τάδε ἔνεστιν ἐν τῷ πεντηκοστῷ τετάρτῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. ὡς ἐπιμεληταὶ τῶν ὁδῶν ἐκ τῶν ἐστρατηγηκότων κατέστησαν. β. ὡς ἐπιμεληταὶ τοῦ σιτηρεσίου ἐκ τῶν ἐστρατηγηκότων κατέστησαν. γ. ὡς Νώρικον ἑάλω. δ. ὡς Ῥαιτία ἑάλω. ε. ὡς αἱ Ἄλπεις αἱ παραθαλάσσιοι Ῥωμαίων ἀκούειν ἤρξαντο. ζ. ὡς τὸ τοῦ Βάλβου θέατρον καθιερώθη. η. ὡς τὸ τοῦ Μαρκέλλου θέατρον καθιερώθη. θ. ὡς Ἀγρίππας ἀπέθανε καὶ τὴν Χερρόνησον Αὔγουστος ἐκτήσατο. ι. ὡς τὰ Αὐγουστάλια κατέστη. χρόνου πλῆθος ἔτη τρία καὶ δέκα, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο μ. Κλαύδιος μ. υἱ. Μάρκελλος Αἰσερνῖνος λ. Ἀρρούντιος Λ. υἱ. ὕπ. μ. Λόλλιος μ. υἱ. κ. Αἰμίλιος μ. υἱ. Λέπιδος ὕπ. μ. Ἀπουλέιος Σεξτου υἱ. π. Σίλιος π. υἱ. Νέρουας ὕπ. γ. Σέντιος Γ. υἱ. Σατουρνῖνος κ. Λουκρήτιος Κ. υἱ. Οὐισπίλλων ὕπ. Γν. Κορνήλιος Λ. υἱ. Λεντοῦλος π. Κορνήλιος Π. υἱ. Λεντοῦλος Μαρκελλῖνος ὕπ. γ. Φούρνιος Γ. υἱ. γ. Ἰούνιος γ. υἱ. Σιλανὸς ὕπ. λ. Δομίτιος Γν. υἱ. Γν. ἔγγ. Ἀηνόβαρβος π. Κορνήλιος Π. υἱ. π. ἔγγ. Σκιπίων ὕπ. μ. Λίουιος λ. υἱ. Δροῦσος Λίβων λ. Καλπούρνιος Λ. υἱ. Πίσων Φροῦγι ὕπ. μ. Λικίννιος Μ. υἱ. Κράσσος Γν. Κορνήλιος Γν. υἱ. Λεντοῦλος ὕπ. Τιβ. Κλαύδιος Τιβ. υἱ. Νέρων π. Κυιντίλιος Σέξτου υἱ. Οὐᾶρος ὕπ. μ. Οὐαλέριος μ. υἱ. Μεσσάλας Βάρβατος π. Σουλπίκιος Π. υἱ. Κυρίνιος ὕπ. Παῦλος Φάβιος κ. υἱ. Μάξιμος κ. Αἴλιος κ. υἱ. Τουβέρων Ἰοῦλλος Ἀντώνιος μ. υἱ. Αφρικανὸς Κ. Φάβιος Κ. υἱ. ὕπ.τῷ δʼ ἐπιγιγνομένῳ ἔτει, ἐν ᾧ Μᾶρκος τε Μάρκελλος καὶ Λούκιος Ἀρρούντιος ὑπάτευσαν, ἥ τε πόλις πελαγίσαντος αὖθις τοῦ ποταμοῦ ἐπλεύσθη, καὶ κεραυνοῖς ἄλλα τε πολλὰ ἐβλήθη καὶ οἱ ἀνδριάντες οἱ ἐν τῷ Πανθείῳ, ὥστε καὶ τὸ δόρυ ἐκ τῆς τοῦ Αὐγούστου χειρὸς ἐκπεσεῖν. πονούμενοι οὖν ὑπό τε τῆς νόσου καὶ ὑπὸ τοῦλιμοῦ (ἔν τε γὰρ τῇ Ἰταλίᾳ πάσῃ ὁ λοιμὸς ἐγένετο καὶ τὴν χώραν οὐδεὶς εἰργάσατο· δοκῶ δʼ ὅτι καὶ ἐν τοῖς ἔξω χωρίοις τὸ αὐτὸ τοῦτο συνηνέχθἠ νομίσαντες οἱ Ῥωμαῖοι οὐκ ἄλλως σφίσι ταῦτα συμβεβηκέναι, ἀλλʼ ὅτι μὴ καὶ τότε ὑπατεύοντατὸν Αὔγουστον ἔσχον, δικτάτορα αὐτὸν ἠθέλησαν προχειρίσασθαι, καὶ τήν τε βουλὴν κατακλείσαντες ἐς τὸ συνέδριον ἐπηνάγκασαν τοῦτο ψηφίσασθαι, ἀπειλοῦντές σφας καταπρήσειν, καὶ μετὰ ταῦτα τὰς ῥάβδους τὰς τέσσαρας καὶ εἴκοσι λαβόντες προσῆλθον αὐτῷ, δικτάτορά τε ἅμα δεόμενοι λεχθῆναι καὶ ἐπιμελητὴν τοῦ σίτου, καθάπερ ποτὲ τὸν Πομπήιον, γενέσθαι.καὶ ὃς τοῦτο μὲν ἀναγκαίως ἐδέξατο, καὶ ἐκέλευσε δύο ἄνδρας τῶν πρὸ πέντε που ἀεὶ ἐτῶν ἐστρατηγηκότων πρὸς τὴν τοῦ σίτου διανομὴν κατʼ ἔτος αἱρεῖσθαι, τὴν δὲ δικτατορίαν οὐ προσήκατο, ἀλλὰ καὶ τὴν ἐσθῆτα προσκατερρήξατο, ἐπειδὴ μηδένα τρόπον ἄλλως σφᾶς ἐπισχεῖν, μήτε διαλεγόμενοςμήτε δεόμενος, ἠδυνήθη· τήν τε γὰρ ἐξουσίαν καὶ τὴν τιμὴν καὶ ὑπὲρ τοὺς δικτάτορας ἔχων, ὀρθῶς τό τε ἐπίφθονον καὶ τὸ μισητὸντῆς ἐπικλήσεως αὐτῶν ἐφυλάξατο. τὸ δʼ αὐτὸ τοῦτο καὶ τιμητὴν αὐτὸν διὰ βίου χειροτονῆσαι βουλομένων ἐποίησεν· οὔτε γὰρ τὴν ἀρχὴν ὑπέστη, καὶ εὐθὺς ἑτέρους τιμητάς, Παῦλόν τε Αἰμίλιον Λέπιδον καὶ Λούκιον Μουνάτιον Πλάγκον, τοῦτον μὲν ἀδελφὸν τοῦ Πλάγκου ἐκείνου τοῦ ἐπικηρυχθέντος ὄντα, τὸν δὲ δὴ Λέπιδον αὐτὸντότε θανατωθέντα, ἀπέδειξεν. ἔσχατοι δὴ οὗτοι τὴν τιμητείαν ἰδιῶται ἅμα ἔσχον, ὥσπερ που καὶ παραχρῆμα αὐτοῖς ἐδηλώθη· τὸ γὰρ βῆμα ἀφʼ οὗ τι πράξειν τῶν προσηκόντων σφίσιν ἤμελλον, συνέπεσεν ἀναβάντων αὐτῶν ἐν τῇ πρώτῃ τῆς ἀρχῆς ἡμέρᾳ καὶ συνετρίβη, καὶ μετὰ τοῦτʼ οὐδένες ἄλλοι τιμηταὶ ὅμοιοι αὐτοῖς ἅμαἐγένοντο. καὶ τότε δὲ ὁ Αὔγουστος, καίπερ ἐκείνων αἱρεθέντων, πολλὰ τῶν ἐς αὐτοὺς ἀνηκόντων ἔπραξε. τῶν τε συσσιτίων τὰ μὲν παντελῶς κατέλυσε, τὰ δὲ πρὸς τὸ σωφρονέστερον συνέστειλε. καὶ τοῖς μὲν στρατηγοῖς τὰς πανηγύρεις πάσας προσέταξεν, ἔκ τε τοῦ δημοσίουδίδοσθαί τι αὐτοῖς κελεύσας, καὶ προσαπειπὼν μήτε ἐς ἐκείνας οἴκοθέν τινα πλεῖον τοῦ ἑτέρου ἀναλίσκειν μήθʼ ὁπλομαχίαν μήτʼ ἄλλως εἰ μὴ ἡ βουλὴ ψηφίσαιτο, μήτʼ αὖ πλεονάκις ἢ δὶς ἐν ἑκάστῳ ἔτει, μήτε πλειόνων εἴκοσι καὶ ἑκατὸν ἀνδρῶν ποιεῖν· τοῖς δʼ ἀγορανόμοις τοῖς κουρουλίοις τὴν τῶν ἐμπιμπραμένων κατάσβεσιν ἐνεχείρισεν, ἑξακοσίους σφίσι βοηθοὺς δούλους δούς.ἐπειδή τε καὶ ἱππῆς καὶ γυναῖκες ἐπιφανεῖς ἐν τῇ ὀρχήστρᾳ καὶ τότε γε ἐπεδείξαντο, ἀπηγόρευσεν οὐχ ὅτι τοῖς παισὶ τῶν βουλευτῶν, ὅπερ που καὶ πρὶν ἐκεκώλυτο, ἀλλὰ καὶ τοῖς ἐγγόνοις, τοῖς γε ἐν τῇ ἱππάδι δῆλον ὅτι ἐξεταζομένοις, μηδὲν ἔτι τοιοῦτο δρᾶν.καὶ ἐν μὲν τούτοις τό τε τοῦ νομοθέτου καὶ τὸ τοῦ αὐτοκράτορος καὶ σχῆμα καὶ ὄνομα ἐπεδείκνυτο, ἐν δὲ δὴ τοῖς ἄλλοις ἐμετρίαζεν, ὥστε καὶφίλοις τισὶν εὐθυνομένοις παραγίγνεσθαι. Μάρκου τέ τινος Πρίμου αἰτίαν ἔχοντος ὅτι τῆς Μακεδονίας ἄρχων Ὀδρύσαις ἐπολέμησε, καὶ λέγοντος τοτὲ μὲν τῇ τοῦ Αὐγούστου τοτὲ δὲ τῇ Μαρκέλλου γνώμῃ τοῦτο πεποιηκέναι, ἔς τε τὸ δικαστήριον αὐτεπάγγελτος ἦλθε, καὶ ἐπερωτηθεὶς ὑπὸ τοῦ στρατηγοῦ εἰ προστάξειέν οἱ πολεμῆσαι,