Γαλατῶν δὲ τοῖς ἱππεύουσιν ἀγῶνος συνεστηκότος ὑπομένοντες τῆς τάξεως ὄπισθεν οἱ οἰκέται τοσάδε σφίσιν ἐγίνοντο χρήσιμοι· τῷ γὰρ ἱππεῖ συμβὰν ἢ τῷ ἵππῳ πεσεῖν, τὸν μὲν ἵππον παρεῖχεν ἀναβῆναι τῷ ἀνδρί, τελευτήσαντος δὲ τοῦ ἀνδρὸς ὁ δοῦλος ἀντὶ τοῦ δεσπότου τὸν ἵππον ἀνέβαινεν· εἰ δὲ ἀμφοτέρους ἐπιλάβοι τὸ χρεών, ἐνταῦθα ἕτοιμος ἦν ἱππεύς. λαμβανόντων δὲ τραύματα αὐτῶν, ὁ μὲν ὑπεξῆγε τῶν δούλων ἐς τὸ στρατόπεδον τὸν τραυματίαν, ὁ δὲ καθίστατο ἐς τὴν τάξιν ἀντὶ τοῦ ἀπελθόντος.ταῦτα ἐμοὶ δοκεῖν ἐνομίσθη τοῖς Γαλάταις ἐς μίμησιν τοῦ ἐν Πέρσαις ἀριθμοῦ τῶν μυρίων, οἳ ἐκαλοῦντο Ἀθάνατοι. διάφορα δὲ ἦν, ὅτι κατελέγοντο ἀντὶ τῶν ἀποθνησκόντων ὑπὸ μὲν Περσῶν τῆς μάχης ὕστερον, Γαλάταις δὲ ὑπʼ αὐτὴν τοῦ ἔργου τὴν ἀκμὴν ὁ ἀριθμὸς ἀπεπληροῦτο τῶν ἱππέων. τοῦτο ὠνόμαζον τὸ σύνταγμα τριμαρκισίαν τῇ ἐπιχωρίῳ φωνῇ· καὶ ἵππῳ τὸ ὄνομα ἴστω τις μάρκαν ὂν τὰ ὑπὸ τῶν Κελτῶν.παρασκευῇ μὲν τοσαύτῃ καὶ μετὰ διανοίας τοιαύτης ἐπὶ τὴν Ἑλλάδα ὁ Βρέννος ἤλαυνε· τοῖς δέ γε Ἕλλησι κατεπεπτώκει μὲν ἐς ἅπαν τὰ φρονήματα, τὸ δὲ ἰσχυρὸν τοῦ δείματος προῆγεν ἐς ἀνάγκην τῇ Ἑλλάδι ἀμύνειν. ἑώρων δὲ τὸν ἐν τῷ παρόντι ἀγῶνα οὐχ ὑπὲρ ἐλευθερίας γενησόμενον, καθὰ ἐπὶ τοῦ Μήδου ποτέ, οὐδὲ δοῦσιν ὕδωρ καὶ γῆν τὰ ἀπὸ τούτου σφίσιν ἄδειαν φέροντα· ἀλλὰ τά τε ἐς Μακεδόνας καὶ Θρᾷκας καὶ Παίονας τὰ ἐπὶ τῆς προτέρας καταδρομῆς τῶν Γαλατῶν ἔτι σφίσιν ἔκειτο ἐν μνήμῃ, καὶ τὰ ἐν τῷ παρόντι τὰ ἐς Θεσσαλοὺς παρανομήματα ἀπηγγέλλετο. ὡς οὖν ἀπολωλέναι δέον ἢ δʼ οὖν ἐπικρατεστέρους εἶναι, κατʼ ἄνδρα τε ἰδίᾳ καὶ αἱ πόλεις διέκειντο ἐν κοινῷ.πάρεστι δέ, ὅστις ἐθέλοι καὶ ἀνταριθμῆσαι τούς τε ἐπὶ βασιλέα Ξέρξην ἐς Πύλας καὶ τοὺς τότε ἐναντία Γαλατῶν ἀθροισθέντας. ἐπὶ μέν γε τὸν Μῆδον ἀφίκοντο τοσοίδε Ἑλλήνων· Λακεδαιμόνιοι οἱ μετὰ Λεωνίδου τριακοσίων οὐ πλείονες, Τεγεᾶται πεντακόσιοι καὶ ἐκ Μαντινείας ἴσοι, παρὰ δὲ Ὀρχομενίων Ἀρκάδων εἴκοσί τε καὶ ἑκατόν, ἀπὸ δὲ τῶν ἄλλων χίλιοι τῶν ἐν Ἀρκαδίᾳ πόλεων, ὀγδοήκοντα δὲ ἐκ Μυκηνῶν καὶ ἐκ Φλιοῦντος διακόσιοι, διπλάσιοι δὲ τούτων Κορίνθιοι· παρεγένοντο δὲ καὶ Βοιωτῶν ἑπτακόσιοι ἐκ δὲ Θεσπείας καὶ ἐκ Θηβῶν τετρακόσιοι. χίλιοι δὲ Φωκέων ἐφύλασσον μὲν τὴν ἀτραπὸν ἐν τῇ Οἴτῃ, προσέστω δὲ τῷ παντὶ Ἑλληνικῷ καὶ ὁ ἀριθμὸς ὁ τούτων.Λοκροὺς δὲ τοὺς ὑπὸ τῷ ὄρει τῇ Κνήμιδι Ἡρόδοτος μὲν οὐχ ὑπήγαγεν ἐς ἀριθμόν, ἀλλʼ ἀφικέσθαι σφᾶς ἀπὸ πασῶν ἔφη τῶν πόλεων· τεκμήρασθαι δὲ ἀριθμὸν καὶ τούτων ἔστιν ἐγγύτατα τοῦ ἀληθοῦς· ἐς Μαραθῶνα γὰρ Ἀθηναῖοι σὺν ἡλικίᾳ τε τῇ ἀχρείῳ καὶ δούλοις ἐνακισχιλίων ἀφίκοντο οὐ πλείους, τὸ οὖν μάχιμον Λοκρῶν τὸ ἐς Θερμοπύλας ἐλθὸν οὐκ ἂν ὑπέρ γε ἑξακισχιλίους ἀριθμοίη τις. οὕτω γένοιτο ἂν ὁ σύμπας στρατὸς διακόσιοι καὶ χίλιοι καὶ μύριοι. φαίνονται δὲ οὐδὲ οὗτοι τὸν χρόνον πάντα ἐπὶ τῇ φρουρᾷ τῶν Πυλῶν καταμείναντες· πλὴν γὰρ Λακεδαιμονίων τε αὐτῶν καὶ Θεσπιέων καὶ Μυκηναίων προαπέλιπον τὸ πέρας τῆς μάχης οἱ λοιποί.ἐπὶ δὲ τοὺς ἀπὸ τοῦ Ὠκεανοῦ βαρβάρους τοσοίδε ἐς Θερμοπύλας ἀφίκοντο Ἕλληνες· ὁπλῖται μύριοι καὶ ἵππος πεντακοσία παρὰ Βοιωτῶν· ἐβοιωτάρχουν δὲ Κηφισόδοτος καὶ Θεαρίδας καὶ Διογένης καὶ Λύσανδρος. ἐκ δὲ Φωκέων ἱππεῖς πεντακόσιοι καὶ ἐς τρισχιλίους ὁ ἀριθμὸς τῶν πεζῶν· στρατηγοὶ δὲ Φωκέων Κριτόβουλός τε ἦν καὶ Ἀντίοχος.Λοκροὺς δὲ τοὺς ἐπὶ Ἀταλάντῃ τῇ νήσῳ Μειδίας ἦγεν· ἀριθμὸς δὲ αὐτῶν ἑπτακόσιοι, καὶ ἱππικόν σφισιν οὐ προσῆν. παρὰ δὲ Μεγαρέων ἀφίκοντο ὁπλῖται τετρακόσιοι· τούτων ἦγε τὸ †ἱππικὸν Μεγαρεύς. Αἰτωλῶν δὲ πλείστη τε ἐγένετο στρατιὰ καὶ ἐς πᾶσαν μάχης ἰδέαν, ἡ μὲν ἵππος οὐ λέγουσιν ὁπόση, ψιλοὶ δὲ ἐνενήκοντα καὶ ἑπτακόσιοι, πλέονες δὲ ἑπτακισχιλίων ἀριθμὸν ἦσαν οἱ ὁπλιτεύοντες· Αἰτωλοὺς δὲ ἦγον Πολύαρχος καὶ Πολύφρων τε καὶ Λακράτης.Ἀθηναίων δὲ στρατηγὸς μὲν Κάλλιππος ἦν ὁ Μοιροκλέους, καθὰ ἐδήλωσα καὶ ἐν τοῖς προτέροις τοῦ λόγου, δύναμις δὲ τριήρεις τε αἱ πλώιμοι πᾶσαι, πεντακόσιοι δὲ ἐς τὸ ἱππικόν, χίλιοι δὲ ἐτάσσοντο ἐν τοῖς πεζοῖς· καὶ ἡγεμονίαν οὗτοι κατʼ ἀξίωμα εἶχον τὸ ἀρχαῖον. βασιλέων δὲ ξενικὰ πεντακόσιοί τε ἐκ Μακεδονίας καὶ ἐκ τῆς Ἀσίας ἴσοι σφίσιν ἀφίκοντο ἀριθμόν· ἄρχοντες δὲ τῶν μὲν παρʼ Ἀντιγόνου πεμφθέντων Ἀριστόδημος ἦν Μακεδών, τῶν δὲ παρὰ Ἀντιόχου τε καὶ ἐκ τῆς Ἀσίας Τελέσαρχος τῶν ἐπὶ Ὀρόντῃ Σύρων.τοῖς δὲ ἐς Θερμοπύλας ἀθροισθεῖσιν Ἑλλήνων, ὡς ἐπύθοντο περί τε Μαγνησίαν καὶ γῆν τὴν Φθιῶτιν ὄντα ἤδη τῶν Γαλατῶν τὸν στρατόν, ἔδοξεν ἤδη ψιλούς τε ἐς χιλίους καὶ ἐς τὴν ἵππον ἀπολέξαντας ἀποστεῖλαι σφᾶς ἐπὶ τὸν Σπερχειόν, ἵνα μηδὲ τὸν ποταμὸν διαβῆναι τοῖς βαρβάροις ἄνευ ἀγῶνός τε καὶ κινδύνων ἐγγένηται. οἱ δὲ ἐλθόντες τὰς γεφύρας τε καταλύουσι καὶ αὐτοὶ παρὰ τὴν ὄχθην ἐστρατοπεδεύσαντο. ἦν δὲ οὐδὲ ὁ Βρέννος οὔτε πάντα ἀσύνετος οὔτε ἀπείρως εἶχεν ὡς ἄν τις βάρβαρος σοφίσματα ἐς πολεμίους ἐξευρεῖν.