ὥστʼ εἴπερ ποτὲ καὶ αὖθις πεπρωμένον εἴη τὴν πόλιν ἡμῶν νοσῆσαι, τοῦτον αὐτὴν τὸν τρόπον εὔξασθαί τινα στασιάσαι· τὸ γάρ τοι τοσοῦτόν τε ἰσχύσαντας ἡμᾶς καὶ οὕτω καὶ τῇ ἀρετῇ καὶ τῇ τύχῃ ἀκμάσαντας ὥστε καὶ ἑκόντων καὶ ἀκόντων ὑμῶν αὐταρχῆσαι δυνηθῆναι, μήτε ἐκφρονῆσαι μήτε τῆς μοναρχίας ἐπιθυμῆσαι, ἀλλὰ καὶ ἐκεῖνον διδομένην αὐτὴν ἀπώσασθαι καὶ ἐμὲ δεδομένην ἀποδιδόναι, ὑπὲρ ἄνθρωπόνἐστιν. λέγω δὲ ταῦτα οὐκ ἄλλως ἐπικομπῶν (οὐδὲ γὰρ ἂν εἶπον αὐτὰ ἀρχήν, εἰ καὶ ὁτιοῦν πλεονεκτήσειν ἀπʼ αὐτῶν ἤμελλονʼ, ἀλλʼ ἵνα εἰδῆτε ὅτι πολλῶν καὶ μεγάλων ἔς τε τὸ κοινὸν εὐεργετημάτων καὶ ἐς τὰ οἰκεῖα σεμνολογημάτων ἡμῖν ὄντων, ἐπὶ τούτῳ μάλιστα ἀγαλλόμεθα ὅτι, ὧν ἕτεροι καὶ βιαζόμενοί τινας ἐπιθυμοῦσι, ταῦθʼἡμεῖς οὐδʼ ἀναγκαζόμενοι προσιέμεθα. τίς μὲν γὰρ ἂν μεγαλοψυχότερός μου, ἵνα μὴ καὶ τὸν πατέρα τὸν μετηλλαχότα αὖθις εἴπω, τίς δὲ δαιμονιώτερος εὑρεθείη; ὅστις, ὦ Ζεῦ καὶ Ἥρακλες, στρατιώτας τοσούτους καὶ τοιούτους, καὶ πολίτας καὶ συμμάχους, φιλοῦντάς με ἔχων, καὶ πάσης μὲν τῆς ἐντὸς τῶν Ἡρακλείων στηλῶν θαλάσσης πλὴν ὀλίγων κρατῶν, ἐν πάσαις δὲ ταῖς ἠπείροιςκαὶ πόλεις καὶ ἔθη κεκτημένος, καὶ μήτʼ ἀλλοφύλου τινὸς ἔτι προσπολεμοῦντός μοι μήτʼ οἰκείου στασιάζοντος, ἀλλὰ πάντων ὑμῶν καὶ εἰρηνούντων καὶ ὁμονοούντων καὶ εὐθενούντων καὶ τὸ μέγιστον ἐθελοντηδὸν πειθαρχούντων, ἔπειθʼ ἑκούσιος αὐτεπάγγελτος καὶ ἀρχῆς τηλικαύτης ἀφίσταμαι καὶ οὐσίας τοσαύτης ἀπαλλάττομαι.ὥστʼ εἴπερ ὁ Ὁράτιος ὁ Μούκιος ὁ Κούρτιος ὁ Ῥήγουλος οἱ Δέκιοι καὶ κινδυνεῦσαι καὶ ἀποθανεῖν ὑπὲρ τοῦ μέγα τι καὶ καλὸν πεποιηκέναι δόξαι ἠθέλησαν, πῶς οὐκ ἂν ἐγὼ μᾶλλον ἐπιθυμήσαιμι τοῦτο πρᾶξαι ἐξ οὗ κἀκείνους καὶ τοὺς ἄλλους ἅμα πάντας ἀνθρώπους εὐκλείᾳ ζῶνὑπερβαλῶ; μὴ γάρ τοι νομίσῃ τις ὑμῶν τοὺς μὲν πάλαι Ῥωμαίους καὶ ἀρετῆς καὶ εὐδοξίας ἐφεῖσθαι, νῦν δὲ ἐξίτηλον ἐν τῇ πόλει πᾶν τὸ ἀνδρῶδες γεγονέναι. μὴ μέντοι μηδʼ ὑποπτεύσῃ ὅτι προέσθαι τε ὑμᾶς καὶ πονηροῖς τισιν ἀνδράσιν ἐπιτρέψαι, ἢ καὶ ὀχλοκρατίᾳ τινί, ἐξ ἧς οὐ μόνον οὐδὲν χρηστὸν ἀλλὰ καὶ πάντα τὰ δεινότατα ἀεὶ πᾶσιν ἀνθρώποις γίγνεται, ἐκδοῦναι βούλομαι.ὑμῖν γάρ, ὑμῖν τοῖς ἀρίστοις καὶ φρονιμωτάτοις πάντα τὰ κοινὰ ἀνατίθημι. ἐκεῖνο μὲν γὰρ οὐδέποτʼ ἂν ἐποίησα, οὐδʼ εἰ μυριάκις ἀποθανεῖν ἢ καὶ μοναρχῆσαί με ἔδει· τοῦτο δὲ καὶ ὑπὲρἐμαυτοῦ καὶ ὑπὲρ τῆς πόλεως ποιῶ. αὐτός τε γὰρ καὶ πεπόνημαι καὶ τεταλαιπώρημαι, καὶ οὐκέτʼ οὔτε τῇ ψυχῇ οὔτε τῷ σώματι ἀντέχειν δύναμαι· καὶ προσέτι καὶ τὸν φθόνον καὶ τὸ μῖσος, ἃ καὶ πρὸς τοὺς ἀρίστους ἄνδρας ἐγγίγνεταί τισι, τάς τε ἐξ αὐτῶν ἐπιβουλὰς προορῶμαι.καὶ διὰ ταῦτα καὶ ἰδιωτεῦσαι μᾶλλον εὐκλεῶς ἢ μοναρχῆσαι ἐπικινδύνως αἱροῦμαι. καὶ τὰ κοινὰ κοινῶς ἂν πολὺ βέλτιον ἅτε καὶ ὑπὸ πολλῶν ἅμα διαγόμενα καὶ μὴ ἐς ἕνα τινὰ ἀνηρτημένα διοικοῖτο.δι’ οὖν ταῦτα καὶ ἱκετεύω καὶ δέομαι πάντων ὑμῶν ὁμοίως καὶ συνεπαινέσαι καὶ συμπροθυμηθῆναί μοι, λογισαμένους πάνθʼ ὅσα καὶ πεπολέμηκα ὑπὲρ ὑμῶν καὶ πεπολίτευμαι, κἀν τούτῳ πᾶσάν μοι τὴν ὑπὲρ αὐτῶν χάριν ἀποδόντας, ἐν τῷ συγχωρῆσαί μοι ἐν ἡσυχίᾳ ἤδη ποτὲ καταβιῶναι, ἵνα καὶ ἐκεῖνο εἰδῆτε ὅτι οὐ μόνον ἄρχειν ἀλλὰ καὶ ἄρχεσθαι ἐπίσταμαι, καὶ πάνθʼ ὅσα ἄλλοις ἐπέταξα, καὶ αὐτὸς ἀντεπιταχθῆναι δύναμαι.μάλιστα μὲν γὰρ καὶ ἀσφαλῶς ζήσειν καὶ μηδὲν ὑπὸ μηδενὸς μήτε ἔργῳ μήτε λόγῳ κακὸν πείσεσθαι προσδοκῶ· τοσοῦτόν που τῇ εὐνοίᾳ ὑμῶν, ἐξὧν αὐτὸς ἐμαυτῷ σύνοιδα, πιστεύω. ἂν δέ τι καὶ πάθω, οἷα πολλοῖς συμβαίνει (οὐδὲ γὰρ οἷόν τέ ἐστι πᾶσί τινα, ἄλλως τε καὶ ἐν τοσούτοις πολέμοις, τοῖς μὲν ὀθνείοις τοῖς δὲ καὶ ἐμφυλίοις, γενόμενον καὶ τηλικαῦτα πράγματα ἐπιτραπέντα, ἀρέσαἰ, καὶ πάνυ ἑτοίμως καὶ πρὸ τοῦ εἱμαρμένου μοι χρόνου τελευτῆσαι μᾶλλον ἰδιωτεύσας, ἢ καὶ ἀθάνατος μοναρχήσας γενέσθαι, αἱροῦμαι.ἐμοὶ μὲν γὰρ εὔκλειαν καὶ αὐτὸ τοῦτο οἴσει ὅτι οὐ μόνον οὐκ ἐφόνευσά τινα ὑπὲρ τοῦ τὴν ἀρχὴν κατασχεῖν, ἀλλὰ καὶ προσαπέθανον ὑπὲρ τοῦ μὴ μοναρχῆσαι· ὁ δὲ δὴ τολμήσας ἀποκτεῖναί με πάντως που καὶ ὑπὸ τοῦ δαιμονίου καὶ ὑφʼὑμῶν κολασθήσεται. ἅπερ που καὶ ἐπὶ τοῦ πατρός μου γέγονεν· ἐκεῖνος μὲν γὰρ καὶ ἰσόθεος ἀπεδείχθη καὶ τιμῶν ἀιδίων ἔτυχεν, οἱ δʼ ἀποσφάξαντες αὐτὸν κακοὶ κακῶς ἀπώλοντο. ἀθάνατοι μὲν γὰρ οὐκ ἂν δυνηθείημεν γενέσθαι, ἐκ δὲ δὴ τοῦ καλῶς ζῆσαι καὶ ἐκ τοῦ καλῶς τελευτῆσαικαὶ τοῦτο τρόπον τινὰ κτώμεθα. ἀφʼ οὗπερ καὶ ἐγὼ τὸ μὲν ἤδη ἔχων τὸ δὲ ἕξειν ἐλπίζων, ἀποδίδωμι ὑμῖν καὶ τὰ ὅπλα καὶ τὰ ἔθνη τάς τε προσόδους καὶ τοὺς νόμους, τοσοῦτον μόνον ὑπειπών, ἵνα μήτε τὸ μέγεθος ἢ καὶ τὸ δυσμεταχείριστον τῶν πραγμάτων φοβηθέντες ἀθυμήσητε, μήτʼ αὖ καταφρονήσαντες αὐτῶν ὡς καὶ ῥᾳδίως διοικεῖσθαι δυναμένων ἀμελήσητε.καίτοι καὶ καθʼ ἕκαστον τῶν μειζόνων οὐκ ἂν ὀκνήσαιμι ὑμῖν ἐν κεφαλαίοις ὅσα χρὴ πράττειν ὑποθέσθαι. τίνα δὲ ταῦτά ἐστι; πρῶτον μὲν τοὺς κειμένους νόμους ἰσχυρῶς φυλάττετε, καὶ μηδένα αὐτῶν μεταβάλητε· τὰ γὰρ ἐν ταὐτῷ μένοντα, κἂν χείρω ᾖ, συμφορώτερα τῶν ἀεὶ καινοτομουμένων, κἂν βελτίω εἶναι δοκῇ, ἐστίν.