ δὲ τοιούτου πάλιν ἐκ μεταβολῆς τῆς ἀπὸ τοῦ βασκάνου πειραθεὶς Ἀβιμελέχου τότε μὲν ἀνεχώρησεν εἰς τὴν λεγομένην Φάραγγα χωρίον οὐ μακρὰν Γεράρων, ὀρύσσοντι δʼ αὐτῷ φρέαρ ποιμένες ἐπιπεσόντες εἰς μάχην ἐχώρησαν κωλύοντες τὸ ἔργον, καὶ μὴ βουληθέντος φιλονικεῖν ἔδοξαν κεκρατηκέναι.ὑποχωρήσας δὲ ὤρυσσεν ἕτερον, καὶ βιασαμένων ἄλλων τινῶν Ἀβιμελέχου ποιμένων καὶ τοῦτο καταλιπὼν ἀπεχώρησεν εὐγνώμονι λογισμῷ κτώμενος αὑτῷ τὴν ἄδειαν.εἶτα αὐτομάτου παρασχόντος αὐτῷ τὴν φρεωρυχίαν ἀνεπικώλυτον, Ῥοωβὼθ τὸ φρέαρ ὠνόμασεν· εὐρύχωρον ἀποσημαίνει τὸ ὄνομα. τῶν δὲ προτέρων τὸ μὲν Ἔσκον καλεῖται· μάχην ἄν τις αὐτὸ φήσειε· τὸ δʼ ἕτερον Σύαιναν· ἔχθραν ἀποσημαίνει τὸ ὄνομα.