τάδε ἔνεστιν ἐν τῷ πεντηκοστῷ πέμπτῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. ὡς Δροῦσος ἀπέθανεν. β. ὡς τὸ Λιονίας τέμενος καθιερώθη. γ. ὡς τὸ Ἀγρίππου πεδίον καθιερώθη. δ. ὡς τὸ διριβιτώριον καθιερώθη. ε. ὡς Τιβέριος ἐς Ῥόδον ἀνεχώρησεν. ζ. ὡς ἡ Αὐγούστου ἀγορὰ καθιερώθη. η. ὡς ὁ τοῦ Ἄρεως ναὸς ὁ ἐν αὐτῇ ὢν καθιερώθη. θ. ὡς Λούκιος Καῖσαρ καὶ Γάιος Καῖσαρ ἀπέθανον. ι. ὡς Αὔγουστος Τιβέριον ἐποιήσατο. κ. ὡς Λιουία παρῄνεσεν Αὐγούστῳ φιλανθρωπότερον ἄρχειν. λ. περὶ τῶν στρατοπέδων καὶ ὡς οἱ τὰ στρατιωτικὰ χρήματα διοικήσοντες κατέστησαν. μ. ὡς οἱ νυκτοφύλακες κατέστησαν. ν. ὡς Δελμάταις καὶ Παννονίοις Τιβέριος ἐπολέμησεν. Χοόνου πλῆθος ἔτη ἑπτακαίδεκα, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο Νέρων Κλαύδιος Τιβ. υἱ. Δροῦσος τ. Κυίνκτιος Τ. υἱ. Κρισπῖνος ὕπ. γ. Μάρκιος Λ. υἱ. Κηνσωρῖνος γ. Ἀσίννιος γ. υἱ. Γάλλος ὕπ. Τιβ. Κλαύδιος Τιβ. υἱ. Νέρων τὸ β Γν. Καλπούρνιος Γν. υἱ. Πίσων ὕπ. Δέκιμος Λαίλιος Δεκίμου υἱ. Βάλβος γ. Ἀντίστιος Γ. υἱ. Οὐέτερ ὕπ. Αὔγουστος τὸ ιβ λ. Κορνήλιος Π. υἱ. Σύλλας ὕπ. γ. Καλουίσιος Γ. υἱ. Σαβῖνος λ. Πασσιῆνος υἱ. Ῥοῦφος ὕπ. λ. Κορνήλιος Λ. υἱ. Λεντοῦλος μ. Οὐαλέριος Μ. υἱ. Μεσσάλας Μεσσαλῖνος ὕπ. Αὔγουστος τὸ ιγ μ. Πλαύτιος Μ. υἱ. Σιλουανός ὕπ. Κόσσος Κορνήλιος Γν. υἱ Λεντοῦλος λ. Καλπούρνιος Γν. υἱ. Πίσων ὕπ. γ. Καῖσαρ Αὐγούστου υἱ. λ. Αἰμίλιος Λ. υἱ. Παῦλος ὕπ. π. Οὐινίκιος μ. υἱ. π. Ἀλφῆνος π. υἱ. Οὐᾶρος ὕπ. λ. Αἴλιος λ. υἱ. Λαμίας μ. Σερουίλιος μ. υἱ. ὕπ. Σέξτος Αἴλιος κ. υἱ. Κάτος γ. Σέντιος Γ. υἱ. Σατουρνῖνος ὕπ. λ. Οὐαλέριος Ποτίτου υἱ. Μεσσάλας Οὐόλαισος Γν. Κορνήλιος Λ. υἱ. Κίννας Μάγνος ὕπ. μ. Αἰμίλιος Λ. υἱ. Λέπιδος λ. Ἀρρούντιος Λ. υἱ. ὕπ. Αὖλ. Λικίνιος Αὔλ. υἱ. Νέρουας Σιλιανός κ. Καικίλιος κ. υἱ. Μέτελλος Κρητικός ὕπ. μ. Φούριος μ. υἱ. Κάμιλλος Σέξ. Νώνιος γ. υἱ. Κυϊντιλιανός ὕπ.ταῦτα μὲν ἐπί τε τοῦ Ἰούλλου Ἀντωνίου καὶ ἐπὶ Φαβίου Μαξίμου ὑπάτων ἐγένετο, τῷ δὲ ἐχομένῳ ἔτει ὁ Δροῦσος μετὰ Τίτου Κρισπίνου ὑπάτευσε, καὶ αὐτῷ σημεῖα οὐκ ἀγαθὰ συνηνέχθη· πολλὰ μὲν γὰρ καὶ ἄλλα καὶ χειμῶνι καὶ κεραυνοῖς, πολλοὶ δὲ καὶ ναοὶ ἐφθάρησαν, ὥστε καὶ τὸν τοῦ Διὸς τοῦ Καπιτωλίου τῶν τε συννάων αὐτοῦ κακωθῆναι.οὐ μέντοι καὶ ἐφρόντισέ τι αὐτῶν, ἀλλʼ ἔς τε τὴν τῶν Χάττων ἐσέβαλε καὶ προῆλθε μέχρι τῆς Σουηβίας, τήν τε ἐν ποσὶν οὐκ ἀταλαιπώρως χειρούμενος καὶ τοὺς προσμιγνύντας οἱ οὐκ ἀναιμωτὶ κρατῶν. κἀντεῦθεν πρός τε τὴν Χερουσκίδα μετέστη, καὶ τὸν Οὐίσουργον διαβὰς ἤλασεμέχρι τοῦ Ἀλβίου, πάντα πορθῶν. ἐκεῖνον γάρ (ῥεῖ δὲ ἐκ τῶν Οὐανδαλικῶν ὀρῶν, καὶ ἐς τὸν ὠκεανὸν τὸν προσάρκτιον πολλῷ μεγέθει ἐκδίδωσινʼ ἐπεχείρησε μὲν περαιωθῆναι, οὐκ ἠδυνήθη δέ, ἀλλὰ τρόπαια στήσας ἀνεχώρησε· γυνὴ γάρ τις μείζων ἢ κατὰ ἀνθρώπου φύσιν ἀπαντήσασα αὐτῷ ἔφη “ποῖ δῆτα ἐπείγῃ, Δροῦσε ἀκόρεστε; οὐ πάντα σοι ταῦτα ἰδεῖν πέπρωται. ἀλλʼ ἄπιθι· καὶ γάρ σοι καὶ τῶν ἔργων καὶ τοῦ βίου τελευτὴἤδη πάρεστι.” θαυμαστὸν μὲν οὖν τό τινα φωνὴν παρὰ (??ʼοῦ δαιμονίου τοιαύτην τῳ γενέσθαι, οὐ μέντοι και ἀπιστεῖν ἔχω· παραχρῆμα γὰρ ἀπέβη, σπουδῇ τε ὑποστρέψαντος αὐτοῦ καὶ ἐν τῇ ὁδῷ νόσῳ τινί, πρὶν ἐπὶ τὸν Ῥῆνον ἐλθεῖν, τελευτήσαντος.καί μοι τεκμηριοῖ τὸ λεχθὲν ὅτι καὶ λύκοι περὶ τὸ στρατόπεδον ὑπὸ τὸν θάνατον αὐτοῦ περινοστοῦντες ὠρύοντο, καὶ νεανίσκοι δύο διὰ μέσου τοῦ ταφρεύματος διιππεύοντες ὤφθησαν, θρῆνός τέ τις γυναικεῖος ἠκούσθη, καὶ ἀστέρων διαδρομαὶ ἐγένοντο.ταῦτα μὲν οὕτως ἔσχε, προπυθόμενος δʼ ὁ Αὔγουστος ὅτι νοσεῖ (οὐ γὰρ ἦν πόρρὠ, τὸν Τιβέριον κατὰ τάχος ἔπεμψε· καὶ ὃς ἔμπνουν τε αὐτὸν κατέλαβε καὶ ἀποθανόντα ἐς τὴν Ῥώμην ἐκόμισε, τὰ μὲν πρῶτα μέχρι τοῦ χειμαδίου τοῦ στρατοῦ διά τε τῶν ἑκατοντάρχων καὶ διὰ τῶν χιλιάρχων, ἐκεῖθεν δὲ διὰ τῶν καθʼ ἑκάστην πόλιν πρώτωνβαστάσας. καὶ αὐτοῦ ἐν τῇ ἀγορᾷ προτεθέντος διπλοῦς ὁ ἐπιτάφιος ἐλέχθη· ὅ τε γὰρ Τιβέριος ἐνταῦθα αὐτὸν ἐπῄνεσε, καὶ ὁ Αὔγουστος ἐν τῷ Φλαμινίῳ ἱπποδρόμῳ· ἐξεστράτευτο γάρ, καὶ οὐκ ἦν οἱ ὅσιον μὴ οὐ τὰ καθήκοντα ἐπὶ τοῖς κατειργασμένοις παρʼ αὐτὴν τὴν εἴσω τοῦ πωμηρίουἔσοδον ἐπιτελέσαι. καὶ ὁ μὲν ἔς τε τὸ Ἄρειον πεδίον ὑπὸ τῶν ἱππέων, τῶν τε ἐς τὴν ἱππάδα ἀκριβῶς τελούντων καὶ τῶν ἐκ τοῦ βουλευτικοῦ γένους ὄντων, ἠνέχθη, κἀνταῦθα πυρὶ δοθεὶς ἐς τὸ τοῦ Αὐγούστου μνημεῖον κατετέθη, Γερμανικός τε μετὰ τῶν παίδων ἐπονομασθείς, καὶ τιμὰς καὶ εἰκόνων καὶ ἁψῖδος κενοταφίου τε πρὸς αὐτῷ τῷ Ῥήνῳ λαβών.ὁ δὲ δὴ Τιβέριος τῶν τε Δελματῶν καὶ τῶν Παννονίων ὑποκινησάντων τι αὖθις ζῶντος ἔτι αὐτοῦ κρατήσας, τά τε ἐπὶ τοῦ κέλητος ἐπινίκια ἔπεμψε, καὶ τοῦ δήμου τοὺς μὲν ἐν τῷ Καπιτωλίῳ τοὺς δʼ ἄλλοθι πολλαχόθι ἐδείπνισε. κἀν τούτῳ καὶ ἡ Λιουία μετὰ τῆς Ἰουλίας τὰς γυναῖκας εἱστίασε.τὰ δʼ αὐτὰ ταῦτα καὶ τῷ Δρούσῳ ἡτοιμάζετο· καί γε αἱ ἀνοχαὶ δεύτερον τὴν χάριν αὐτοῦ, πρὸς τὸ τὰ νικητήρια ἐν ἐκείναις αὐτὸν ἑορτάσαι, γενήσεσθαι ἔμελλον. ἀλλʼ ὁ μὲν προαπώλετο, ἡ δὲ δὴ Λιουία εἰκόνων τε ἐπὶ παραμυθίᾳ ἔτυχε, καὶ ἐς