κἀν τούτῳ τὸν Ἀγρίππαν ἐκ τῆς Συρίας ἐλθόντα τῇ τε δημαρχικῇ ἐξουσίᾳ αὖθις ἐς ἄλλα ἔτη πέντε ἐμεγάλυνε καὶ ἐς τὴν Παννονίαν πολεμησείουσαν ἐξέπεμψε, μεῖζον αὐτῷ τῶν ἑκασταχόθι ἔξω τῆς Ἰταλίας ἀρχόντων ἰσχῦσαι ἐπιτρέψας.καὶ ὃς τὴν μὲν στρατείαν καίτοι τοῦ χειμῶνος, ἐν ᾧ Μᾶρκος τε Οὐαλέριος καὶ Πούπλιος Σουλπίκιος ὑπάτευον, ἐνεστηκότος ἐποιήσατο, ἐκπλαγέντων δὲ τῶν Παννονίων πρὸς τὴν ἔφοδον αὐτοῦ καὶ μηδὲν ἔτι νεωτερισάντων ἐπανῆλθε, καὶ ἐνΚαμπανίᾳ γενόμενος ἐνόσησε. πυθόμενος δὲ τοῦτο ὁ Αὔγουστος (ἔτυχε δὲ ἐν τοῖς Παναθηναίοις ὁπλομαχίας ἀγῶνας τῷ τῶν παίδων ὀνόματι τιθείσʼ ἐξωρμήθη, καὶ καταλαβὼν αὐτὸν τεθνηκότα ἔς τε τὸ ἄστυ τὸ σῶμα αὐτοῦ ἐσεκόμισε καὶ ἐν τῇ ἀγορᾷ προέθηκε, τόν τε λόγον τὸν ἐπʼ αὐτοῦ εἶπε, παραπέτασμά τι πρὸ τοῦ νεκροῦ παρατείνας.ὅπερ ἐγὼ μὲν οὐκ οἶδα διὰ τί ἐποίησεν, εἴρηται δὲ ὅμως τοῖς μὲν ὅτι ἀρχιέρεως ἦν, τοῖς δὲ ὅτι τὰ τῶν τιμητῶν ἔπραττεν, οὐκ ὀρθῶς φρονοῦσιν· οὔτε γὰρ τῷ ἀρχιέρεῳ ἀπείρηται νεκρὸν ὁρᾶν οὔτε τῷ τιμητῇ, πλὴν ἂν τὸ τέλος ταῖς ἀπογραφαῖς μέλλῃ ἐπάξειν· ἂν γάρ τινα πρὸ τοῦ καθαρσίου ἴδῃ, ἀνάδαστα τὰ πραχθέντα αὐτῷ πάντα γίγνεται.τοῦτό τε οὖν οὕτως ἔδρασε, καὶ τὴν ἐκφορὰν αὐτοῦ ἐν τῷ τρόπῳ ἐν ᾧ καὶ αὐτὸς μετὰ ταῦτα ἐξηνέχθη ἐποιήσατο, καὶ αὐτὸν καὶ ἐν τῷ ἑαυτοῦ μνημείῳ ἔθαψε, καίτοι ἴδιον ἐν τῷ Ἀρείῳ πεδίῳ λαβόντα.Ἀγρίππας μὲν οὖν οὕτω μετήλλαξε, τά τε ἄλλα ἄριστος τῶν καθʼ ἑαυτὸν ἀνθρώπων διαφανῶς γενόμενος, καὶ τῇ τοῦ Αὐγούστου φιλίᾳ πρός τε τὸ αὐτῷ ἐκείνῳ καὶ πρὸς τὸ τῷ κοινῷσυμφορώτατον χρησάμενος. ὅσον τε γὰρ τοὺς ἄλλους ἀρετῇ κατεκράτει, τοσοῦτον ἐκείνου ἐθελοντὴς ἡττᾶτο, καὶ πᾶσαν αὐτῷ τὴν ἑαυτοῦ καὶ σοφίαν καὶ ἀνδρείαν ἐς τὰ λυσιτελέστατα παρέχων πᾶσαν τὴν παρʼ ἐκείνου καὶ τιμὴν καὶ δύναμινἐς τὸ τοὺς ἄλλους εὐεργετεῖν ἀνήλισκεν. ἀφʼ οὗ δὴ καὶ τὰ μάλιστα οὔτʼ αὐτῷ ποτε τῷ Αὐγούστῳ ἐπαχθὴς οὔτε τοῖς ἄλλοις ἐπίφθονος ἐγένετο, ἀλλʼ ἐκείνῳ τε τὴν μοναρχίαν ὡς καὶ δυναστείας ὄντως ἐπιθυμητὴς συνέστησε, καὶ τὸν δῆμον εὐεργεσίαιςὡς καὶ δημοτικώτατος προσεποιήσατο. καὶ τότε γοῦν κήπους τέ σφισι καὶ τὸ βαλανεῖον τὸ ἐπώνυμον αὐτοῦ κατέλιπεν, ὥστε προῖκα αὐτοὺς λοῦσθαι, χωρία τινὰ ἐς τοῦτο τῷ Αὐγούστῳ δούς. καὶ ὃς οὐ μόνον ταῦτʼ ἐδημοσίευσεν, ἀλλὰ καὶ καθʼ ἑκατὸν δραχμὰς τῷ δήμῳ ὡς καὶ ἐκείνουκελεύσαντος διένειμε. τῶν τε γὰρ πλείστων αὐτοῦ ἐκληρονόμησεν, ἐν οἷς ἄλλα τε καὶ ἡ Χερρόνησος ἦν ἡ πρὸς τῷ Ἑλλησπόντῳ, οὐκ οἶδʼ ὅπως ἐς τὸν Ἀγρίππαν ἐλθοῦσα· καὶ πάνυ ἐπὶ πολὺ αὐτὸν ἐπόθησεν, καὶ διὰ τοῦτο καὶ ἔντιμον παρὰ τῷ δήμῳ ἐποίησε, τόν τε υἱὸν τὸν τελευτήσαντί οἱ γεννηθέντα Ἀγρίππαν προσηγόρευσεν.οὐ μέντοι οὔτε τοῖς ἄλλοις ἐκλιπεῖν τι τῶν πατρίων, καίπερ μηδενὸς τῶν πρώτων ἐς τὰς πανηγύρεις ἀπαντῆσαι ἐθέλοντος, ἐπέτρεψε, καὶ αὐτὸς τὰς μονομαχίας διετέλεσε· πολλάκις τεκαὶ ἀπόντος αὐτοῦ ἐποιοῦντο. οὕτω γοῦν οὐκ ἴδιον τοῦτο τὸ πάθος τῇ τοῦ Ἀγρίππου οἰκίᾳ ἀλλὰ καὶ κοινὸν πᾶσι τοῖς Ῥωμαίοις ἐγένετο, ὥστε καὶ σημεῖα ὅσα πρὸ τῶν μεγίστων συμφορῶν συμβαίνειν σφίσιν εἴωθε, καὶ τότε συνενεχθῆναι. βύαι τε γὰρ τῇ πόλει διεφοίτησαν, καὶ κεραυνὸς ἐς τὴν ἐν τῷ Ἀλβανῷ οἰκίαν, ἐς ἣν οἱ ὕπατοι ἐνταῖς ἱερουργίαις καταλύουσιν, ἐνέσκηψε. τό τε ἄστρον ὁ κομήτης ὠνομασμένος ἐπὶ πολλὰς ἡμέρας ὑπὲρ αὐτοῦ τοῦ ἄστεως αἰωρηθεὶς ἐς λαμπάδας διελύθη. καὶ πυρὶ ἄλλα τε τῆς πόλεως συχνὰ καὶ ἡ τοῦ Ῥωμύλου σκηνὴ ἐκαύθη, κοράκων κρέα ἐς αὐτὴν ἐκ βωμοῦ τινος ἔμπυρα ἐμβαλόντων.οὕτω μὲν τὰ κατὰ Ἀγρίππαν ἐγένετο· μετὰ δὲ δὴ τοῦτο ὁ Αὔγουστος ἐπιμελητής τε καὶ ἐπανορθωτὴς τῶν τρόπων ἐς ἕτερα ἔτη πέντε αἱρεθείς (καὶ γὰρ τοῦτο κατὰ προθεσμίας, ὥσπερ που καὶ τὴν μοναρχίαν, ἐλάμβανἐ θυμιᾶν τε τοὺς βουλευτὰς ἐν τῷ συνεδρίῳ, ὁσάκις ἂν ἕδρα αὐτῶν ᾖ, καὶ τὴν ἄφιξιν πρὸς ἑαυτὸν μὴ ποιεῖσθαι, τὸ μὲν ἵνα θεοσεβῶσι, τὸ δὲ ἵνʼ ἀπονητὶ συνίωσιν,ἐκέλευσε. τὴν δὲ δημαρχίαν ὀλίγων σφόδρα διὰ τὸ τὴν ἰσχύν σφων καταλελύσθαι αἰτούντων, ἐνομοθέτησεν ἐκ τῶν ἱππέων τῶν μὴ ἔλαττον πέντε καὶ εἴκοσι μυριάδας κεκτημένων προβάλλεσθαι τοὺς ἐν ταῖς ἀρχαῖς ἕνα ἕκαστον, κἀκ τούτων τὸ πλῆθος τοὺς ἐνδέοντας αἱρεῖσθαι ἐφʼ ᾧ τε, εἰ μὲν καὶ βουλεύειν μετὰ τοῦτʼ ἐθέλοιεν, εἰ δὲ μή, ἐς τὴν ἱππάδα αὖθις ἐπανιέναι ἐξεῖναι.ἐπειδή τε ἡ Ἀσία τὸ ἔθνος ἐπικουρίας τινὸς διὰ σεισμοὺς μάλιστα ἐδεῖτο, τόν τε φόρον αὐτῆς τὸν ἔτειον ἐκ τῶν ἑαυτοῦ χρημάτων τῷ κοινῷ ἐσήνεγκε, καὶ ἄρχοντά οἱ ἐκ τοῦ κλήρου, ἀλλʼ οὐχ αἱρετόν, ἐπὶ δύο ἔτη προσέταξε.κακῶς τέ ποτε τοῦ Ἀπουλεΐου καὶ τοῦ Μαικήνου ἐν δικαστηρίῳ τινὶ μοιχείας, οὐχ ὅτι τι καὶ αὐτοὶ ὑβρίκεσαν ἀλλʼ ὅτι τῷ κρινομένῳ σπουδῇ συνῄροντο, ἀκουόντων ἦλθέ τε ἐς τὸ δικαστήριον, καὶ ἐν τῇ τοῦ στρατηγοῦ ἕδρᾳ καθιζήσας δεινὸν μὲν οὐδὲν ἔπραξεν, ἀπειπὼν δὲ τῷ κατηγόρῳ μήτε τοὺς συγγενεῖς μήτε τοὺςφίλους αὐτοῦ προπηλακίζειν ἀνέστη. καὶ αὐτὸν διά τε ταῦτα καὶ διὰ τὰ ἄλλα ἀνδριᾶσί τε ἐκ συντελείας ἐτίμησαν, καὶ τῷ τοῖς τε ἀγύνοις καὶ ταῖς ἀνάνδροις καὶ συνθεᾶσθαι τοῖς ἄλλοις καὶ συνδειπνεῖν ἐν τοῖς γενεθλίοις αὐτοῦ δοῦναι οὐ γὰρ ἐξῆν οὐδέτερον.