τῶν δεδομένων. καὶ τοῦτο μὲν πάντες ἐπῄνεσαν· ὅτι δʼ οὐκ ἐξὸν ὂν δοῦλον κατὰ δεσπότου βασανισθῆναι ἐκέλευσεν, ὁσάκις ἂν χρεία τοιούτου τινὸς γένηται, τῷ δημοσίῳ αὐτὸν ἢ καὶ ἑαυτῷ πιπράσκεσθαι, ὅπως ὡς ἀλλότριος τοῦ κρινομένου ὢν ἐξετάζηται, οἱ μὲν ᾐτιῶντο, ὅτι ὁ νόμος τῇ τοῦ δεσπότου μεταλλαγῇ καταλύεσθαι ἔμελλεν, οἱ δʼ ἀναγκαῖον αὐτὸ ἔφασκον εἶναι, ὅτι πολλοὶ διὰ τοῦτο καὶ ἐπʼ αὐτῷ ἐκείνῳ καὶ ἐπὶ ταῖς ἀρχαῖς συνίσταντο.μετὰ δὲ δὴ ταῦτα τήν τε ἡγεμονίαν, καίπερ ἀφιείς, ὡς ἔλεγεν, ἐπειδὴ τὰ δέκα ἔτη τὰ δεύτερα ἐξεληλύθει, ἄκων δῆθεν αὖθις ὑπέστη, καὶ ἐπὶ τοὺς Κελτοὺς ἐστράτευσε. καὶ αὐτὸς μὲν ἐν τῇ οἰκείᾳ ὑπέμεινεν, ὁ δὲ δὴ Τιβέριος τὸν Ῥῆνονδιέβη. φοβηθέντες οὖν αὐτοὺς οἱ βάρβαροι πλὴν τῶν Συγάμβρων ἐπεκηρυκεύσαντο, καὶ οὔτε τότε ἔτυχόν τινος (ὁ γὰρ Αὔγουστος οὐκ ἔφη σφίσιν ἄνευ ἐκείνων σπείσεσθαι) οὔθʼ ὕστερον. ἔπεμψανμὲν γὰρ καὶ οἱ Σύγαμβροι πρέσβεις, τοσούτου δὲ ἐδέησαν διαπράξασθαί τι ὥστε καὶ ἐκείνους πάντας, καὶ πολλοὺς καὶ ἐλλογίμους ὄντας, προσαπολέσθαι· ὅ τε γὰρ Αὔγουστος συλλαβὼν αὐτοὺς ἐς πόλεις τινὰς κατέθετο, καὶ ἐκεῖνοι δυσανασχετήσαντες ἑαυτοὺς κατεχρήσαντο. κἀκ τούτου χρόνον μέν τινα ἡσύχασαν, ἔπειτʼ ἐπὶ πολλῷ τὸ πάθημά σφων τοῖς Ῥωμαίοις ἀνταπέδοσαν.ο δʼ οὖν Αὔγουστος τοῦτό τε οὕτως ἐποίησε, καὶ τοῖς στρατιώταις ἀργύριον, οὐχ ὡς καὶ κεκρατηκόσι, καίτοι τὸ τοῦ αὐτοκράτορος ὄνομα καὶ αὐτὸς λαβὼν καὶ τῷ Τιβερίῳ δούς, ἀλλʼ ὅτι τὸν Γάιον ἐν ταῖς γυμνασίαις τότε πρῶτον συνεξεταζόμενόν σφισιν ἔσχον, ἐχαρίσατο.τὸν δʼ οὖν Τιβέριον ἐς τὴν τοῦ αὐτοκράτορος ἀρχὴν ἀντὶ τοῦ Δρούσου προαγαγὼν τῇ τε ἐπικλήσει ἐκείνῃ ἐγαύρωσε καὶ ὕπατον αὖθις ἀπέδειξε, γράμματά τε κατὰ τὸ ἀρχαῖον ἔθος, καὶ πρὶν ἐς τὴν ἀρχὴν ἐσελθεῖν, ἐκθεῖναι πρὸς τὸ κοινὸν ἐποίησε, καὶ προσέτι καὶ τοῖς ἐπινικίοιςἐσέμνυνεν· αὐτὸς γὰρ ἐκεῖνα μὲν οὐκ ἠθέλησε πέμψαι, ἐς δὲ δὴ τὰ γενέθλια ἱπποδρομίαν ἀίδιον ἔλαβε. τά τε τοῦ πωμηρίου ὅρια ἐπηύξησε, καὶ τὸν μῆνα τὸν Σεξτίλιον ἐπικαλούμενον Αὔγουστονἀντωνόμασε· τῶν γὰρ ἄλλων τὸν Σεπτέμβριον οὕτως, ἐπειδήπερ ἐν αὐτῷ ἐγεγέννητο, προσαγορεῦσαι ἐθελησάντων ἐκεῖνον αὐτοῦ προετίμησεν, ὅτι καὶ ὕπατος ἐν αὐτῷ τὸ πρῶτον ἀπεδέδεικτο καὶ μάχας πολλὰς καὶ μεγάλας ἐνενικήκει.ἐπὶ μὲν οὖν τούτοις ἐγαυροῦτο, τοῦ δὲ δὴ Μαικήνου τελευτήσαντος ἤλγησε. πολλὰ μὲν γὰρ καὶ ἄλλα ἀπʼ αὐτοῦ ἀπώνητο, ὅθεν καίπερ ἱππεῖ αὐτῷ ὄντι καὶ τὸ ἄστυ ἐπὶ πολὺν χρόνον ἐπέτρεψε, μάλιστα δὲ ὁσάκις ἀκρατοτέρῳ τῷ θυμῷ ἐχρῆτο· τῆς τε γὰρ ὀργῆς αὐτὸν ἀεὶ παρέλυεκαὶ ἐς τὸ ἠπιώτερον μεθίστη. τεκμήριον δέ, δικάζοντί ποτε αὐτῷ προσστάς, καὶ ἰδὼν ὅτι πολλοὺς θανατώσειν μέλλοι, ἐπεχείρησε μὲν διώσασθαι τοὺς περιεστηκότας καὶ ἐγγύς οἱ προσελθεῖν, μὴ δυνηθεὶς δὲ ἔγραψεν ἐς γραμματεῖον “ἀνάστηθι ἤδη ποτέ, δήμιε,” καὶ αὐτὸ ὡς καὶ ἕτερόν τι ἔχον ἐς τὸν κόλπον αὐτοῦ ἔρριψεν, ὥστʼ ἐκεῖνον μήτʼ ἀποκτεῖναί τινα καὶεὐθὺς ἐξαναστῆναι. οὐ γὰρ ὅπως ἠγανάκτει τοῖς τοιούτοις, ἀλλὰ καὶ ἔχαιρεν ὅτι ὅσα αὐτὸς ὑπό τε τῆς ἑαυτοῦ φύσεως καὶ ὑπὸ τῆς τῶν πραγμάτων ἀνάγκης καὶ παρὰ τὸ προσῆκον ἐθυμοῦτο, ταῦτατῇ τῶν φίλων παρρησίᾳ διωρθοῦτο. μέγιστον δʼ οὖν καὶ ἐκεῖνο τῆς τοῦ Μαικήνου ἀρετῆς δεῖγμα ἦν, ὅτι τῷ τε Αὐγούστῳ, καίτοι πρὸς τὰς ὁρμὰς αὐτοῦ ἀνθιστάμενος, ᾠκείωτο καὶ τοῖς ἄλλοις πᾶσιν ἠρέσκετο, πλεῖστόν τε παρʼ αὐτῷ δυνηθείς, ὥστε πολλοῖς καὶ τιμὰς καὶ ἀρχὰς δοῦναι, οὐκ ἐξεφρόνησεν ἀλλὰ ἐν τῷ τῶν ἱππέων τέλει κατεβίω.τούτων τε οὖν ἕνεκα ἰσχυρῶς αὐτὸν ὁ Αὔγουστος ἐπόθησε, καὶ ὅτι καὶ κληρονόμον αὐτόν, καίπερ ἐπὶ τῇ γυναικὶ δυσκολαίνων, κατέλιπε, καὶ ἐπʼ αὐτῷ πλὴν ἐλαχίστων ἐποιήσατο ἄν τέ τινι τῶν φίλων αὐτοῦ δοῦναί τι ἐθελήσῃ ἄν τε καὶ μή. τοιοῦτος μὲν ὁ Μαικήνας ἐγένετο, καὶοὕτω τῷ Αὐγούστῳ ἐχρῆτο· πρῶτός τε κολυμβήθραν θερμοῦ ὕδατος ἐν τῇ πόλει κατεσκεύασε, καὶ πρῶτος σημεῖά τινα γραμμάτων πρὸς τάχος ἐξεῦρε, καὶ αὐτὰ διὰ Ἀκύλου ἀπελευθέρου συχνοὺς ἐξεδίδαξε.Τιβέριος δὲ ἐν τῇ νουμηνίᾳ ἐν ᾗ ὑπατεύειν μετὰ Γναίου Πίσωνος ἤρξατο ἔς τε τὸ Ὀκταουίειον τὴν βουλὴν ἤθροισε διὰ τὸ ἔξω τοῦ πωμηρίουαὐτὸ εἶναι, καὶ τὸ Ὁμονόειον αὐτὸς ἑαυτῷ ἐπισκευάσαι προστάξας, ὅπως τό τε ἴδιον καὶ τὸ τοῦ Δρούσου ὄνομα αὐτῷ ἐπιγράψῃ, τά τε νικητήρια ἤγαγε καὶ τὸ τεμένισμα τὸ Λίουιον ὠνομασμένον καθιέρωσε μετὰ τῆς μητρός· καὶ αὐτὸς μὲν τὴν γερουσίαν ἐν τῷ Καπιτωλίῳ, ἐκείνη δὲ τὰς γυναῖκαςἰδίᾳ που εἱστίασε. καὶ οὐ πολλῷ ὕστερον κινηθέντων τινῶν ἐν τῇ Γερμανίᾳ ἐξωρμήθη· τὴν δὲ δὴ πανήγυριν τὴν ὑπὲρ τῆς ἐπανόδου τοῦ Αὐγούστου γενομένην ὁ Γάιος ἀντʼ αὐτοῦ σὺν τῷ Πίσωνι διέθηκε. τό τε πεδίον τὸ Ἀγρίππειον, πλὴν τῆς στοᾶς, καὶ τὸ διριβιτώριον αὐτὸς ὁΑὔγουστος ἐδημοσίευσε. τοῦτο μὲν γάρ (ἦν δὲ οἶκος μέγιστος τῶν πώποτε μίαν ὀροφὴν σχόντων· νῦν γὰρ δὴ πάσης τῆς στέγης αὐτοῦ καθαιρεθείσης, ὅτι οὐκ ἠδυνήθη αὖθις συστῆναι, ἀχανής ἐστινʼ ὅ τε Ἀγρίππας οἰκοδομούμενον κατέλιπε, καὶ τότε συνετελέσθη· ἡ δὲ ἐν τῷ πεδίῳ στοά, ἣν ἡ Πῶλλα ἡ ἀδελφὴ αὐτοῦ ἡ καὶ τοὺς δρόμους