καὶ δεινῶς αὐτὴν ἐλυμήνατο. ὡς οὖν οὗτός τε ταῦτʼ ἐποίει καὶ οἱ Σιαλέται τὴν Μακεδονίαν ἐκακούργουν, Λούκιος Πίσων ἐκ Παμφυλίας, ἧς ἦρχε, προσετάχθη σφίσι· καὶ προαναχωρησάντων οἴκαδε τῶν Βησσῶν ἐπειδὴ ἐπυνθάνοντο αὐτὸν προσιόντα, ἔς τε τὴν γῆν αὐτῶν ἀφίκετο, καὶ ἡττηθεὶς τὸ πρῶτον ἀντεπεκράτησε, καὶ ἐκείνην τε καὶ τὴν τῶν προσχώρων τῶν συνεπαναστάντωνσφίσιν ἐπόρθησε. καὶ τότε τοὺς μὲν ἐθελοντὰς προσθέμενος τοὺς δʼ ἄκοντας ἐκπλήξας, τοῖς δὲ καὶ ἐκ παρατάξεως συνενεχθείς, πάντας αὐτοὺς ὑπηγάγετο, καὶ μετὰ τοῦτο νεοχμώσαντάς τινας αὐτῶν αὖθις κατεδουλώσατο. καὶ αὐτῷ διὰ ταῦτα καὶ ἱερομηνίαι καὶ τιμαὶ ἐπινίκιοι ἐδόθησαν.ἐν ᾧ δʼ οὖν ἐκεῖνα ἐγίγνετο, ὁ Αὔγουστος ἀπογραφάς τε ἐποιήσατο, πάντα τὰ ὑπάρχοντά οἱ καθάπερ τις ἰδιώτης ἀπογραψάμενος, καὶ τὴν βουλὴν κατελέξατο. ὁρῶν δὲ ὅτι οὐκ ἀεὶ συχνοὶ συνελέγοντο, ἐκέλευσε τὰ δόγματα αὐτῆς καὶ ἐν ἐλάττοσιν ἢ τετρακοσίοις γίγνεσθαι· οὐ γὰρ ἐξῆντινα ἐκ τοῦ πρὶν ἄλλως κυροῦσθαι. ἐπειδή τε ἀργύριον αὖθις ἐς εἰκόνας αὐτοῦ καὶ ἐκείνη καὶ ὁ δῆμος συνεσήνεγκαν, ἑαυτοῦ μὲν οὐδεμίαν, Ὑγιείας δὲ δημοσίας καὶ προσέτι καὶ Ὁμονοίας Εἰρήνης τε ἔστησεν. ἀεί τε γὰρ ὡς εἰπεῖν καὶ ἐπὶ πάσῃ προφάσει τοῦτʼ ἐποίουν, καὶ τέλος καὶ ἐν αὐτῇ τῇ πρώτῃ τοῦ ἔτους ἡμέρᾳ οὐκέτι ἰδίᾳ που κατέβαλλον αὐτό, ἀλλʼ αὐτῷ ἐκείνῳ προσιόντες οἱ μὲνπλεῖον ἔλαττον ἐδίδοσαν. καὶ ὃς προσθεὶς ἂν ἕτερον τοσοῦτον ἢ καὶ πλέον ἀντεδίδου, οὐχ ὅπως τοῖς βουλευταῖς ἀλλὰ καὶ τοῖς ἄλλοις. ἤδη δὲ καὶ ἐκεῖνο ἤκουσα, ὅτι καὶ ἄλλο τι ἀργύριον ἐκ λογίου τινὸς ἢ καὶ ὀνείρατος παρὰ τῶν προστυχόντων οἱ, ὡς καὶ προσαιτῶν, ἐν μιᾷ τοῦ ἔτους ἡμέρᾳ ἐλάμβανε.καὶ τοῦτο μέν, εἴ γέ τῳ πιστόν, οὕτω παραδέδοται· ἐν δὲ τῷ ἔτει ἐκείνῳ τήν τε Ἰουλίαν τῷ Τιβερίῳ συνῴκισε, καὶ τὴν Ὀκταουίαν τὴν ἀδελφὴν ἀποθανοῦσαν προέθετο ἐπὶ τοῦ Ἰουλιείου ἡρῴου, παραπετάσματι καὶ τότε ἐπὶ τοῦ νεκροῦχρησάμενος. καὶ αὐτός τε ἐκεῖ τὸν ἐπιτάφιον εἶπε, καὶ ὁ Δροῦσος ἐπὶ τοῦ βήματος· δημόσιον γὰρ τὸ πένθος ἀλλαξαμένων τὴν ἐσθῆτα τῶν βουλευτῶν ἐγένετο. καὶ τὸ μὲν σῶμα αὐτῆς οἱ γαμβροὶ ἐξήνεγκαν, τὰ δὲ δὴ ψηφισθέντα αὐτῇ οὐ πάντα ὁ Αὔγουστος ἐδέξατο.κἀν τῷ αὐτῷ τούτῳ χρόνῳ ὅ τε ἱερεὺς τοῦ Διὸς πρῶτον μετὰ τὸν Μερούλαν ἀπεδείχθη, καὶ τοῖς ταμίαις τὰ δόγματα τὰ ἑκάστοτε γιγνόμενα διὰ φυλακῆς ποιεῖσθαι ἐκελεύσθη, ἐπειδὴ οἵ τε δήμαρχοι καὶ οἱ ἀγορανόμοι οἱ πρότερον αὐτὰ ἐπιτετραμμένοι διὰ τῶν ὑπηρετῶν τοῦτʼ ἔπραττον, καί τις ἐκ τούτου καὶ διαμαρτία καὶ ταραχὴ ἐγένετο.ἐψηφίσθη μὲν οὖν τὸν Ἰανὸν τὸν Γέμινον ὡς καὶ πεπαυμένων τῶν πολέμων (ἀνέῳκτο γάρʼ κλεισθῆναι, οὐ μέντοι καὶ ἐκλείσθη· οἵ τε γὰρ Δακοὶ τὸν Ἴστρον πεπηγότα διαβάντες λείαν ἐκ τῆς Παννονίας ἀπετέμοντο, καὶ οἱ Δελμάται πρὸς τὰς ἐσπράξεις τῶν χρημάτων ἐπανέστησαν.καὶ τούτους μὲν ὁ Τιβέριος ἐκ τῆς Γαλατίας, ἐς ἣν μετὰ τοῦ Αὐγούστου ἐσεληλύθει, καταπεμφθεὶς ἀνεκτήσατο, τὰ δὲ δὴ τῶν Κελτῶν τῶν τε ἄλλων καὶ τῶν Χάττων (πρὸς γὰρ τοὺς Συγάμβρους μετέστησαν, καὶ τῆς χώρας αὐτῶν, ἣν οἰκεῖν παρὰ τῶν Ῥωμαίων εἰλήφεσαν, ἐξανέστησανʼ ὁ Δροῦσοςτὰ μὲν ἐκάκωσε τὰ δὲ ἐχειρώσατο. καὶ μετὰ τοῦτο ἔς τε τὴν Ῥώμην σὺν τῷ Αὐγούστῳ ἀνεκομίσθησαν (ἐν γὰρ τῇ Λουγδουνίδι τὰ πολλὰ οὗτος ἐγγύθεν τοῖς Κελτοῖς ἐφεδρεύων διέτριβἐ, καὶ ὅσα ἐπὶ ταῖς νίκαις ἐψήφιστο ἢ καὶ ἄλλως καθήκοντα ἦν γενέσθαι, ἐπετέλεσαν.