ἔπειτα δὲ καὶ τὸν Ῥῆνον διαβάντες τήν τε Γερμανίαν καὶ τὴν Γαλατίαν ἐλεηλάτησαν, τό τε ἱππικὸν τὸ τῶν Ῥωμαίων ἐπελθόν σφισιν ἐνήδρευσαν, καὶ φεύγουσιν αὐτοῖς ἐπισπόμενοι τῷ τε Λολλίῳ ἄρχοντι αὐτῆς ἐνέτυχον ἀνέλπιστοι καὶἐνίκησαν καὶ ἐκεῖνον. μαθὼν οὖν ταῦτα ὁ Αὔγουστος ὥρμησε μὲν ἐπʼ αὐτούς οὐ μέντοι καὶ ἔργον τι πολέμου ἔσχεν· οἱ γὰρ βάρβαροι τόν τε Λόλλιον παρασκευαζόμενον καὶ ἐκεῖνον στρατεύοντα πυθόμενοι ἔς τε τὴν ἑαυτῶν ἀνεχώρησαν καὶ σπονδὰς ἐποιήσαντο, ὁμήρους δόντες.τῶν μὲν οὖν ὅπλων οὐδὲν διὰ ταῦθʼ ὁ Αὔγουστος ἐδεήθη, τὰ δὲ δὴ ἄλλα καθιστάμενος τοῦτόν τε τὸν ἐνιαυτὸν κατανάλωσε καὶ τὸν ὕστερον, ἐν ᾧ Μᾶρκος τε Λίβων καὶ Καλπούρνιος Πίσωνὑπάτευσαν. πολλὰ μὲν γὰρ καὶ ὑπὸ τῶν Κελτῶν, πολλὰ δὲ καὶ ὑπὸ Λικινίου τινὸς ἐπεπόνηντο. καί μοι δοκεῖ τοῦθʼ ὅτι μάλιστα τὸ κῆτός σφισι προσημῆναι· πλάτος μὲν γὰρ ποδῶν εἴκοσι μῆκος δὲ τριπλάσιον ἔχον, καὶ γυναικὶ πλὴν τῆς κεφαλῆς ἐοικός, ἐς τὴν γῆν ἑαυτὸ ἐκ τοῦ ὠκεανοῦ ἐξώκειλεν.ὁ δὲ δὴ Λικίνιος τὸ μὲν ἀρχαῖον Γαλάτης ἦν, ἁλοὺς δὲ ἐς τοὺς Ῥωμαίους καὶ δουλεύσας τῷ Καίσαρι ὑπὸ μὲν ἐκείνου ἠλευθερώθη, ὑπὸ δὲ τοῦ Αὐγούστου ἐπίτροπος τῆς Γαλατίας κατέστη.οὗτος οὖν πλεονεξίᾳ μὲν βαρβαρικῇ ἀξιώσει δὲ Ῥωμαϊκῇ χρώμενος, πᾶν μὲν τὸ κρεῖττόν ποτε αὐτοῦ νομισθὲν καθῄρει, πᾶν δὲ τὸ ἐν τῷ παρόντι ἰσχυρὸν ἠφάνιζε, καὶ συχνὰ μὲν καὶ πρὸς τὰ ἀναγκαῖα τῆς προστεταγμένης οἱ διακονίας ἐξεπόριζε, συχνὰ δὲ καὶ ἑαυτῷ τοῖς τε οἰκείοις παρεξέλεγε.καὶ ἐς τοσοῦτόν γε κακοτροπίας ἐχώρησεν ὥστε, ἐπειδή τινες ἐσφοραὶ κατὰ μῆνα παρʼ αὐτοῖς ἐγίγνοντο, τεσσαρεσκαίδεκα αὐτοὺς ποιῆσαι, λέγων τὸν μῆνα τοῦτον τὸν Δεκέμβριον καλούμενον δέκατον ὄντως εἶναι, καὶ δεῖν διὰ τοῦτο αὐτοὺς καὶ τοὺς δύο τοὺς ὑστάτους, ὧν τὸν μὲν ἑνδέκατον τὸν δὲ δωδέκατον ὠνόμαζε, νομίζειν, καὶ τὰ χρήματα τὰ ἐπιβάλλοντα αὐτοῖς ἐσφέρειν.διὰ μὲν οὖν ταῦτα τὰ σοφίσματα ἐκινδύνευσεν· οἱ γὰρ Γαλάται τοῦ Αὐγούστου λαβόμενοι δεινὰ ἐποίησαν, ὥστε καὶ ἐκεῖνον τὰ μὲν συνάχθεσθαί σφισι τὰ δὲ καὶ παραιτεῖσθαι· ἀγνοεῖν τέ τινα ἔλεγε, καὶ προσεποιεῖτο ἕτερα μὴ πιστεύειν, καὶ ἔστιν ἃ καὶ συνέκρυπτεν, αἰσχυνόμενος ὅτι τοιούτῳἐπιτρόπῳ ἐκέχρητο· ἄλλο δὲ τοιόνδε τι τεχνασάμενος καὶ πάνυ πάντων αὐτῶν κατεγέλασεν. ἐπειδὴ γὰρ χαλεπῶς οἱ τὸν Αὔγουστον ἔχοντα ᾔσθετο καὶ κολασθήσεσθαι ἔμελλεν, ἔς τε τὴν οἰκίαν αὐτὸν ἐσήγαγε, καὶ πολλοὺς μὲν καὶ ἀργυρίου καὶ χρυσίου θησαυροὺς πολλὰ δὲ καὶτἆλλα σωρηδὸν συννενημένα αὐτῷ δείξας, “ἐξεπίτηδες,” ἔφη, “ταῦτα, ὦ δέσποτα, καὶ ὑπὲρ σοῦ καὶ ὑπὲρ τῶν ἄλλων Ῥωμαίων ἤθροισα, ἵνα μὴ τοσούτων χρημάτων ἐγκρατεῖς οἱ ἐπιχώριοι ὄντες ἀποστῶσιν. ἀμέλει καὶ ἐτήρησά σοι πάντα αὐτὰ καὶ δίδωμι.” Καὶ ὁ μὲν οὕτως, ὡς καὶ ὑπὲρ τοῦ Αὐγούστου τὴν τῶν βαρβάρων ἰσχὺν ἐκνενευρικώς, ἐσώθη,Δροῦσος δὲ ἐν τούτῳ καὶ Τιβέριος τάδε ἔπραξαν. Ῥαιτοὶ οἰκοῦντες μεταξὺ τοῦ τε Νωρίκου καὶ τῆς Γαλατίας, πρὸς ταῖς Ἄλπεσι ταῖς πρὸς τῇ Ἰταλίᾳ ταῖς Τριδεντίναις, τῆς τε Γαλατίας τῆς προσόρου σφίσι πολλὰ κατέτρεχον καὶ ἐκ τῆς Ἰταλίας ἁρπαγὰς ἐποιοῦντο, τούς τε ὁδῷ τῶν Ῥωμαίων ἢ καὶ τῶν συμμάχων αὐτῶν διὰ τῆςσφετέρας γῆς χρωμένους ἐλυμαίνοντο. καὶ ταῦτα μὲν καὶ συνήθη πως τοῖς οὐκ ἐνσπόνδοις ποιεῖν ἐδόκουν, πᾶν δὲ δὴ τὸ ἄρρεν τῶν ἁλισκομένων, οὐχ ὅτι τὸ φαινόμενον ἀλλὰ καὶ τὸ ἐν ταῖς γαστράσιν ἔτι τῶν γυναικῶν ὂν μαντειαις τισινἀνευρίσκοντες, ἔφθειρον. διʼ οὖν ταῦτα ὁ Αὔγουστος πρῶτον μὲν τὸν Δροῦσον ἐπʼ αὐτοὺς ἔπεμψε· καὶ ὃς τοὺς προαπαντήσαντάς οἱ αὐτῶν περὶ τὰ Τριδεντῖνα ὄρη διὰ ταχέων ἐτρέψατο, ὥστε καὶ τιμὰς στρατηγικὰς ἐπὶ τούτῳ λαβεῖν. ἔπειτα δὲ ἐπειδὴ τῆς μὲν Ἰταλίας ἀπεκρούσθησαν, τῇ δὲ δὴ Γαλατίᾳ καὶ ὣς ἐνέκειντο, τὸνΤιβέριον προσαπέστειλεν. ἐσβαλόντες οὖν ἐς τὴν χώραν πολλαχόθεν ἅμα ἀμφότεροι, αὐτοί τε καὶ διὰ τῶν ὑποστρατήγων, καὶ ὅ γε Τιβέριος καὶ διὰ τῆς λίμνης πλοίοις κομισθείς, ἀπό τε τούτου κατέπληξαν αὐτοὺς ὡς ἑκάστοις σφίσι συμμιγνύντες, τούς τε ἀεὶ ἐς χεῖρας ἀφικνουμένους οὐ χαλεπῶς, ἅτε διεσπασμέναις ταῖς δυνάμεσι χρωμένους, κατειργάσαντο, καὶ τοὺς λοιποὺς ἀσθενεστέρους τε ἐκ τούτου καὶ ἀθυμοτέρους γενομένουςεἷλον. ἐπειδή τε ἐπολυάνδρουν καὶ ἐδόκουν τι νεωτεριεῖν, τό τε κράτιστον καὶ τὸ πλεῖστον τῆς ἡλικίας αὐτῶν ἐξήγαγον, καταλιπόντες τοσούτους ὅσοι τὴν μὲν χώραν οἰκεῖν ἱκανοὶ νεοχμῶσαι δέ τι ἀδύνατοι ἦσαν.κἀν τῷ αὐτῷ τούτῳ ἔτει Οὐήδιος Πωλίων ἀπέθανεν, ἀνὴρ ἄλλως μὲν οὐδὲν μνήμης ἄξιον παρασχόμενος (καὶ γὰρ ἐξ ἀπελευθέρων ἐγεγόνει καὶ ἐν τοῖς ἱππεῦσιν ἐξητάζετο καὶ λαμπρὸν οὐδὲν εἰργάσατὀ, ἐπὶ δὲ δὴ τῷ πλούτῳ τῇ τε ὠμότητι ὀνομαστότατος γενόμενος, ὥστε καὶ ἐς ἱστορίαςλόγον ἐσελθεῖν. οὗτος γὰρ τὰ μὲν ἄλλα ὅσα ἔπραττε, διʼ ὄχλου ἂν λεγόμενα γένοιτο, μυραίνας δὲ δεδιδαγμένας ἀνθρώπους ἐσθίειν ἐν δεξαμεναῖς τρέφων τοὺς δούλους αὐταῖς οὓς ἐθανάτου παρέβαλλε. καί ποτε τὸν Αὔγουστον ἑστιῶν, εἶτʼ ἐπειδὴ ὁ οἰνοχόος κύλικα κρυσταλλίνην κατέαξεν, ἐς τὰς μυραίνας αὐτόν, μηδὲ τὸν δαιτυμόνα αἰδεσθείς,