ἐν τούτῳ δὲ οἱ τῶν Θηβαίων σύμμαχοι κατέτρεχον διασκεδασθέντες χώραν τὴν Λακωνικὴν καὶ ἥρπαζον τὰ ἐξ αὐτῆς· τοῦτο Ἐπαμινώνδᾳ παρέστησεν ὀπίσω Θηβαίους ἐς Βοιωτίαν ἀπαγαγεῖν. καὶ ὡς προϊὼν τῷ στρατῷ κατὰ Λέχαιον ἐγίνετο καὶ διεξιέναι τῆς ὁδοῦ τὰ στενὰ καὶ δύσβατα ἔμελλεν, Ἰφικράτης ὁ Τιμοθέου πελταστὰς καὶ ἄλλην Ἀθηναίων ἔχων δύναμιν ἐπιχειρεῖ τοῖς Θηβαίοις.Ἐπαμινώνδας δὲ τοὺς ἐπιθεμένους τρέπεται καὶ πρὸς αὐτὸ ἀφικόμενος Ἀθηναίων τὸ ἄστυ, ὡς ἐπεξιέναι μαχουμένους τοὺς Ἀθηναίους ἐκώλυεν Ἰφικράτης, ὁ δὲ αὖθις ἐς τὰς Θήβας ἀπήλαυνε. καὶ δίκην μὲν ἔφυγεν ὑπὲρ θανάτου, διότι ἐβοιωτάρχησεν ἐξήκοντος ἤδη τοῦ χρόνου· λέγονται δὲ οἱ δικάζειν λαχόντες οὐδὲ ἀρχὴν περὶ αὐτοῦ θέσθαι τὴν ψῆφον.μετὰ δὲ ταῦτα ἐν Θεσσαλίᾳ δυναστεύων Ἀλέξανδρος Πελοπίδαν ἐλθόντα—ἀφίκετο δὲ ὡς παρὰ ἄνδρα ἰδίᾳ τε εὔνουν αὑτῷ καὶ Θηβαίων φίλον τῷ κοινῷ— παραγενόμενον δὴ τὸν Πελοπίδαν ὁ Ἀλέξανδρος δήσας εἶχεν ὑπὸ ἀπιστίας τε καὶ ὕβρεως· Θηβαῖοι δὲ ἐπεξιέναι παραυτίκα ἐπὶ τὸν Ἀλέξανδρον ὥρμηντο. ἡγεμόνας μὲν οὖν τῆς ἐξόδου Κλεομένην καὶ Ὕπατον ἐποιήσαντο βοιωταρχοῦντας ἐν τῷ τότε· Ἐπαμινώνδᾳ δὲ συνέβαινεν ἐν τοῖς στρατευομένοις τετάχθαι.γεγονυίας δὲ ἐκτὸς Πυλῶν οἱ τῆς δυνάμεως ἐπιτίθεταί σφισιν ἐν δυσχωρίαις λοχήσας ὁ Ἀλέξανδρος· ὡς δὲ ἐφαίνετο ἄπορα εἶναι τὰ τῆς σωτηρίας, οὕτω δὴ ὅ τε λοιπὸς στρατὸς ἡγεμόνα ποιοῦνται τὸν Ἐπαμινώνδαν καὶ οἱ Βοιωτάρχαι παραχωροῦσιν ἑκουσίως τῆς ἀρχῆς· Ἀλέξανδρος δὲ οὔτε ἔτι ἐθάρρει τὸν πόλεμον στρατηγοῦντα ὁρῶν τοῖς ἐναντίοις Ἐπαμινώνδαν καὶ ἑκὼν Πελοπίδαν ἀφίησιν.ἐν ὅσῳ δὲ ἀπῆν ὁ Ἐπαμινώνδας, Ὀρχομενίους Θηβαῖοι ποιοῦσιν ἀναστάτους ἐκ τῆς χώρας· συμφορὰν δὲ τὴν ἀνάστασιν τὴν Ὀρχομενίων ἐνόμιζεν ὁ Ἐπαμινώνδας καὶ οὔ ποτʼ ἂν ἐξεργασθῆναι τόλμημα τοιοῦτον αὐτοῦ γε παρόντος ἔφασκεν ὑπὸ Θηβαίων.ὡς δὲ βοιωταρχεῖν αὖθις ᾕρητο καὶ στρατῷ Βοιωτῶν ἀφίκετο αὖθις ἐς Πελοπόννησον, ἐκράτησε μὲν περὶ Λέχαιον Λακεδαιμονίους μάχῃ, σὺν δέ σφισιν Ἀχαιῶν Πελληνέας καὶ Ἀθηναίων οὓς Χαβρίας ἦγεν ἐξ Ἀθηνῶν. Θηβαίοις δὲ ἦν καθεστηκὸς τοὺς μὲν ἄλλους, ὁπόσους αἰχμαλώτους ἕλοιεν, ἀφιέναι χρημάτων, τοὺς δὲ ἐκ Βοιωτῶν φεύγοντας ζημιοῦν θανάτῳ· πόλισμα οὖν ἑλὼν Σικυωνίων Φοιβίαν, ἔνθα ἦσαν τὸ πολὺ οἱ Βοιώτιοι φυγάδες συνηγμένοι, ἀφίησι τοὺς ἐγκαταληφθέντας, ἄλλην σφίσιν ἣν ἔτυχε πατρίδα ἐπονομάζων ἑκάστῳ.ὡς δὲ ἀφίκετο πρὸς Μαντίνειαν τῇ στρατιᾷ, νικῶν καὶ τότε ὑπὸ ἀνδρὸς ἀπέθανεν Ἀθηναίου· καὶ Ἀθήνῃσιν ἐν ἱππέων μάχῃ τὸν Ἐπαμινώνδαν ὁ ἀνὴρ οὗτος γέγραπται φονεύων Γρύλος ὁ Ξενοφῶντος, Ξενοφῶντος δὴ τοῦ Κύρῳ ὁδοῦ μετασχόντος ἐπὶ βασιλέα Ἀρταξέρξην καὶ ὀπίσω τοῖς Ἕλλησιν ἐπὶ θάλασσαν ἡγησαμένου.τῷ δὲ ἀνδριάντι τοῦ Ἐπαμινώνδου καὶ ἐλεγεῖα ἔπεστιν ἄλλα τε ἐς αὐτὸν λέγοντα καὶ ὅτι Μεσσήνης γένοιτο οἰκιστὴς καὶ τοῖς Ἕλλησιν ὑπάρξειεν ἐλευθερία διʼ αὐτοῦ. καὶ οὕτως ἔχει τὰ ἐλεγεῖα· ἡμετέραις βουλαῖς Σπάρτη μὲν ἐκείρατο δόξαν, Μεσσήνη δʼ ἱερὴ τέκνα χρόνῳ δέχεται· Θήβης δʼ ὅπλοισιν Μεγάλη πόλις ἐστεφάνωται, αὐτόνομος δʼ Ἑλλὰς πᾶσʼ ἐν ἐλευθερίῃ. τούτῳ μὲν τοσαῦτα ἦν ἐς δόξαν·οὐ πόρρω δέ ἐστι ναὸς Ἄμμωνος, καὶ τὸ ἄγαλμα ἀνέθηκε μὲν Πίνδαρος, Καλάμιδος δέ ἐστιν ἔργον. ἀπέπεμψε δὲ ὁ Πίνδαρος καὶ Λιβύης ἐς Ἀμμωνίους τῷ Ἄμμωνι ὕμνον· οὗτος καὶ ἐς ἐμὲ ἦν ὁ ὕμνος ἐν τριγώνῳ στήλῃ παρὰ τὸν βωμόν, ὃν Πτολεμαῖος ὁ Λάγου τῷ Ἄμμωνι ἀνέθηκε. Θηβαίοις δὲ μετὰ τοῦ Ἄμμωνος τὸ ἱερὸν οἰωνοσκοπεῖόν τε Τειρεσίου καλούμενον καὶ πλησίον Τύχης ἐστὶν ἱερόν·φέρει μὲν δὴ Πλοῦτον παῖδα· ὡς δὲ Θηβαῖοι λέγουσι, χεῖρας μὲν τοῦ ἀγάλματος καὶ πρόσωπον Ξενοφῶν εἰργάσατο Ἀθηναῖος, Καλλιστόνικος δὲ τὰ λοιπὰ ἐπιχώριος. σοφὸν μὲν δὴ καὶ τούτοις τὸ βούλευμα, ἐσθεῖναι Πλοῦτον ἐς τὰς χεῖρας ἅτε μητρὶ ἢ τροφῷ τῇ Τύχῃ, σοφὸν δὲ οὐχ ἧσσον τὸ Κηφισοδότου· καὶ γὰρ οὗτος τῆς Εἰρήνης τὸ ἄγαλμα Ἀθηναίοις Πλοῦτον ἔχουσαν πεποίηκεν.Ἀφροδίτης δὲ Θηβαίοις ξόανά ἐστιν οὕτω δὴ ἀρχαῖα ὥστε καὶ ἀναθήματα Ἁρμονίας εἶναί φασιν αὐτά, ἐργασθῆναι δὲ αὐτὰ ἀπὸ τῶν ἀκροστολίων, ἃ ταῖς Κάδμου ναυσὶν ἦν ξύλου πεποιημένα. καλοῦσι δὲ Οὐρανίαν, τὴν δὲ αὐτῶν Πάνδημον καὶ Ἀποστροφίαν τὴν τρίτην· ἔθετο δὲ τῇ Ἀφροδίτῃ τὰς ἐπωνυμίας ἡ Ἁρμονία, τὴν μὲν Οὐρανίαν ἐπὶ ἔρωτι καθαρῷ καὶἀπηλλαγμένῳ πόθου σωμάτων, Πάνδημον δὲ ἐπὶ ταῖς μίξεσι, τρίτα δὲ Ἀποστροφίαν, ἵνα ἐπιθυμίας τε ἀνόμου καὶ ἔργων ἀνοσίων ἀποστρέφῃ τὸ γένος τῶν ἀνθρώπων· πολλὰ γὰρ τὰ μὲν ἐν βαρβάροις ἠπίστατο ἡ Ἁρμονία, τὰ δὲ καὶ παρʼ Ἕλλησιν ἤδη τετολμημένα, ὁποῖα καὶ ὕστερον ἐπὶ τῇ Ἀδώνιδος μητρὶ καὶ ἐς Φαίδραν τε τὴν Μίνω καὶ ἐς τὸν Θρᾷκα Τηρέα ᾄδεται.τὸ δὲ τῆς Δήμητρος ἱερὸν τῆς Θεσμοφόρου Κάδμου καὶ τῶν ἀπογόνων οἰκίαν ποτὲ εἶναι λέγουσι· Δήμητρος δὲ ἄγαλμα ὅσον ἐς στέρνα ἐστὶν ἐν τῷ φανερῷ. καὶ ἀσπίδες ἐνταῦθα ἀνάκεινται χαλκαῖ· Λακεδαιμονίων δέ, ὁπόσοι τῶν ἐν τέλει περὶ Λεῦκτρα ἐτελεύτησαν, φασὶν εἶναι.