αὐτὰ ἀναλέξηται. τάς τε ἀρχὰς ἅπασι τοῖς δέκα μυριάδων οὐσίαν ἔχουσι καὶ ἄρχειν ἐκ τῶν νόμων δυναμένοις ἐπαγγέλλειν ἐπέτρεψε. τοσοῦτον γὰρ τὸ βουλευτικὸν τίμημα τὴν πρώτην εἶναι ἔταξεν, ἔπειτα καὶ ἐς πέντε καὶ εἴκοσι μυριάδας αὐτὸ προήγαγε. καί τισι τῶν εὖ βιούντων ἐλάττω, τότε μὲν τῶν δέκα, αὖθις δὲ τῶν πέντε καὶ εἴκοσι,κεκτημένοις ἐχαρίσατο ὅσον ἐνέδει. καὶ διὰ ταῦτα τοῖς βουλομένοις τῶν στρατηγῶν τριπλάσιον τοῦ παρὰ τοῦ δημοσίου σφίσιν ἐς τὰς πανηγύρεις διδομένου προσαναλίσκειν ἐφῆκεν. ὥστε εἰ καὶ πρὸς τὴν ἀκρίβειαν τῶν ἄλλων αὐτοῦ νομοθετημάτων ἤχθοντό τινες, ἀλλʼ ὑπό τε τούτου, καὶ ὅτι Πυλάδην τινὰ ὀρχηστὴν διὰ στάσιν ἐξεληλαμένον κατήγαγεν, οὐκέτʼ ἐκείνων ἐμέμνηντο.ὅθενπερ πάνυ σοφῶς ὁ Πυλάδης, ἐπιτιμώμενος ὑπʼ αὐτοῦ ἐπειδὴ Βαθύλλῳ ὁμοτέχνῳ τέ οἱ ὄντι καὶ τῷ Μαικήνᾳ προσήκοντι διεστασίαζεν, εἰπεῖν λέγεται ὅτι “συμφέρει σοι, Καῖσαρ, περὶ ἡμᾶς τὸν δῆμον ἀποδιατρίβεσθαι.”ταῦτα μὲν ἐν ἐκείνῳ τῷ ἔτει ἐγένετο· ἐπὶ δὲ δὴ Γαΐου τε Φουρνίου καὶ Γαΐου Σιλανοῦ ὑπάτων υἱὸν αὖθις ὁ Ἀγρίππας ἀνείλετο τὸν Λούκιον ὀνομασθέντα, καὶ αὐτὸν εὐθὺς ὁ Αὔγουστος μετὰ τοῦ ἀδελφοῦ τοῦ Γαΐου ἐποιήσατο, μὴ ἀναμείνας σφᾶς ἀνδρωθῆναι, ἀλλʼ αὐτόθεν διαδόχους τῆςἀρχῆς ἀποδείξας, ἵνʼ ἧττον ἐπιβουλεύηται. τήν τε τῆς Τιμῆς καὶ τῆς Ἀρετῆς πανήγυριν ἐς τὰς νῦν ἡμέρας μετέστησε, καὶ τοῖς τὰ ἐπινίκια πέμπουσιν ἔργον ἐκ τῶν λαφύρων ἐς τὴν τῶν πράξεων μνήμην ποιεῖν προσέταξε, τά τε σαικουλάρια τὰ πέμπτα ἐπετέλεσε. καὶ τοὺς ῥήτορας ἀμισθὶ συναγορεύειν, ἢ τετραπλάσιον ὅσον ἂν λάβωσινἐκτίνειν, ἐκέλευσε. τοῖς δὲ δικάζειν ἀεὶ λαγχάνουσιν ἀπεῖπεν ἐς μηδενὸς οἴκαδε τὸν ἐνιαυτὸν ἐκεῖνον ἐσιέναι. ἐπειδή τε ἀσπουδεὶ οἱ βουλευταὶ ἐς τὸ συνέδριον συνεφοίτων, ἐπηύξησε τὰς ζημίας τοῖς οὐκ ἐξ εὐλόγου τινὸς αἰτίας ὑστερίζουσι.καὶ μετὰ ταῦτα ἐς τὴν Γαλατίαν, Λουκίου τε Δομιτίου καὶ Πουπλίου Σκιπίωνος ὑπατευόντων, ὥρμησε, πρόφασιν τοὺς πολέμους τοὺς κατʼ ἐκεῖνοκινηθέντας λαβών. ἐπειδὴ γὰρ ἐπαχθὴς πολλοῖς ἐκ τῆς ἐν τῇ πόλει χρονίου διατριβῆς ἐγεγόνει, καὶ συχνοὺς μὲν ἔξω τι τῶν τεταγμένων πράττοντας δικαιῶν ἐλύπει, συχνῶν δὲ καὶ φειδόμενος τὰ νενομοθετημένα ὑφʼ ἑαυτοῦ παραβαίνειν ἠναγκάζετο, ἐκδημῆσαι τρόπον τινὰ κατὰ τὸν Σόλωναἔγνω. καί τινες καὶ διὰ τὴν Τερεντίαν τὴν τοῦ Μαικήνου γυναῖκα ἀποδημῆσαι αὐτὸν ὑπετόπησαν, ἵνʼ ἐπειδὴ πολλὰ περὶ αὐτῶν ἐν τῇ Ῥώμῃ ἐλογοποιεῖτο, ἄνευ θροῦ τινὸς ἐν τῇ ἀλλοδημίᾳ αὐτῇ συνῇ· οὕτω γὰρ οὖν πάνυ αὐτῆς ἤρα ὥστε καὶ ἀγωνίσασθαί ποτε αὐτὴν περὶ τοῦ κάλλουςπρὸς τὴν Λιουίαν ποιῆσαι. πρὶν δὲ ἢ ἀφορμᾶσθαι, τὸν τοῦ Κυρίνου ναὸν καθιέρωσεν ἐκ καινῆς οἰκοδομήσας. εἶπον δὲ τοῦτο ὅτι ἓξ καὶ ἑβδομήκοντα κίοσιν αὐτὸν ἐκόσμησεν, ὅσαπερ τὰ πάντα ἔτη διεβίω, κἀκ τούτου λόγον τισὶ παρέσχεν ὡς καὶ ἐξεπίτηδες αὐτὸ ἀλλʼ οὐ κατὰ τύχην ἄλλωςπράξας. ἐκεῖνόν τε οὖν τότε ἐθείωσε, καὶ μονομαχίας ἀγῶνας διά τε τοῦ Τιβερίου καὶ διὰ τοῦ Δρούσου, συγχωρηθὲν δή σφισιν ὑπὸ τῆς βουλῆς,ἔθηκε. καὶ οὕτω τὸ μὲν ἄστυ τῷ Ταύρῳ μετὰ τῆς ἄλλης Ἰταλίας διοικεῖν ἐπιτρέψας (τόν τε γὰρ Ἀγρίππαν ἐς τὴν Συρίαν αὖθις ἐστάλκει, καὶ τῷ Μαικήνᾳ διὰ τὴν γυναῖκα οὐκέθʼ ὁμοίως ἔχαιρἐ, τὸν δὲ δὴ Τιβέριον καίτοι στρατηγοῦντα παραλαβὼν ἐξώρμησεν. ἐστρατήγησε γὰρ καίπερ τὰς στρατηγικὰς τιμὰς ἔχων· καὶ τήν γε ἀρχὴν αὐτοῦ πᾶσαν ὁ Δροῦσος ἐκ δόγματος διήγαγεν.ἐξελθόντων δʼ οὖν αὐτῶν τὸ τῆς Νεότητος μέγαρον ὑπὸ τὴν ἐπιοῦσαν νύκτα κατεκαύθη, καὶ διά τε τοῦτο καὶ διὰ τἆλλα τὰ προγενόμενα (λύκος τε γὰρ διὰ τῆς ἱερᾶς ὁδοῦ ἐς τὴν ἀγορὰν ἐσπεσὼν ἀνθρώπους ἔφθειρε, καὶ μύρμηκες οὐ πόρρω τῆς ἀγορᾶς ἐκφανέστατα συνεστράφησαν, λαμπάς τέ τις ἀπὸ μεσημβρίας ἐπὶ τὴν ἄρκτον διὰ πάσης τῆς νυκτὸς ἠνέχθἠ εὐχὰς ὑπὲρ τῆς ἐπανόδου τοῦΑὐγούστου ἐποιήσαντο. κἀν τούτῳ καὶ τὴν πενταετηρίδα τῆς ἀρχῆς αὐτοῦ διεώρτασαν, τοῦ Ἀγρίππου (ἐν γὰρ τοῖς πεντεκαίδεκα ἀνδράσιν, οἷς ἐκ τῆς περιτροπῆς ἡ διοίκησις αὐτῆς ἐπέβαλλεν, ἱέρωτὀ διὰ τῶν συνιερέων ἀναλώσαντος.πολλὰ μὲν οὖν καὶ ἄλλα κατὰ τοὺς χρόνους ἐκείνους ἐταράχθη. καὶ γὰρ Καμμούνιοι καὶ Οὐέννιοι, Ἀλπικὰ γένη, ὅπλα τε ἀντήραντο καὶ νικηθέντες ὑπὸ Πουπλίου Σιλίου ἐχειρώθησαν·καὶ οἱ Παννόνιοι τήν τε Ἰστρίαν μετὰ Νωρίκων κατέδραμον, καὶ αὐτοί τε πρός τε τοῦ Σιλίου καὶ τῶν ὑποστρατήγων αὐτοῦ κακωθέντες αὖθις ὡμολόγησαν, καὶ τοῖς Νωρίκοις αἴτιοι τῆς αὐτῆςδουλείας ἐγένοντο. τά τε ἐν τῇ Δελματίᾳ καὶ τὰ ἐν τῇ Ἰβηρίᾳ νεοχμώσαντα διʼ ὀλίγου κατέστη, καὶ ἡ Μακεδονία ὑπό τε τῶν Δενθελητῶν καὶ ὑπὸ τῶν Σκορδίσκων ἐπορθήθη. ἔν τε τῇ Θρᾴκῃ πρότερον μὲν Μᾶρκος Λόλλιος Ῥυμητάλκῃ θείῳ τε τῶν τοῦ Κότυος παίδων καὶ ἐπιτρόπῳ ὄντι βοηθῶν Βησσοὺς κατεστρέψατο, ἔπειτα δὲ Λούκιος Γάιος Σαυρομάτας ἐκ τῆς αὐτῆς αἰτίας κρατήσας ὑπὲρτὸν Ἴστρον ἀπεώσατο. ὁ δὲ δὴ μέγιστος τῶν τότε συμβάντων τοῖς Ῥωμαίοις πολέμων, ὅσπερ που καὶ τὸν Αὔγουστον ἐκ τῆς πόλεως ἐξήγαγε, πρὸς τοὺς Κελτοὺς ἐγένετο. Σύγαμβροί τε γὰρ καὶ Οὐσιπέται καὶ Τέγκτηροι τὸ μὲν πρῶτον ἐν τῇ σφετέρᾳ τινὰς αὐτῶν συλλαβόντες ἀνεσταύρωσαν,