μυρία δʼ ἐστὶ τὰ δηλούμενα διὰ τῶν ἱερῶν γραμμάτων, ἅτε δὴ πεντακισχιλίων ἐτῶν ἱστορίας ἐν αὐτοῖς ἐμπεριειλημμένης, καὶ παντοῖαι μέν εἰσι παράλογοι περιπέτειαι, πολλαὶ δὲ τύχαι πολέμων καὶ στρατηγῶν ἀνδραγαθίαι καὶ πολιτευμάτων μεταβολαί.τὸ σύνολον δὲ μάλιστά τις ἂν ἐκ ταύτης μάθοι τῆς ἱστορίας ἐθελήσας αὐτὴν διελθεῖν, ὅτι τοῖς μὲν θεοῦ γνώμῃ κατακολουθοῦσι καὶ τὰ καλῶς νομοθετηθέντα μὴ τολμῶσι παραβαίνειν πάντα κατορθοῦται πέρα πίστεως καὶ γέρας εὐδαιμονία πρόκειται παρὰ θεοῦ· καθʼ ὅσον δʼ ἂν ἀποστῶσι τῆς τούτων ἀκριβοῦς ἐπιμελείας, ἄπορα μὲν γίνεται τὰ πόριμα, τρέπεται δὲ εἰς συμφορὰς ἀνηκέστους ὅ τι ποτʼ ἂν ὡς ἀγαθὸν δρᾶν σπουδάσωσιν,ἤδη τοίνυν τοὺς ἐντευξομένους τοῖς βιβλίοις παρακαλῶ τὴν γνώμην θεῷ προσανέχειν καὶ δοκιμάζειν τὸν ἡμέτερον νομοθέτην, εἰ τήν τε φύσιν ἀξίως αὐτοῦ κατενόησε καὶ τῇ δυνάμει πρεπούσας ἀεὶ τὰς πράξεις ἀνατέθεικε πάσης καθαρὸν τὸν περὶ αὐτοῦ φυλάξας λόγον τῆς παρʼ ἄλλοις ἀσχήμονος μυθολογίας·καίτοι γε ὅσον ἐπὶ μήκει χρόνου καὶ παλαιότητι πολλὴν εἶχεν ἄδειαν ψευδῶν πλασμάτων· γέγονε γὰρ πρὸ ἐτῶν δισχιλίων, ἐφʼ ὅσον πλῆθος αἰῶνος οὐδʼ αὐτῶν οἱ ποιηταὶ τὰς γενέσεις τῶν θεῶν, μήτι γε τὰς τῶν ἀνθρώπων πράξεις ἢ τοὺς νόμους ἀνενεγκεῖν ἐτόλμησαν.τὰ μὲν οὖν ἀκριβῆ τῶν ἐν ταῖς ἀναγραφαῖς προϊὼν ὁ λόγος κατὰ τὴν οἰκείαν τάξιν σημανεῖ· τοῦτο γὰρ διὰ ταύτης ποιήσειν τῆς πραγματείας ἐπηγγειλάμην οὐδὲν προσθεὶς οὐδʼ αὖ παραλιπών.Ἐπειδὴ δὲ πάντα σχεδὸν ἐκ τῆς τοῦ νομοθέτου σοφίας ἡμῖν ἀνήρτηται Μωυσέος, ἀνάγκη μοι βραχέα περὶ ἐκείνου προειπεῖν, ὅπως μή τινες τῶν ἀναγνωσομένων διαπορῶσι, πόθεν ἡμῖν ὁ λόγος περὶ νόμων καὶ πράξεων ἔχων τὴν ἀναγραφὴν ἐπὶ τοσοῦτον φυσιολογίας κεκοινώνηκεν.ἰστέον οὖν, ὅτι πάντων ἐκεῖνος ἀναγκαιότατον ἡγήσατο τῷ καὶ τὸν ἑαυτοῦ μέλλοντι βίον οἰκονομήσειν καλῶς καὶ τοῖς ἄλλοις νομοθετεῖν θεοῦ πρῶτον φύσιν κατανοῆσαι καὶ τῶν ἔργων τῶν ἐκείνου θεατὴν τῷ νῷ γενόμενον οὕτως παράδειγμα τὸ πάντων ἄριστον μιμεῖσθαι καθʼ ὅσον οἷόν τε καὶ πειρᾶσθαι κατακολουθεῖν.οὔτε γὰρ αὐτῷ ποτʼ ἂν γενέσθαι νοῦν ἀγαθὸν τῷ νομοθέτῃ ταύτης ἀπολειπομένῳ τῆς θέας, οὔτε τῶν γραφησομένων εἰς ἀρετῆς λόγον οὐδὲν ἀποβήσεσθαι τοῖς λαβοῦσιν, εἰ μὴ πρὸ παντὸς ἄλλου διδαχθεῖεν, ὅτι πάντων πατήρ τε καὶ δεσπότης ὁ θεὸς ὢν καὶ πάντα ἐπιβλέπων τοῖς μὲν ἑπομένοις αὐτῷ δίδωσιν εὐδαίμονα βίον, τοὺς ἔξω δὲ βαίνοντας ἀρετῆς μεγάλαις περιβάλλει συμφοραῖς.τοῦτο δὴ παιδεῦσαι βουληθεὶς Μωυσῆς τὸ παίδευμα τοὺς ἑαυτοῦ πολίτας τῆς τῶν νόμων θέσεως οὐκ ἀπὸ συμβολαίων καὶ τῶν πρὸς ἀλλήλους δικαίων ἤρξατο τοῖς ἄλλοις παραπλησίως, ἀλλʼ ἐπὶ τὸν θεὸν καὶ τὴν τοῦ κόσμου κατασκευὴν τὰς γνώμας αὐτῶν ἀναγαγὼν καὶ πείσας, ὅτι τῶν ἐπὶ γῆς ἔργων τοῦ θεοῦ κάλλιστόν ἐσμεν ἄνθρωποι, ὅτε πρὸς τὴν εὐσέβειαν ἔσχεν ὑπακούοντας, ῥᾳδίως ἤδη περὶ πάντων ἔπειθεν.οἱ μὲν γὰρ ἄλλοι νομοθέται τοῖς μύθοις ἐξακολουθήσαντες τῶν ἀνθρωπίνων ἁμαρτημάτων εἰς τοὺς θεοὺς τῷ λόγῳ τὴν αἰσχύνην μετέθεσαν καὶ πολλὴν ὑποτίμησιν τοῖς πονηροῖς ἔδωκαν·ὁ δʼ ἡμέτερος νομοθέτης ἀκραιφνῆ τὴν ἀρετὴν ἔχοντα τὸν θεὸν ἀποφήνας ᾠήθη δεῖν τοὺς ἀνθρώπους ἐκείνης πειρᾶσθαι μεταλαμβάνειν καὶ τοὺς μὴ ταῦτα φρονοῦντας μηδὲ μὴν πιστεύοντας ἀπαραιτήτως ἐκόλασε.πρὸς ταύτην οὖν τὴν ὑπόθεσιν ποιεῖσθαι τὴν ἐξέτασιν τοὺς ἀναγνωσομένους παρακαλῶ· φανεῖται γὰρ σκοπουμένοις οὕτως οὐδὲν οὔτʼ ἄλογον αὐτοῖς οὔτε πρὸς τὴν μεγαλειότητα τοῦ θεοῦ καὶ τὴν φιλανθρωπίαν ἀνάρμοστον· πάντα γὰρ τῇ τῶν ὅλων φύσει σύμφωνον ἔχει τὴν διάθεσιν, τὰ μὲν αἰνιττομένου τοῦ νομοθέτου δεξιῶς, τὰ δʼ ἀλληγοροῦντος μετὰ σεμνότητος, ὅσα δʼ ἐξ εὐθείας λέγεσθαι συνέφερε, ταῦτα ῥητῶς ἐμφανίζοντος.τοῖς μέντοι βουλομένοις καὶ τὰς αἰτίας ἑκάστου σκοπεῖν πολλὴ γένοιτʼ ἂν ἡ θεωρία καὶ λίαν φιλόσοφος, ἣν ἐγὼ νῦν μὲν ὑπερβάλλομαι, θεοῦ δὲ διδόντος ἡμῖν χρόνον πειράσομαι μετὰ ταύτην γράψαι τὴν πραγματείαν.τρέψομαι δὲ ἐπὶ τὴν ἀφήγησιν ἤδη τῶν πραγμάτων μνησθεὶς πρότερον ὧν περὶ τῆς τοῦ κόσμου κατασκευῆς εἶπε Μωυσῆς· ταῦτα δʼ ἐν ταῖς ἱεραῖς βίβλοις εὗρον ἀναγεγραμμένα. ἔχει δὲ οὕτως·Ἐν ἀρχῇ ἔκτισεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. ταύτης δʼ ὑπʼ ὄψιν οὐκ ἐρχομένης, ἀλλὰ βαθεῖ μὲν κρυπτομένης σκότει, πνεύματος δʼ αὐτὴν ἄνωθεν ἐπιθέοντος, γενέσθαι φῶς ἐκέλευσεν ὁ θεός.καὶ γενομένου τούτου κατανοήσας τὴν ὅλην ὕλην διεχώρισε τό τε φῶς καὶ τὸ σκότος καὶ τῷ μὲν ὄνομα ἔθετο νύκτα, τὸ δὲ ἡμέραν ἐκάλεσεν ἑσπέραν τε καὶ ὄρθρον τὴν ἀρχὴν τοῦ φωτὸς καὶ τὴν ἀνάπαυσιν προσαγορεύσας.καὶ αὕτη μὲν ἂν εἴη πρώτη ἡμέρα, Μωυσῆς δʼ αὐτὴν μίαν εἶπε· τὴν δὲ αἰτίαν ἱκανὸς μέν εἰμι ἀποδοῦναι καὶ νῦν, ἐπεὶ δʼ ὑπέσχημαι τὴν αἰτιολογίαν πάντων ἰδίᾳ συγγραψάμενος παραδώσειν, εἰς τότε καὶ τὴν περὶ αὐτῆς ἑρμηνείαν ἀναβάλλομαι.μετὰ δὴ τοῦτο τῇ δευτέρᾳ τῶν ἡμερῶν τὸν οὐρανὸν τοῖς ὅλοις ἐπιτίθησιν, ὅτʼ αὐτὸν ἀπὸ τῶν ἄλλων διακρίνας κατʼ αὐτὸν ἠξίωσε τετάχθαι, κρύσταλλόν τε περιπήξας αὐτῷ καὶ νότιον αὐτὸν καὶ ὑετώδη πρὸς τὴν ἀπὸ τῶν δρόσων ὠφέλειαν ἁρμοδίως τῇ γῇ μηχανησάμενος.