παντάπασιν ἐγένετο. καὶ ὁ μὲν ἔκ τε τοῦ καμάτου καὶ ἐκ τῶν φροντίδων νοσήσας ἐς Ταρράκωνα ἀνεχώρησε καὶ ἐκεῖ ἠρρώστει· Γάιος δὲ Ἀντίστιος προσεπολέμησέ τε αὐτοῖς ἐν τούτῳ καὶ συχνὰ κατειργάσατο, οὐχ ὅτι καὶ ἀμείνων τοῦΑὐγούστου στρατηγὸς ἦν, ἀλλʼ ὅτι καταφρονήσαντες αὐτοῦ οἱ βάρβαροι ὁμόσε τε τοῖς Ῥωμαίοις ἐχώρησαν καὶ ἐνικήθησαν. καὶ οὕτως ἐκεῖνός τέ τινα ἔλαβε, καὶ Τίτος μετὰ ταῦτα Καρίσιος τήν τε Λαγκίαν τὸ μέγιστον τῶν Ἀστύρων πόλισμα ἐκλειφθὲν εἷλε καὶ ἄλλα πολλὰ παρεστήσατο.παυσαμένου δὲ τοῦ πολέμου τούτου ὁ Αὔγουστος τοὺς μὲν ἀφηλικεστέρους τῶν στρατιωτῶν ἀφῆκε, καὶ πόλιν αὐτοῖς ἐν Λυσιτανίᾳ τὴν Αὔγουσταν Ἠμέριταν καλουμένην κτίσαι ἔδωκε, τοῖς δὲ τὴν στρατεύσιμον ἡλικίαν ἔτʼ ἔχουσι θέας τινὰ διά τε τοῦ Μαρκέλλου καὶ διὰ τοῦ Τιβερίου ὡς καὶ ἀγορανομούντων ἐν αὐτοῖς τοῖς στρατοπέδοιςἐποίησε. καὶ τῷ μὲν Ἰούβᾳ τῆς τε Γαιτουλίας τινὰ ἀντὶ τῆς πατρῴας ἀρχῆς, ἐπείπερ ἐς τὸν τῶν Ῥωμαίων κόσμον οἱ πλείους αὐτῶν ἐσεγεγράφατο,καὶ τὰ τοῦ Βόκχου τοῦ τε Βογούου ἔδωκε· τοῦ δʼ Ἀμύντου τελευτήσαντος οὐ τοῖς παισὶν αὐτοῦ τὴν ἀρχὴν ἐπέτρεψεν, ἀλλʼ ἐς τὴν ὑπήκοον ἐσήγαγε, καὶ οὕτω καὶ ἡ Γαλατία μετὰ τῆς Λυκαονίας Ῥωμαῖον ἄρχοντα ἔσχε, τά τε χωρία τὰ ἐκ τῆς Παμφυλίας πρότερον τῷ Ἀμύντᾳ προσνεμηθέντατῷ ἰδίῳ νομῷ ἀπεδόθη. ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον Μᾶρκος Οὐινίκιος Κελτῶν τινας μετελθών, ὅτι Ῥωμαίους ἄνδρας ἐς τὴν χώραν σφῶν κατὰ τὴν ἐπιμιξίαν ἐσελθόντας συλλαβόντες ἔφθειραν, τὸ ὄνομα καὶ αὐτὸς τὸ τοῦαὐτοκράτορος τῷ Αὐγούστῳ ἔδωκε. καὶ ἐψηφίσθη μέν που καὶ τὰ ἐπινίκια αὐτῷ καὶ ἐπὶ τούτοις καὶ ἐπὶ τοῖς ἄλλοις τοῖς τότε γενομένοις· ἐπεὶ δʼ οὐκ ἠθέλησεν αὐτὰ πέμψαι, ἁψίς τε ἐν ταῖς Ἄλπεσι τροπαιοφόρος οἱ ᾠκοδομήθη, καὶ ἐξουσία ἐδόθη τοῦ τῇ πρώτῃ τοῦ ἔτους ἡμέρᾳ καὶ τῷ στεφάνῳ καὶ τῇ ἐσθῆτι τῇ νικητηρίᾳ ἀεὶ χρῆσθαι. Αὔγουστος μὲν ταῦτά τε ἐν τοῖς πολέμοις ἔπραξε, καὶ τὸ τοῦ Ἰανοῦ τεμένισμα ἀνοιχθὲν διʼαὐτοὺς ἔκλεισεν, Ἀγρίππας δὲ ἐν τούτῳ τὸ ἄστυ τοῖς ἰδίοις τέλεσιν ἐπεκόσμησε. τοῦτο μὲν γὰρ τὴν στοὰν τὴν τοῦ Ποσειδῶνος ὠνομασμένην καὶ ἐξῳκοδόμησεν ἐπὶ ταῖς ναυκρατίαις καὶ τῇ τῶν Ἀργοναυτῶν γραφῇ ἐπελάμπρυνε, τοῦτο δὲ τὸ πυριατήριον τὸ Λακωνικὸν κατεσκεύασε· Λακωνικὸν γὰρ τὸ γυμνάσιον, ἐπειδήπερ οἱ Λακεδαιμόνιοι γυμνοῦσθαί τε ἐν τῷ τότε χρόνῳ καὶ λίπα ἀσκεῖν μάλισταἐδόκουν, ἐπεκάλεσε. τό τε Πάνθειον ὠνομασμένον ἐξετέλεσε· προσαγορεύεται δὲ οὕτω τάχα μὲν ὅτι πολλῶν θεῶν εἰκόνας ἐν τοῖς ἀγάλμασι, τῷ τε τοῦ Ἄρεως καὶ τῷ τῆς Ἀφροδίτης, ἔλαβεν, ὡς δὲ ἐγὼ νομίζω, ὅτι θολοειδὲς ὂν τῷ οὐρανῷ προσέοικεν.ἠβουλήθη μὲν οὖν ὁ Ἀγρίππας καὶ τὸν Αὔγουστον ἐνταῦθα ἱδρῦσαι, τήν τε τοῦ ἔργου ἐπίκλησιν αὐτῷ δοῦναι· μὴ δεξαμένου δὲ αὐτοῦ μηδέτερον ἐκεῖ μὲν τοῦ προτέρου Καίσαρος, ἐν δὲ τῷ προνάῳ τοῦ τε Αὐγούστου καὶ ἑαυτοῦ ἀνδριάνταςἔστησε. καὶ ἐγίγνετο γὰρ ταῦτα οὐκ ἐξ ἀντιπάλου τῷ Ἀγρίππᾳ πρὸς τὸν Αὔγουστον φιλοτιμίας, ἀλλʼ ἔκ τε τῆς πρὸς ἐκεῖνον λιπαροῦς εὐνοίας καὶ ἐκ τῆς πρὸς τὸ δημόσιον ἐνδελεχοῦς σπουδῆς, οὐ μόνον οὐδὲν αὐτὸν ἐπʼ αὐτοῖς ὁ Αὔγουστος ᾐτιάσατο, ἀλλὰ καὶ ἐπὶ πλεῖον ἐτίμησε.τούς τε γὰρ γάμους τῆς τε θυγατρὸς τῆς Ἰουλίας καὶ τοῦ ἀδελφιδοῦ τοῦ Μαρκέλλου μὴ δυνηθεὶς ὑπὸ τῆς νόσου ἐν τῇ Ῥώμῃ τότε ποιῆσαι δι’ ἐκείνου καὶ ἀπὼν ἑώρτασε· καὶ ἐπειδὴ ἡ οἰκία ἡ ἐν τῷ Παλατίῳ ὄρει, ἡ πρότερον μὲν τοῦ Ἀντωνίου γενομένη ὕστερον δὲ τῷ τε Ἀγρίππᾳ καὶ τῷ Μεσσάλᾳ δοθεῖσα, κατεφλέχθη, τῷ μὲν Μεσσάλᾳ ἀργύριον ἐχαρίσατο, τὸν δὲ Ἀγρίππανσύνοικον ἐποιήσατο. οὗτός τε οὖν ἐκ τούτων οὐκ ἀπεικότως ἐγαυροῦτο, καί τις Γάιος Θοράνιος αἰτίαν ἀγαθὴν ἔσχεν, ὅτι δημαρχῶν τὸν πατέρα, καίπερ ἐξελεύθερόν τινος ὄντα, ἔς τε τὸ θέατρον ἐσήγαγε καὶ ἐν τῷ δημαρχικῷ βάθρῳ παρεκαθίσατο. Πούπλιός τε Σερουίλιος ὄνομα καὶ αὐτὸς ἔλαβεν, ὅτι στρατηγῶν ἄρκτους τε τριακοσίας καὶ Λιβυκὰ ἕτερα θηρία ἴσα ἐν πανηγύρει τινὶ ἀπέκτεινεν.ἐκ δὲ τούτου δέκατον ὁ Αὔγουστος μετὰ Γαΐου Νωρβανοῦ ἦρξε, καὶ ἔν τε τῇ νουμηνίᾳ ὅρκους ἡ βουλὴ βεβαιοῦσα τὰς πράξεις αὐτοῦ ἐποιήσατο, καὶ ἐπειδὴ πλησιάζειν τε ἤδη τῇ πόλει ἠγγέλθη (ὑπὸ γὰρ τῆς ἀρρωστίας ἐχρόνισἐ καὶ τῷ δήμῳ καθʼ ἑκατὸν δραχμὰς δώσειν ὑπέσχετο,τό τε γράμμα τὸ περὶ αὐτῶν ἀπηγόρευσε μὴ πρότερον ἐκτεθῆναι πρὶν ἂν καὶ ἐκείνῃ συνδόξῃ, πάσης αὐτὸν τῆς τῶν νόμων ἀνάγκης ἀπήλλαξαν, ἵνʼ, ὥσπερ εἴρηταί μοι, καὶ αὐτοτελὴς ὄντως καὶ αὐτοκράτωρ καὶ ἑαυτοῦ καὶ τῶν νόμων πάντα τε ὅσα βούλοιτο ποιοίη καὶ πάνθʼ ὅσα ἀβουλοίημὴ πράττῃ. ταῦτα μὲν ἀποδημοῦντι ἔτʼ αὐτῷ ἐψηφίσθη, ἀφικομένῳ δὲ ἐς τὴν Ῥώμην ἄλλα τινὰ ἐπί τε τῇ σωτηρίᾳ καὶ ἐπὶ τῇ ἀνακομιδῇ αὐτοῦ ἐγένετο. τῷ τε Μαρκέλλῳ βουλεύειν τε ἐν τοῖς ἐστρατηγηκόσι καὶ τὴν ὑπατείαν δέκα θᾶττον ἔτεσιν ἤπερ ἐνενόμιστο αἰτῆσαι, καὶ τῷ Τιβερίῳ πέντε πρὸ ἑκάστης ἀρχῆς ἔτεσι τὸ αὐτὸ τοῦτοποιῆσαι ἐδόθη· καὶ παραχρῆμά γε οὗτος μὲν ταμίας ἐκεῖνος δὲ ἀγορανόμος ἀπεδείχθησαν. τῶν τε ταμιευσόντων ἐν τοῖς ἔθνεσιν ἐπιλειπόντων ἐκληρώθησαν ἐς αὐτὰ πάντες οἱ μέχρι δέκα ἄνω ἐτῶν ἄνευ τοῦ ἔργου τούτου τεταμιευκότες.