ἔστι δὲ καὶ ποταμὸς ἐν τῇ Μαύρων χώρᾳ τοῦτο ἔχων τὸ ὄνομα, ὅθεν καὶ τοὺς πλείστους τῶν Ἑλληνικῶν ἱστοριογράφων ἔστιν ἰδεῖν μεμνημένους τοῦ ποταμοῦ καὶ τῆς παρακειμένης αὐτῷ χώρας Φούτης λεγομένης. μετέβαλε δὲ ὃ νῦν αὐτῇ ἐστιν ὄνομα ἀπὸ τῶν Μεσράμου υἱῶν Λίβυος λεγομένου· μετʼ οὐ πολὺ δʼ ἐροῦμεν τὴν αἰτίαν, διʼ ἣν αὐτὴν καὶ Ἀφρικὴν προσαγορεύεσθαι συμβέβηκε.Χαναναῖος δὲ τέταρτος ὢν Χάμου παῖς τὴν νῦν Ἰουδαίαν καλουμένην οἰκίσας ἀπʼ αὐτοῦ Χαναναίαν προσηγόρευσεν. γίνονται δὲ παῖδες ἐξ αὐτῶν Χούσου μὲν ἕξ, ὧν Σάβας μὲν Σαβαίους, Εὐίλας δὲ Εὐιλαίους ἔκτισεν, οἳ νῦν Γαιτοῦλοι λέγονται, Σαβάθης δὲ Σαβαθηνούς, ὀνομάζονται δὲ Ἀστάβαροι παρʼ Ἕλλησιν·οἰκίζει δὲ καὶ Σαβάκτας Σαβακτηνούς· Ῥάμος δὲ Ῥαμαίους ᾤκισε καὶ δύο παῖδας ἔσχεν, ὧν Ἰουδάδας μὲν Ἰουδαδαίους Αἰθιοπικὸν ἔθνος τῶν ἑσπερίων οἰκίσας ἐπωνύμους αὐτῷ κατέλιπε, Σαβαίους δὲ Σαβαῖος· Ναβρώδης δὲ Χούσου υἱὸς ὑπομείνας παρὰ Βαβυλωνίοις ἐτυράννησεν, ὡς καὶ πρότερόν μοι δεδήλωται.τῶν δὲ Μεσραίου παίδων ὀκτὼ γενομένων οἱ πάντες τὴν ἀπὸ Γάζης ἕως Αἰγύπτου γῆν κατέσχον, μόνου δὲ Φυλιστίνου τὴν ἐπωνυμίαν ἡ χώρα διεφύλαξε· Παλαιστίνην γὰρ οἱ Ἕλληνες αὐτοῦ τὴν μοῖραν καλοῦσι.τῶν δὲ ἄλλων, Λουμαίου καὶ Ἀναμία καὶ Λαβίμου τοῦ μόνου κατοικήσαντος ἐν Λιβύῃ καὶ ὧδε τὴν χώραν ἀπʼ αὐτοῦ καλέσαντος, Νεδέμου τε καὶ Πεθρωσίμου καὶ Χεσλοίμου καὶ Χεφθώμου πέρα τῶν ὀνομάτων οὐδὲν ἴσμεν· ὁ γὰρ Αἰθιοπικὸς πόλεμος, περὶ οὗ δηλώσομεν ὕστερον, ἀναστάτους αὐτῶν τὰς πόλεις ἐποίησεν.ἐγένοντο δὲ καὶ Χαναναίου παῖδες, Σιδώνιος, ὃς καὶ πόλιν ἐπώνυμον ἔκτισεν ἐν τῇ Φοινίκῃ, Σιδὼν δʼ ὑφʼ Ἑλλήνων καλεῖται· Ἀμαθοῦς δὲ Ἀμάθουν κατῴκισεν, ἥτις ἔστι καὶ νῦν ὑπὸ μὲν τῶν ἐπιχωρίων Ἀμάθη καλουμένη, Μακεδόνες δʼ αὐτὴν Ἐπιφάνειαν ἀφʼ ἑνὸς τῶν ἐπιγόνων ἐπωνόμασαν· Ἀρουδαῖος δὲ Ἄραδον τὴν νῆσον ἔσχεν· Ἀρουκαῖος δὲ Ἄρκην τὴν ἐν τῷ Λιβάνῳ.τῶν δὲ ἄλλων ἑπτά, Εὐαίου Χετταίου Ἰεβουσαίου Ἀμορραίου Γεργεσαίου Σειναίου Σαμαραίου, πλὴν τῶν ὀνομάτων ἐν ταῖς ἱεραῖς βίβλοις οὐδὲν ἔχομεν· Ἑβραῖοι γὰρ αὐτῶν ἀνέστησαν τὰς πόλεις ἐκ τοιαύτης αἰτίας ἐν συμφορᾷ γενομένας·Νῶχος μετὰ τὴν ἐπομβρίαν τῆς γῆς κατασταθείσης εἰς τὴν αὐτῆς φύσιν ἐπʼ ἔργα χωρεῖ καὶ καταφυτεύσας αὐτὴν ἀμπέλοις, ἡνίκα τοῦ καρποῦ τελεσφορηθέντος καθʼ ὥραν ἐτρύγησε καὶ παρῆν εἰς χρῆσιν ὁ οἶνος, θύσας ἐν εὐωχίαις ἦν.μεθυσθεὶς δὲ εἰς ὕπνον καταφέρεται καὶ γεγυμνωμένος παρακόσμως ἔκειτο. θεασάμενος δὲ αὐτὸν ὁ νεώτατος τῶν παίδων τοῖς ἀδελφοῖς ἐπιγελῶν δείκνυσιν· οἱ δὲ περιστέλλουσι τὸν πατέρα.καὶ Νῶχος αἰσθόμενος τοῖς μὲν ἄλλοις παισὶν εὐδαιμονίαν εὔχεται, τῷ δὲ Χαμᾷ διὰ τὴν συγγένειαν αὐτῷ μὲν οὐ κατηράσατο, τοῖς δʼ ἐγγόνοις αὐτοῦ· καὶ τῶν ἄλλων διαπεφευγότων τὴν ἀρὰν τοὺς Χαναναίου παῖδας μέτεισιν ὁ θεός. καὶ περὶ μὲν τούτων ἐν τοῖς ἑξῆς ἐροῦμεν.Σημᾷ δὲ τῷ τρίτῳ τῶν Νώχου υἱῶν πέντε γίνονται παῖδες, οἳ τὴν μέχρι τοῦ κατʼ Ἰνδίαν ὠκεανοῦ κατοικοῦσιν Ἀσίαν ἀπʼ Εὐφράτου τὴν ἀρχὴν πεποιημένοι. Ἔλυμος μὲν γὰρ Ἐλυμαίους Περσῶν ὄντας ἀρχηγέτας κατέλιπεν· Ἀσσούρας δὲ Νίνον οἰκίζει πόλιν καὶ τοὺς ὑπηκόους Ἀσσυρίους ἐπωνόμασεν, οἳ μάλιστα εὐδαιμόνησαν·Ἀρφαξάδης δὲ τοὺς νῦν Χαλδαίους καλουμένους Ἀρφαξαδαίους ὠνόμασεν ἄρξας αὐτῶν· Ἀραμαίους δὲ Ἄραμος ἔσχεν, οὓς Ἕλληνες Σύρους προσαγορεύουσιν· οὓς δὲ Λυδοὺς νῦν καλοῦσι, Λούδους δὲ τότε, Λούδας ἔκτισε.τῶν δὲ Ἀράμου παίδων τεσσάρων ὄντων Οὔσης μὲν κτίζει τὴν Τραχωνῖτιν καὶ Δαμασκόν, μέση δʼ ἐστὶ τῆς Παλαιστίνης καὶ κοίλης Συρίας· Ἀρμενίαν δὲ Ὄτρος, καὶ Γεθέρης Βακτριανούς, Μήσας δὲ Μησαναίους, Σπασίνου Χάραξ ἐν τοῖς νῦν καλεῖται.Ἀρφαξάδου δὲ παῖς γίνεται Σάλης, τοῦ δὲ Ἕβερος, ἀφʼ οὗ τοὺς Ἰουδαίους Ἑβραίους ἀρχῆθεν ἐκάλουν· Ἕβερος δὲ Ἰούκταν καὶ Φάλεγον ἐγέννησεν· ἐκλήθη δὲ Φάλεγος, ἐπειδὴ κατὰ τὸν ἀποδασμὸν τῶν οἰκήσεων τίκτεται· φαλὲκ γὰρ τὸν μερισμὸν Ἑβραῖοι καλοῦσιν.Ἰούκτᾳ δὲ τῶν Ἑβέρου παίδων ἦσαν υἱοὶ Ἐλμόδαδος Σάλεφος Ἀζερμώθης Εἰράης Ἐδώραμος Οὐζάλης Δαήλης Ἤβαλος Ἀβιμάηλος Σάφας Ὀφίρης Εὐίλης Ἰόβηλος. οὗτοι ἀπὸ Κωφῆνος ποταμοῦ τῆς Ἰνδικῆς καὶ τῆς πρὸς αὐτῇ Σηρίας τινὰ κατοικοῦσι. ταῦτα μὲν περὶ τῶν Σημᾶ παίδων ἱστορήσθω.Ποιήσομαι δὲ περὶ Ἑβραίων τὸν λόγον· Φαλέγου γὰρ τοῦ Ἑβέρου γίνεται παῖς Ῥεούς· τούτου δὲ Σεροῦγος, ᾧ Ναχώρης υἱὸς τίκτεται· τούτου δὲ Θέρρος· πατὴρ δὲ οὗτος Ἁβράμου γίνεται, ὃς δέκατος μέν ἐστιν ἀπὸ Νώχου, δευτέρῳ δʼ ἔτει καὶ ἐνενηκοστῷ πρὸς ἐνακοσίοις μετὰ τὴν ἐπομβρίαν ἐγένετο.Θέρρος μὲν γὰρ ἑβδομηκοστῷ ποιεῖται τὸν Ἅβραμον· Ναχώρης δὲ Θέρρον εἰκοστὸν αὐτὸς ἔτος καὶ ἑκατοστὸν ἤδη γεγονὼς ἐγέννησε· Σερούγῳ δὲ Ναχώρης τίκτεται περὶ ἔτος δεύτερον καὶ τριακοστὸν καὶ ἑκατοστόν· Ῥοῦμος δὲ Σεροῦγον ἔτη τριάκοντα γεγονὼς πρὸς τοῖς ἑκατόν· ἐν δὲ τοῖς αὐτοῖς ἔτεσι καὶ Ῥοῦμον Φάλεγος ἔσχεν·Ἕβερος δὲ τετάρτῳ καὶ τριακοστῷ πρὸς τοῖς ἑκατὸν γεννᾷ Φάλεγον γεννηθεὶς αὐτὸς ὑπὸ Σέλου τριακοστὸν ἔτος ἔχοντος καὶ ἑκατοστόν, ὃν Ἀρφάξαδος ἐτέκνωσε κατὰ πέμπτον καὶ τριακοστὸν ἔτος πρὸς τοῖς ἑκατόν· Σημᾷ δὲ υἱὸς Ἀρφαξάδης ἦν μετὰ ἔτη δώδεκα τῆς ἐπομβρίας γενόμενος.