Τῶν γὰρ Αἰγυπτίων διαφόροις ἀρεσκομένων ἔθεσι καὶ τὰ παρʼ ἀλλήλοις ἐκφαυλιζόντων νόμιμα καὶ διὰ τοῦτο δυσμενῶς ἐχόντων πρὸς ἀλλήλους, συμβαλὼν αὐτῶν ἑκάστοις καὶ διαπτύων τοὺς λόγους οὓς ἐποιοῦντο περὶ τῶν ἰδίων κενοὺς καὶ μηδὲν ἔχοντας ἀληθὲς ἀπέφαινε.θαυμασθεὶς οὖν ὑπʼ αὐτῶν ἐν ταῖς συνουσίαις ὡς συνετώτατος καὶ δεινὸς ἀνὴρ οὐ νοῆσαι μόνον ἀλλὰ καὶ πεῖσαι λέγων περὶ ὧν ἐπιχειρήσειε διδάσκειν, τήν τε ἀριθμητικὴν αὐτοῖς χαρίζεται καὶ τὰ περὶ ἀστρονομίαν παραδίδωσι.πρὸ γὰρ τῆς Ἁβράμου παρουσίας Αἰγύπτιοι τούτων εἶχον ἀμαθῶς· ἐκ Χαλδαίων γὰρ ταῦτʼ ἐφοίτησεν εἰς Αἴγυπτον, ὅθεν ἦλθε καὶ εἰς τοὺς Ἕλληνας.Ὡς δʼ εἰς τὴν Χαναναίαν ἀφίκετο, μερίζεται πρὸς Λῶτον τὴν γῆν τῶν ποιμένων αὐτοῖς στασιαζόντων περὶ τῆς χώρας ἐν ᾗ νέμοιεν· τὴν ἐκλογὴν μέντοι καὶ τὴν αἵρεσιν ἐπιτρέπει τῷ Λώτῳ·λαβὼν δʼ αὐτὸς τὴν ὑπʼ ἐκείνου καταλελειμμένην ὑπώρειαν ᾤκει ἐν τῇ Ναβρῶ πόλει· παλαιοτέρα δέ ἐστιν ἔτεσιν ἑπτὰ πρὸ Τάνιδος τῆς Αἰγύπτου. Λῶτος δὲ τὴν πρὸς τὸ πεδίον κειμένην καὶ ποταμὸν Ἰορδάνην εἶχεν οὐκ ἄπωθεν τῆς Σοδομιτῶν πόλεως, ἣ τότε μὲν ἦν ἀγαθή, νῦν δὲ ἠφάνισται κατὰ βούλησιν θεοῦ. τὴν δὲ αἰτίαν κατὰ χώραν σημανῶ.Κατʼ ἐκεῖνον δὲ τὸν καιρὸν Ἀσσυρίων κρατούντων τῆς Ἀσίας Σοδομίταις ἤνθει τὰ πράγματα εἴς τε πλοῦτον αὐτῶν ἐπιδεδωκότων καὶ νεότητα πολλήν· βασιλεῖς δὲ αὐτοῖς πέντε διεῖπον τὴν χώραν, Βάλας Βαλαίας Συναβάνης καὶ Συμμόβορος ὅ τε Βαλήνων βασιλεύς· μοίρας δʼ ἦρχον ἕκαστος ἰδίας.ἐπὶ τούτους στρατεύσαντες Ἀσσύριοι καὶ μέρη τέσσαρα ποιήσαντες τῆς στρατιᾶς ἐπολιόρκουν αὐτούς· στρατηγὸς δʼ ἑκάστοις ἦν εἷς ἐπιτεταγμένος. γενομένης δὲ μάχης νικήσαντες οἱ Ἀσσύριοι φόρον ἐπιτάσσουσι τοῖς Σοδομιτῶν βασιλεῦσι.δώδεκα μὲν οὖν ἔτη δουλεύοντες καὶ τοὺς ἐπιταχθέντας αὐτοῖς φόρους τελοῦντες ὑπέμειναν, τῷ δὲ τρισκαιδεκάτῳ ἀπέστησαν, καὶ διαβαίνει στρατὸς Ἀσσυρίων ἐπʼ αὐτοὺς στρατηγούντων Ἀμαραψίδου Ἀριόχου Χοδολαμόρου Θαδάλου.οὗτοι τήν τε Συρίαν ἅπασαν διηρπάσαντο καὶ τοὺς τῶν Γιγάντων ἀπογόνους κατεστρέψαντο, γενόμενοι δὲ κατὰ τὰ Σόδομα στρατοπεδεύουσι κατὰ τὴν κοιλάδα τὴν λεγομένην φρέατα ἀσφάλτου· κατʼ ἐκεῖνον γὰρ τὸν καιρὸν φρέατα ἦν ἐν τῷ τόπῳ, νῦν μέντοι τῆς Σοδομιτῶν πόλεως ἀφανισθείσης ἡ κοιλὰς ἐκείνη λίμνη γέγονεν ἡ Ἀσφαλτῖτις λεγομένη.περὶ μὲν οὖν τῆς λίμνης ταύτης αὖθις μετʼ οὐ πολὺ δηλώσομεν, τῶν δὲ Σοδομιτῶν συμβαλόντων τοῖς Ἀσσυρίοις καὶ καρτερᾶς τῆς μάχης γενομένης, πολλοὶ μὲν αὐτῶν ἀπέθανον, οἱ λοιποὶ δὲ ᾐχμαλωτίσθησαν, σὺν οἷς καὶ Λῶτος ἤγετο τοῖς Σοδομίταις σύμμαχος ἐληλυθώς.Ἁβράμῳ δὲ ἀκούσαντι τὴν συμφορὰν αὐτῶν φόβος τε ἅμα περὶ Λώτου τοῦ συγγενοῦς εἰσῆλθε καὶ οἶκτος περὶ τῶν Σοδομιτῶν φίλων ὄντων καὶ γειτνιώντων.καὶ βοηθεῖν αὐτοῖς δοκιμάσας οὐκ ἀνέμεινεν, ἀλλʼ ἐπειχθεὶς καὶ κατὰ πέμπτην ἐπιπεσὼν νύκτα τοῖς Ἀσσυρίοις περὶ Δάνον, οὕτως γὰρ ἡ ἑτέρα τοῦ Ἰορδάνου προσαγορεύεται πηγή, καὶ φθάσας πρὶν ἐν ὅπλοις γενέσθαι τοὺς μὲν ἐν ταῖς κοίταις ὄντας ἀπέκτεινε μηδʼ ἐπίνοιαν τῆς συμφορᾶς ἔχοντας, οἱ δὲ μήπω πρὸς ὕπνον τετραμμένοι μάχεσθαι δʼ ὑπὸ μέθης ἀδύνατοι ἔφυγον.Ἅβραμος δὲ διώκων εἵπετο μέχρι καὶ δευτεραίους συνήλασεν αὐτοὺς εἰς Ὠβὰ τῆς Δαμασκηνῶν γῆς, ἐπιδείξας ὅτι τὸ νικᾶν οὐκ ἐν τῷ πλήθει καὶ τῇ πολυχειρίᾳ κεῖσθαι συμβέβηκεν, ἀλλὰ προθυμία τῶν μαχομένων καὶ τὸ γενναῖον κρατεῖ παντὸς ἀριθμοῦ, τριακοσίοις καὶ δεκαοκτὼ οἰκέταις αὐτοῦ καὶ τρισὶ φίλοις τοσούτου στρατοῦ περιγενόμενος. ὁπόσοι δὲ αὐτῶν καὶ διέφυγον ἀδόξως ἀνέστρεψαν.Ἅβραμος δὲ τοὺς τῶν Σοδομιτῶν σώσας αἰχμαλώτους, οἳ ληφθέντες ἔφθησαν ὑπὸ τῶν Ἀσσυρίων, καὶ τὸν συγγενῆ Λῶτον ἀνέζευξεν μετὰ εἰρήνης. ἀπήντησε δὲ αὐτῷ ὁ τῶν Σοδομιτῶν βασιλεὺς εἰς τόπον τινά, ὃν καλοῦσι πεδίον βασιλικόν.ἔνθα ὁ τῆς Σολυμᾶ ὑποδέχεται βασιλεὺς αὐτὸν Μελχισεδέκ· σημαίνει δὲ τοῦτο βασιλεὺς δίκαιος· καὶ ἦν δὲ τοιοῦτος ὁμολογουμένως, ὡς διὰ ταύτην αὐτὸν τὴν αἰτίαν καὶ ἱερέα γενέσθαι τοῦ θεοῦ· τὴν μέντοι Σολυμᾶ ὕστερον ἐκάλεσεν Ἱεροσόλυμα.ἐχορήγησε δὲ οὗτος ὁ Μελχισεδὲκ τῷ Ἁβράμου στρατῷ ξένια καὶ πολλὴν ἀφθονίαν τῶν ἐπιτηδείων παρέσχε καὶ παρὰ τὴν εὐωχίαν αὐτόν τε ἐπαινεῖν ἤρξατο καὶ τὸν θεὸν εὐλογεῖν ὑποχειρίους αὐτῷ ποιήσαντα τοὺς ἐχθρούς. Ἁβράμου δὲ διδόντος καὶ τὴν δεκάτην τῆς λείας αὐτῷ προσδέχεται τὴν δόσιν.ὁ δὲ τῶν Σοδομιτῶν βασιλεὺς τὴν μὲν λείαν ἔχειν Ἅβραμον παρεκάλει, τοὺς δʼ ἀνθρώπους ἀπολαβεῖν ἠξίου, οὓς παρὰ τῶν Ἀσσυρίων ἔσωσεν οἰκείους ὄντας. Ἅβραμος δὲ οὐκ ἔφη τοῦτο ποιήσειν, οὐδʼ ἂν ἄλλην ὠφέλειαν ἐκ τῆς λείας ἐκείνης εἰς αὐτὸν ἥξειν πλὴν ὅσα τροφὴ τοῖς οἰκέταις αὐτοῦ γένοιτο· μοῖραν μέντοι τινὰ τοῖς φίλοις αὐτοῦ παρέσχε τοῖς συστρατευομένοις. Ἔσχων δʼ ὁ πρῶτος ἐκαλεῖτο καὶ Ἔννηρος καὶ Μαμβρῆς.Ἐπαινέσας δὲ αὐτοῦ τὴν ἀρετὴν ὁ θεός, ἀλλʼ οὐκ ἀπολεῖς, φησί, μισθοὺς οὓς ἄξιόν ἐστίν σε ἐπὶ τοιαύταις εὐπραγίαις κομίζεσθαι. τοῦ δʼ ὑπολαβόντος καὶ τίς ἂν εἴη χάρις τούτων τῶν μισθῶν, οὐκ ὄντων οἳ διαδέξονται μετʼ αὐτόν, ἔτι γὰρ ἦν ἄπαις, ὁ θεὸς καὶ παῖδα αὐτῷ γενήσεσθαι καταγγέλλει καὶ πολλὴν ἐκείνου γενεάν, ὡς παραπλησίως αὐτῇ τοῖς ἄστροις ἔσεσθαι τὸν ἀριθμόν.