σφᾶς σωθῆναι. μικροῦ γοῦν τινος ἔν τε ταῖς ἀρχαιρεσίαις καὶ ἐν ταῖς ἀρχαῖς αὐταῖς κυριεύοντες ἐθορύβησαν. ἐτηρεῖτο μὲν γὰρ ἡ ἑτέρα χώρα τῷ Αὐγούστῳ, καὶ διὰ τοῦτο Μᾶρκος Λόλλιος κατʼ ἀρχὰς τοῦ ἔτους μόνος ἦρξεν· ἐκείνου δὲ μὴ δεξαμένου αὐτὴν Κύιντός τε Λέπιδος καὶ Λούκιος Σιλουανὸς ἐσπουδαρχίασαν, καὶ οὕτω τε πάντα συνετάραξαν ὥστε καὶ τὸν Αὔγουστονὑπὸ τῶν ἐμφρόνων ἀνακληθῆναι. ἐπειδὴ δὲ οὐχ ὑπέστρεψε μέν, ἐλθόντας δὲ αὐτοὺς πρὸς αὐτὸν ἀπέπεμψεν ἐπιτιμήσας σφίσι καὶ κελεύσας ἀμφοτέρων αὐτῶν ἀπόντων τὴν ψῆφον δοθῆναι, οὐδὲν μᾶλλον ἡσύχασαν, ἀλλὰ καὶ πάνυ αὖθις διηνέχθησαν, ὥστε τὸν Λέπιδον ὀψέ ποτε αἱρεθῆναι.ἀγανακτήσας οὖν ἐπὶ τούτῳ ὁ Αὔγουστος, καὶ μήτε μόνῃ τῇ Ῥώμῃ σχολάζειν δυνάμενος μήτʼ αὖ ἄναρχον αὐτὴν καταλιπεῖν τολμῶν, ἐζήτει τινὰ αὐτῇ ἐπιστῆσαι, καὶ ἔκρινε μὲν τὸν Ἀγρίππανἐπιτηδειότατον ἐς τοῦτο εἶναι, βουληθεὶς δὲ δὴ καὶ ἀξίωμα αὐτῷ μεῖζον περιθεῖναι, ἵνα καὶ ἐκ τούτου ῥᾷον αὐτῶν ἄρχῃ, μετεπέμψατο αὐτόν, καὶ καταναγκάσας τὴν γυναῖκα, καίπερ ἀδελφιδῆν αὐτοῦ οὖσαν, ἀπαλλάξαντα τῇ Ἰουλίᾳ συνοικῆσαι, ἐς τὴν Ῥώμην παραχρῆμα καὶ ἐπὶ τῷ γάμῳ καὶ ἐπὶ τῇ τῆς πόλεως διαχειρίσει ἔπεμψε, διά τε τἆλλα καὶ ὅτι ὁ Μαικήνας συμβουλευομένῳ οἱ περὶ αὐτῶν τούτων εἰπεῖν λέγεται ὅτι “τηλικοῦτον αὐτὸν πεποίηκας ὥστʼ ἢ γαμβρόν σουγενέσθαι ἢ φονευθῆναι.” καὶ ὃς τὰ μὲν ἄλλα οἰδοῦντα ἔτι εὑρὼν κατεστήσατο, τά τε ἱερὰ τὰ Αἰγύπτια ἐπεσιόντα αὖθις ἐς τὸ ἄστυ ἀνέστειλεν, ἀπειπὼν μηδένα μηδὲ ἐν τῷ προαστείῳ αὐτὰ ἐντὸς ὀγδόου ἡμισταδίου ποιεῖν· ταραχῆς δέ τινος περὶ τὴν τοῦ πολιάρχου τοῦ διὰ τὰς ἀνοχὰς αἱρουμένου χειροτονίαν συμβάσης οὐκ ἐπεκράτησεν αὐτῆς, ἀλλὰ ἄνευ τῆς ἀρχῆς ταύτης τὸν ἐνιαυτὸν ἐκεῖνον διεγένοντο.καὶ ὁ μὲν ταῦτʼ ἔπραττεν, ὁ δὲ Αὔγουστος τά τε ἄλλα τὰ ἐν τῇ Σικελίᾳ διοικήσας, καὶ τὰς Συρακούσας ἑτέρας τέ τινας πόλεις ἀποίκους Ῥωμαίων ἀποδείξας ἐς τὴν Ἑλλάδα ἐπεραιώθη.καὶ Λακεδαιμονίους μὲν τοῖς τε Κυθήροις καὶ τῇ συσσιτίᾳ ἐτίμησεν, ὅτι ἡ Λιουία, ὅτε ἐκ τῆς Ἰταλίας σύν τε τῷ ἀνδρὶ καὶ σὺν τῷ υἱεῖ ἔφυγεν, ἐκεῖ διέτριψεν· Ἀθηναίων δὲ τήν τε Αἴγιναν καὶ τὴν Ἐρέτριαν (ἐκαρποῦντο γὰρ αὐτάσʼ, ὥς τινές φασιν, ἀφείλετο, ὅτι τὸν Ἀντώνιον ἐσπούδασαν, καὶ προσέτι καὶ ἀπηγόρευσέ σφισι μηδένα πολίτηνἀργυρίου ποιεῖσθαι. καὶ αὐτοῖς ἐς ταῦτα ἔδοξε τὸ τῷ τῆς Ἀθηνᾶς ἀγάλματι συμβὰν ἀποσκῆψαι· ἐν γὰρ τῇ ἀκροπόλει πρὸς ἀνατολῶν ἱδρυμένον πρός τε τὰς δυσμὰς μετεστράφη καὶ αἷμα ἀπέπτυσεν.ὁ δʼ οὖν Αὔγουστος τό τε Ἑλληνικὸν διήγαγε καὶ ἐς Σάμον ἔπλευσεν, ἐνταῦθά τε ἐχείμασε, καὶ ἐς τὴν Ἀσίαν ἐν τῷ ἦρι ἐν ᾧ Μᾶρκος τε Ἀπουλέιος καὶ Πούπλιος Σίλιος ὑπάτευσαν κομισθεὶς πάντα τά τε ἐκεῖ καὶ τὰ ἐν τῇ Βιθυνίᾳδιέταξεν, οὐχ ὅτι τοῦ δήμου καὶ ταῦτα τὰ ἔθνη καὶ τὰ πρότερα ἐδόκει εἶναι ἐν ὀλιγωρίᾳ αὐτὰ ποιησάμενος, ἀλλὰ καὶ πάνυ πάντων σφῶν ὡς καὶ ἑαυτοῦ ὄντων ἐπιμεληθείς· τά τε γὰρ ἄλλα ὅσαπερ καὶ προσῆκον ἦν ἐπηνώρθωσε, καὶ χρήματα τοῖς μὲν ἐπέδωκε τοῖς δὲ καὶ ὑπὲρ τὸν φόρονἐσενεγκεῖν προσέταξε. τούς τε Κυζικηνούς, ὅτι Ῥωμαίους τινὰς ἐν στάσει μαστιγώσαντες ἀπέκτειναν, ἐδουλώσατο. καὶ τοῦτο καὶ τοὺς Τυρίους τούς τε Σιδωνίους διὰ τὰς στάσεις ἐποίσεν, ἐν τῇ Συρίᾳ γενόμενος.κἀν τούτῳ ὁ Φραάτης φοβηθεὶς μὴ καὶ ἐπιστρατεύσῃ οἱ, ὅτι μηδέπω τῶν συγκειμένων ἐπεποιήκει τι, τά τε σημεῖα αὐτῷ καὶ τοὺς αἰχμαλώτους, πλὴν ὀλίγων οἳ ὑπʼ αἰσχύνης σφᾶς ἔφθειραν ἢ καὶ κατὰ χώραν λαθόντες ἔμειναν,ἀπέπεμψε. καὶ αὐτοὺς ἐκεῖνος ὡς καὶ πολέμῳ τινὶ τὸν Πάρθον νενικηκὼς ἔλαβε· καὶ γὰρ ἐπὶ τούτοις ἐφρόνει μέγα, λέγων ὅτι τὰ πρότερόν ποτε ἐν ταῖς μάχαις ἀπολόμενα ἀκονιτὶ ἐκεκόμιστο.ἀμέλει καὶ θυσίας ἐπʼ αὐτοῖς καὶ νεὼν Ἄρεως Τιμωροῦ ἐν τῷ Καπιτωλίῳ, κατὰ τὸ τοῦ Διὸς τοῦ Φερετρίου ζήλωμα, πρὸς τὴν τῶν σημείων ἀνάθεσιν καὶ ψηφισθῆναι ἐκέλευσε καὶ ἐποίησε, καὶ προσέτι καὶ ἐπὶ κέλητος ἐς τὴν πόλιν ἐσήλασε καὶ ἁψῖδι τροπαιοφόρῳ ἐτιμήθη.ταῦτα μὲν ἐπʼ ἐκείνοις ὕστερον ἐπράχθη· τότε δὲ αὐτός τε προστάτης τῶν περὶ τὴν Ῥώμην ὁδῶν αἱρεθεὶς καὶ τὸ χρυσοῦν μίλιον κεκλημένον ἔστησε, καὶ ὁδοποιοὺς αὐταῖς ἐκ τῶν ἐστρατηγηκότων, ῥαβδούχοις δύο χρωμένους, προσέταξε.καὶ ἡ Ἰουλία τὸν Γάιον ὀνομασθέντα ἔτεκε, βουθυσία τέ τις τοῖς γενεθλίοις αὐτοῦ ἀίδιος ἐδόθη· καὶ τοῦτο μὲν ἐκ ψηφίσματος, ὥσπερ που καὶ τἆλλα, ἐγένετο· ἰδίᾳ δὲ δὴ οἱ ἀγορανόμοι ἱπποδρομίαν τε ἐν τοῖς τοῦ Αὐγούστου γενεθλίοις καὶ θηρίων σφαγὰς ἐποίησαν.ἐν μὲν οὖν τῇ πόλει ταῦτʼ ἐπράττετο, ὁ δὲ Αὔγουστος τὸ μὲν ὑπήκοον κατὰ τὰ τῶν Ῥωμαίων ἔθη διῴκει, τὸ δὲ ἔνσπονδον τῷ πατρίῳ σφίσι τρόπῳ εἴα ἄρχεσθαι· οὐδʼ ἠξίωσεν οὔτε ἐκείνῳ τι προσθέσθαι οὔτε ἕτερόν τι προσκτήσασθαι, ἀλλʼ ἀκριβῶς ἀρκεῖσθαι τοῖς ὑπάρχουσιν ἐδικαίου,καὶ τοῦτο καὶ τῇ βουλῇ ἐπέστειλεν. ὥστε πολέμου μὲν οὐδὲν τότε γʼ ἐφήψατο, δυναστείας δὲ δὴ Ἰαμβλίχῳ τε τῷ Ἰαμβλίχου τὴν τῶν Ἀραβίων τὴν πατρῴαν καὶ Ταρκονδιμότῳ τῷ Ταρκονδιμότου τὴν τῆς Κιλικίας, ἣν ὁ πατὴρ αὐτοῦ ἔσχε, πλὴν παραθαλασσιδίων τινῶν ἔδωκεν· ἐκεῖνα γὰρ τῷ Ἀρχελάῳ μετὰ τῆς σμικροτέρας Ἀρμενίας ἐχαρίσατο, ὅτι ὁ Μῆδος ὁ πρὶν αὐτῆς