τάδε ἔνεστιν ἐν τῷ πεντηκοστῷ τρίτῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. ὡς ὁ τοῦ Ἀπόλλωνος ναὸς ἐν τῷ Παλατίῳ καθιερώθη. β. ὡς Καῖσαρ ἐδημηγόρησεν ἐν τῇ γερουσίᾳ ὡς τῆς μοναρχίας ἀφιστάμενος καὶ μετὰ τοῦτο τὰ ἔθνη πρὸς αὐτὴν ἐνείματο. γ. περὶ τῆς καταστάσεως τῶν ἀρχόντων τῶν ἐς τὰ ἔθνη πεμπομένων. δ. ὡς Καῖσαρ Αὔγουστος ἐπεκλήθη. ε. περὶ τῶν ὀνομάτων ὧν οἱ αὐτοκράτορες λαμβάνουσιν. ζ. ὡς τὰ σέπτα καθιερώθη. η. ὡς Καῖσαρ Ἄστυρσι καὶ Καντάβροις ἐπολέμησεν. θ. ὡς Γαλατία ὑπὸ Ῥωμαίων ἄρχεσθαι ἤρξατο. ι. ὡς ἡ στοὰ ἡ τοῦ Ποσειδῶνος καὶ τὸ βαλανεῖον τοῦ Ἀγρίππου καθιερώθη. κ. ὡς τὸ Πάνθειον καθιερώθη. λ. ὡς Αὔγουστος ἀφείθη τῆς ἀνάγκης τοῦ τοῖς νόμοις πείθεσθαι. μ. ὡς ἐπʼ Ἀραβίαν τὴν εὐδαίμονα στρατεία ἐγένετο. χρόνου πλῆθος ἔτη ἕξ, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο Καῖσαρ τὸ ς μ. Οὐιψάνιος Λ. υἱ. Ἀγρίππας τὸ β ὕπ. Καῖσαρ τὸ ζ μ. Οὐιψάνιος Λ. υἱ. Ἀγρίππας τὸ γ ὕπ. Καῖσαρ Αὔγουστος τὸ η τ. Στατίλιος Τ. υἱ. ταῦρος τὸ β ὕπ. Αὔγουστος τὸ θ μ. Ἰούνιος Μ. υἱ. Σιλανός ὕπ. Αὔγουστος τὸ ι γ. Νωρβανὸς Γ. υἱ. γ. ἔγγ. Φλάκκος ὕπ. Αὔγουστος τὸ ια Γν. Καλπούρνιος Γν. υἱ. Γν. ἔγγ. Πίσων ὕπ.τότε μὲν ταῦτʼ ἐγένετο, τῷ δὲ ἑξῆς ἔτει ἕκτον ὁ Καῖσαρ ἦρξε, καὶ τά τε ἄλλα κατὰ τὸ νομιζόμενον ἀπὸ τοῦ πάνυ ἀρχαίου ἐποίησε, καὶ τοὺς φακέλους τῶν ῥάβδων τῷ Ἀγρίππᾳ συνάρχοντί οἱ κατὰ τὸ ἐπιβάλλον παρέδωκεν, αὐτός τε ταῖς ἑτέραις ἐχρήσατο, καὶ διάρξας τὸν ὅρκον κατὰτὰ πάτρια ἐπήγαγε. καὶ εἰ μὲν καὶ αὖθις ταῦτʼ ἐποίησεν, οὐκ οἶδα· τὸν γὰρ Ἀγρίππαν ἐς ὑπερβολὴν ἐτίμα· ἀμέλει τήν τε ἀδελφιδῆν αὐτῷ συνῴκισε, καὶ σκηνήν, ὁπότε συστρατεύοιντο, ὁμοίαν τῇ ἑαυτοῦ παρεῖχε, τό τε σύνθημα παρʼἀμφοτέρων σφῶν ἐδίδοτο. ἐν δʼ οὖν τῷ τότε παρόντι τά τε ἄλλα ὥσπερ εἴθιστο ἔπραξε, καὶ τὰς ἀπογραφὰς ἐξετέλεσε, καὶ ἐν αὐταῖς πρόκριτος τῆς γερουσίας ἐπεκλήθη, ὥσπερ ἐν τῇ ἀκριβεῖ δημοκρατίᾳ ἐνενόμιστο. τό τε Ἀπολλώνιον τὸ ἐν τῷ Παλατίῳ καὶ τὸ τεμένισμα τὸ περὶ αὐτό, τάς τε ἀποθήκας τῶν βιβλίων,ἐξεποίησε καὶ καθιέρωσε. καὶ τὴν πανήγυριν τὴν ἐπὶ τῇ νίκῃ τῇ πρὸς τῷ Ἀκτίῳ γενομένῃ ψηφισθεῖσαν ἤγαγε μετὰ τοῦ Ἀγρίππου, καὶ ἐν αὐτῇ τὴν ἱπποδρομίαν διά τε τῶν παίδωνκαὶ διὰ τῶν ἀνδρῶν τῶν εὐγενῶν ἐποίησε. καὶ αὕτη μὲν διὰ πέντε ἀεὶ ἐτῶν μέχρι του ἐγίγνετο, ταῖς τέσσαρσιν ἱερωσύναις ἐκ περιτροπῆς μέλουσα, λέγω δὲ τούς τε ποντίφικας καὶ τοὺς οἰωνιστὰς τούς τε ἑπτὰ καὶ τοὺς πεντεκαίδεκα ἄνδρας καλουμένους· τότε δὲ καὶ γυμνικὸς ἀγὼν σταδίου τινὸς ἐν τῷ Ἀρειῳ πεδίῳ ξυλίνου κατασκευασθέντος ἐποιήθη, ὁπλομαχία τε ἐκ τῶν αἰχμαλώτωνἐγένετο. καὶ ταῦτα καὶ ἐπὶ πλείους ἡμέρας ἐπράχθη, οὐδὲ διέλιπε καίτοι νοσήσαντος τοῦ Καίσαρος, ἀλλὰ καὶ ὣς ὁ Ἀγρίππας καὶ τὸ ἐκείνου μέρος ἀνεπλήρου.ὁ δʼ οὖν Καῖσαρ ἔς τε τὰς θεωρίας ἐκ τῶν ἰδίων δῆθεν ἀνήλισκε, καὶ ἐπειδὴ χρημάτων τῷ δημοσίῳ ἐδέησεν, ἐδανείσατό τινα καὶ ἔδωκεν αὐτῷ, πρός τε τὴν διοίκησίν σφων δύο κατʼ ἔτος ἐκ τῶν ἐστρατηγηκότων αἱρεῖσθαι ἐκέλευσε. καὶ τῷ πλήθει τετραπλάσιον τὸν σῖτον ἔνειμε, βουλευταῖςτέ τισι χρήματα ἐχαρίσατο· οὕτω γὰρ δὴ πολλοί σφων πένητες ἐγεγόνεσαν ὥστε μηδʼ ἀγορανομῆσαί τινα διὰ τὸ μέγεθος τῶν ἀναλωμάτων ἐθελῆσαι, ἀλλὰ τά τε ἄλλα καὶ τὰ δικαστήρια τὰ τῇ ἀγορανομίᾳ προσήκοντα τοῖς στρατηγοῖς, καθάπερ εἴθιστο, τὰ μὲν μείζω τῷ ἀστυνόμῳ τὰ δὲ ἕτερα τῷ ξενικῷ προσταχθῆναι.πρὸς δὲ δὴ τούτοις τὸν ἀστυνόμον αὐτὸς ἀπέδειξεν· ὃ καὶ αὖθις πολλάκις ἐποίησε. καὶ τὰς ἐγγύας τὰς πρὸς τὸ δημόσιον πρὸ τῆς πρὸς τῷ Ἀκτίῳ μάχης γενομένας, πλὴν τῶν περὶ τὰ οἰκοδομήματα, ἀπήλλαξε, τά τε παλαιὰ συμβόλαιατῶν τῷ κοινῷ τι ὀφειλόντων ἔκαυσε. καὶ τὰ μὲν ἱερὰ τὰ Αἰγύπτια οὐκ ἐσεδέξατο εἴσω τοῦ πωμηρίου, τῶν δὲ δὴ ναῶν πρόνοιαν ἐποιήσατο· τοὺς μὲν γὰρ ὑπʼ ἰδιωτῶν τινων γεγενημένους τοῖς τε παισὶν αὐτῶν καὶ τοῖς ἐκγόνοις, εἴγε τινὲς περιῆσαν, ἐπισκευάσαι ἐκέλευσε, τοὺς δὲ λοιποὺς αὐτὸς ἀνεκτήσατο.οὐ μέντοι καὶ τὴν δόξαν τῆς οἰκοδομήσεώς σφων ἐσφετερίσατο, ἀλλʼ ἀπέδωκεν αὐτοῖς τοῖς κατασκευάσασιν αὐτούς. ἐπειδή τε πολλὰ πάνυ κατά τε τὰς στάσεις κἀν τοῖς πολέμοις, ἄλλως τε καὶ ἐν τῇ τοῦ Ἀντωνίου τοῦ τε Λεπίδου συναρχίᾳ, καὶ ἀνόμως καὶ ἀδίκως ἐτετάχει, πάντα αὐτὰ διʼ ἑνὸς προγράμματος κατέλυσεν, ὅρον τὴνἕκτην αὑτοῦ ὑπατείαν προθείς. εὐδοκιμῶν τε οὖν ἐπὶ τούτοις καὶ ἐπαινούμενος ἐπεθύμησε καὶ ἑτέραν τινὰ μεγαλοψυχίαν διαδείξασθαι, ὅπως καὶ ἐκ τοῦ τοιούτου μᾶλλον τιμηθείη, καὶ παρʼ ἑκόντων δὴ τῶν ἀνθρώπων τὴν μοναρχίαν βεβαιώσασθαι τοῦ μὴ δοκεῖν ἄκοντας αὐτοὺς βεβιάσθαι.κἀκ τούτου τοὺς μάλιστα ἐπιτηδείους οἱ τῶν βουλευτῶν παρασκευάσας ἔς τε τὴν γερουσίαν ἐσῆλθεν ἕβδομον ὑπατεύων, καὶ ἀνέγνω τοιάδε·“ἄπιστα μὲν εὖ οἶδʼ ὅτι δόξω τισὶν ὑμῶν, ὦ πατέρες, προῃρῆσθαι· ἃ γὰρ αὐτὸς ἕκαστος τῶν ἀκουόντων οὐκ ἂν ἐθελήσειε ποιῆσαι, ταῦτʼ οὐδὲ ἑτέρου λέγοντος πιστεύειν βούλεται, καὶ μάλισθʼ ὅτι πᾶς παντὶ τῷ ὑπερέχοντι φθονῶν ἑτοιμότερον