κἂν ἐπράχθη τὸ ἔργον μὴ στάντος ἐμποδὼν τοῦ θεοῦ· βοᾷ γὰρ ὀνομαστὶ τὸν Ἅβραμον εἴργων τῆς τοῦ παιδὸς σφαγῆς. οὐ γὰρ ἐπιθυμήσας αἵματος ἀνθρωπίνου τὴν σφαγὴν αὐτῷ προστάξαι τοῦ παιδὸς ἔλεγεν, οὐδὲ οὗ πατέρα ἐποίησεν αὐτὸς ἀφελέσθαι τούτου βουλόμενος μετὰ τοιαύτης ἀσεβείας, ἀλλὰ δοκιμάσαι θέλων αὐτοῦ τὴν διάνοιαν, εἰ καὶ τοιαῦτα προστασσόμενος ὑπακούοι.μαθὼν δὲ αὐτοῦ τὸ πρόθυμον καὶ τὴν ὑπερβολὴν τῆς θρησκείας ἥδεσθαι μὲν οἷς αὐτῷ παρέσχεν, οὐχ ὑστερήσειν δὲ αὐτὸν ἀεὶ πάσης ἐπιμελείας καὶ τὸ γένος ἀξιοῦντα, ἔσεσθαί τε τὸν υἱὸν αὐτοῦ πολυχρονιώτατον καὶ βιώσαντα εὐδαιμόνως παισὶν ἀγαθοῖς καὶ γνησίοις παραδώσειν μεγάλην ἡγεμονίαν.προεδήλου τε τὸ γένος τὸ αὐτῶν εἰς ἔθνη πολλὰ καὶ πλοῦτον ἐπιδώσειν, καὶ μνήμην αἰώνιον αὐτῶν ἔσεσθαι τοῖς γενάρχαις, τήν τε Χαναναίαν ὅπλοις κατακτησαμένους ζηλωτοὺς ἔσεσθαι πᾶσιν ἀνθρώποις.ταῦτα ὁ θεὸς εἰπὼν κριὸν ἐκ τἀφανοῦς παρήγαγεν αὐτοῖς εἰς τὴν ἱερουργίαν. οἱ δὲ παρʼ ἐλπίδας αὐτοῦ κεκομισμένου καὶ τοιούτων ἀγαθῶν ἐπαγγελίας ἀκηκοότες ἠσπάζοντό τε ἀλλήλους καὶ θύσαντες ἀπενόστησαν πρὸς τὴν Σάρραν καὶ διῆγον εὐδαιμόνως ἐφʼ ἅπασιν οἷς ἐθελήσειαν τοῦ θεοῦ συλλαμβάνοντος αὐτοῖς.Καὶ Σάρρα μὲν οὐ πολὺ ὕστερον ἀποθνήσκει βιώσασα ἔτη ἑπτὰ καὶ εἴκοσι πρὸς τοῖς ἑκατόν. θάπτουσι δʼ αὐτὴν ἐν Νεβρῶνι συγχωρούντων μὲν τῶν Χαναναίων καὶ δημοσίᾳ χοῦν αὐτῆς τὸν τάφον, Ἁβράμου δὲ ὠνησαμένου τὸ χωρίον σίκλων τετρακοσίων παρʼ Ἐφραίμου τινὸς ἐκ τῆς Νεβρῶνος. καὶ τὰ μνημεῖα Ἅβραμός τε καὶ οἱ ἀπόγονοι αὐτοῦ ταύτῃ κατεσκευάσαντο.Γαμεῖ δʼ αὐτὸς Κατούραν ὕστερον, ἐξ ἧς αὐτῷ παῖδες ἓξ γίνονται πρός τε πόνους καρτεροὶ καὶ δεινοὶ συνιέναι, Ζεμβράνης Ἰαζάρης Μαδάνης Μαδιάνης Λουσούβακος Σοῦος. φύονται δὲ καὶ τούτοις παῖδες· καὶ Σούου μὲν Σαβακίνης γίνεται καὶ Δαδάνης, τούτου δὲ Λατούσιμος Ἄσσουρις Λούουρις· Μαδάνου δὲ Ἠφᾶς Ἑώφρην Ἄνωχος Ἐβιδᾶς Ἐλδᾶς.τούτοις ἅπασι τοῖς παισὶ καὶ τοῖς υἱωνοῖς Ἅβραμος ἀποικιῶν στόλους μηχανᾶται, καὶ τήν τε Τρωγλοδῦτιν καταλαμβάνουσι καὶ τῆς εὐδαίμονος Ἀραβίας ὅσον ἐπὶ τὴν Ἐρυθρὰν καθήκει θάλασσαν. λέγεται δέ, ὡς οὗτος ὁ Ἑώφρην στρατεύσας ἐπὶ τὴν Λιβύην κατέσχεν αὐτὴν καὶ οἱ υἱωνοὶ αὐτοῦ κατοικήσαντες ἐν αὐτῇ τὴν γῆν ἀπὸ τοῦ ἐκείνου ὀνόματος Ἀφρικὰ προσηγόρευσαν.μαρτυρεῖ δέ μου τῷ λόγῳ Ἀλέξανδρος ὁ πολυίστωρ λέγων οὕτως· Κλεόδημος δέ φησιν ὁ προφήτης ὁ καὶ Μάλχος ἱστορῶν τὰ περὶ Ἰουδαίων, καθὼς καὶ Μωυσῆς ἱστόρησεν ὁ νομοθέτης αὐτῶν, ὅτι ἐκ τῆς Κατούρας Ἁβράμῳ ἐγένοντο παῖδες ἱκανοί.λέγει δὲ αὐτῶν καὶ τὰ ὀνόματα ὀνομάζων τρεῖς Ἰαφέραν Σούρην Ἰαφράν. ἀπὸ Σούρου μὲν τὴν Ἀσσυρίαν κεκλῆσθαι, ἀπὸ δὲ τῶν δύο Ἰαφρᾶ τε καὶ Ἰαφέρου, πόλιν τε Ἐφρᾶν καὶ τὴν χώραν Ἀφρικὰ ὀνομασθῆναι. τούτους γὰρ Ἡρακλεῖ συστρατεῦσαι ἐπὶ Λιβύην καὶ Ἀνταῖον· γήμαντά τε τὴν Ἀφράνου θυγατέρα Ἡρακλέα γεννῆσαι υἱὸν ἐξ αὐτῆς Δίδωρον· τούτου δὲ γενέσθαι Σόφωνα, ἀφʼ οὗ τοὺς βαρβάρους Σόφακας λέγεσθαι.Ἰσάκῳ δὲ περὶ τεσσαρακοστὸν ἔτος γεγονότι γυναῖκα γνοὺς ἀγαγέσθαι ὁ πατὴρ Ἅβραμος Ῥεβέκκαν Ναχώρου παιδὸς θυγατέρα τἀδελφοῦ τὸν πρεσβύτατον πέμπει τῶν οἰκετῶν ἐπὶ τὴν μνηστείαν ἐνδησάμενος μεγάλαις πίστεσι.γίνονται δὲ αὗται τοῦτον τὸν τρόπον· ὑπὸ τοὺς μηροὺς ἀλλήλοις τὰς χεῖρας ἐπαγαγόντες ἔπειτα ἐπικαλοῦνται τὸν θεὸν μάρτυρα τῶν ἐσομένων. ἔπεμπε δὲ καὶ δῶρα τοῖς ἐκεῖ διὰ τὸ σπάνιον ἢ μηδʼ ὅλως ἐπιχωριάζειν ἐκτετιμημένα.οὗτος ἀπερχόμενος χρόνῳ διὰ τὸ εἶναι χαλεπὴν ὁδεύεσθαι τὴν Μεσοποταμίαν, χειμῶνι μὲν ὑπὸ πηλῶν βάθους, θέρους δʼ ὑπὸ ἀνυδρίας, ἔτι δὲ καὶ λῃστηρίων ὄντων ἐν αὐτῇ, ἃ διαφυγεῖν οὐκ ἐνῆν μὴ προνοοῦσι τούτου τοῖς ὁδεύουσιν, εἰς πόλιν ἀφικνεῖται Κάρραν καὶ γενόμενος ἐν τοῖς προαστείοις παρθένοις ἐντυγχάνει πλείοσιν ἐφʼ ὕδωρ βαδιζούσαις·εὔχεται μὲν οὖν τῷ θεῷ Ῥεβέκκαν, ἣν τῷ παιδὶ Ἅβραμος μνηστευσόμενον ἐξαπέστειλεν, εἰ κατὰ νοῦν τὸν αὐτοῦ μέλλει ὁ γάμος οὗτος συντελεῖσθαι, ἐν ἐκείναις εὑρεθῆναι γνωρισθῆναι τε αὐτὴν τῶν μὲν ἄλλων αἰτοῦντι ποτὸν ἀρνουμένων ἐκείνης δὲ αὐτῷ παρασχούσης.Καὶ ὁ μὲν ἐπὶ ταύτης ὢν τῆς διανοίας ἐπὶ τὸ φρέαρ παραγίνεται καὶ παρακαλεῖ τὰς παρθένους ποτὸν αὐτῷ παρασχεῖν· τῶν δʼ ἐκτρεπομένων ὡς χρῃζουσῶν οἴκαδε κομίζειν, ἀλλʼ οὐκ ἐκείνῳ παρασχεῖν, καὶ γὰρ οὐδʼ εὔληπτον εἶναι τὸ ὕδωρ, μία ἐξ ἁπασῶν ἐκείναις τε τῆς πρὸς τὸν ξένον ἐπιπλήττει δυσκολίας, τίνος ἄλλου κοινωνήσειν πρὸς ἀνθρώπους αὐτάς ποτε, αἳ μηδʼ ὕδατος μετέδοσαν λέγουσα, καὶ παρέχει αὐτῷ φιλοφρόνως.ὁ δὲ ἐν ἐλπίδι μὲν τῶν ὅλων γενόμενος, βουλόμενος δὲ τὴν ἀλήθειαν μαθεῖν, ἐπῄνει τε τῆς εὐγενείας αὐτὴν καὶ τῆς χρηστότητος, ὅτι καὶ μετʼ οἰκείου πόνου τοῖς δεομένοις ἐπαρκεῖν οὐκ ἔφυγεν, ἐπυνθάνετό τε τίνων εἴη γονέων καὶ κατεύχεται αὐτοῖς ὄνησιν τοιαύτης παιδὸς καί νυμφεύσειαν, φησίν, ὡς αὐτοῖς ἐστι κεχαρισμένον, εἰς οἶκον ἀνδρὸς ἀγαθοῦ παῖδας αὐτῷ τεξομένην γνησίους.