ἔπειτα δέ, ὅσα προστάττουσιν ὑμῖν οὗτοι ποιεῖν καὶ ὅσων ἀπαγορεύουσιν ἀπέχεσθαι, μὴ τῷ λόγῳ μόνον ἀλλὰ καὶ τῷ ἔργῳ, μηδʼ ἐν τῷ κοινῷ μόνον ἀλλὰ καὶ ἰδίᾳ ἀκριβῶς παρατηρεῖσθε,ὅπως μὴ τιμωρίας ἀλλὰ τιμῶν τυγχάνητε. τάς τε ἀρχὰς καὶ τὰς εἰρηνικὰς καὶ τὰς πολεμικὰς τοῖς ἀεὶ ἀρίστοις τε καὶ ἐμφρονεστάτοις ἐπιτρέπετε, μήτε φθονοῦντές τισι, μήθʼ ὑπὲρ τοῦ τὸν δεῖνα ἢ τὸν δεῖνα πλεονεκτῆσαί τι, ἀλλʼ ὑπὲρ τοῦ τὴν πόλιν καὶ σώζεσθαι καὶ εὐπραγεῖνφιλοτιμούμενοι. καὶ τοὺς μὲν τοιούτους τιμᾶτε, τοὺς δʼ ἄλλως πως πολιτευομένους κολάζετε. καὶ τὰ μὲν ἴδια κοινὰ τῇ πόλει παρέχετε, τῶν δὲ δημοσίων ὡς ἀλλοτρίων ἀπέχεσθε. καὶ τὰ μὲν ὑπάρχονθʼ ὑμῖν ἀκριβῶς φυλάττετε, τῶν δὲ μὴπροσηκόντων μηδαμῶς ἐφίεσθε. καὶ τοὺς μὲν συμμάχους καὶ τοὺς ὑπηκόους μήθʼ ὑβρίζετε μήτε ἐκχρηματίζεσθε, τοὺς δὲ πολεμίους μήτʼ ἀδικεῖτε μήτε φοβεῖσθε. τὰ μὲν ὅπλα ἐν ταῖς χερσὶν ἀεὶ ἔχετε, μὴ μέντοι μήτε κατʼ ἀλλήλωνμήτε κατὰ τῶν εἰρηνούντων αὐτοῖς χρῆσθε. τούς τε στρατιώτας τρέφετε μὲν ἀρκούντως, ὥστε μηδενὸς τῶν ἀλλοτρίων διʼ ἀπορίαν ἐπιθυμῆσαι, συνέχετε δὲ καὶ σωφρονίζετε, ὥστε μηδὲν κακὸν διὰ θρασύτητα δρᾶσαι.ἀλλὰ τί δεῖ μακρολογεῖν, πάνθʼ ἃ προσήκει ποιεῖν ὑμᾶς ἐπεξιόντα; καὶ γὰρ τὰ λοιπὰ ῥᾳδίως ἂν ἐκ τούτων ὡς χρὴ πράττεσθαι συνίδοιτε. ἓν οὖν ἔτι τοῦτο εἰπὼν παύσομαι, ὅτι ἂν μὲν οὕτω πολιτεύσησθε, αὐτοί τε εὐδαιμονήσετε καὶ ἐμοὶ χαριεῖσθε, ὅστις ὑμᾶς στασιάζοντας κακῶς λαβὼντοιούτους ἀπέδειξα, ἂν δʼ ἀδυνατήσητε καὶ ὁτιοῦν αὐτῶν πρᾶξαι, ἐμὲ μὲν μετανοῆσαι ποιήσετε, τὴν δὲ δὴ πόλιν ἔς τε πολέμους πολλοὺς καὶ ἐς κινδύνους μεγάλους αὖθις ἐμβαλεῖτε.”τοιαῦτα τοῦ Καίσαρος ἀναλέγοντος ποικίλον τι πάθος τοὺς βουλευτὰς κατελάμβανεν. ὀλίγοι μὲν γὰρ τήν τε διάνοιαν αὐτοῦ ᾔδεσαν κἀκ τούτου καὶ συνεσπούδαζον αὐτῷ· τῶν δʼ ἄλλων οἱ μὲν ὑπώπτευον τὰ λεγόμενα οἱ δὲ ἐπίστευόν σφισι, καὶ διὰ ταῦτα καὶ ἐθαύμαζον ὁμοίως ἀμφότεροι,οἱ μὲν τὴν περιτέχνησιν αὐτοῦ οἱ δὲ τὴν γνώμην, καὶ ἤχθοντο οἱ μὲν τῇ πραγματείᾳ αὐτοῦ οἱ δὲ τῇ μετανοίᾳ. τό τε γὰρ δημοκρατικὸν ἤδη τινὲς ὡς καὶ στασιῶδες ἐμίσουν, καὶ τῇ μεταστάσει τῆς πολιτείας ἠρέσκοντο, τῷ τε Καίσαρι ἔχαιρον. καὶ ἀπʼ αὐτῶν τοῖς μὲν παθήμασι διαφόροις τοῖςδὲ ἐπινοήμασιν ὁμοίοις ἐχρῶντο. οὔτε γὰρ πιστεύσαντες ἀληθῶς αὐτὰ λέγεσθαι χαίρειν ἐδύναντο, οὔθʼ οἱ βουλόμενοι τοῦτο διὰ τὸ δέος, οὔθʼ οἱ ἕτεροι διὰ τὰς ἐλπίδας· οὔτʼ ἀπιστήσαντες διαβαλεῖν τε αὐτὸν καὶ ἐλέγξαι ἐτόλμων, οἱ μὲνὅτι ἐφοβοῦντο, οἱ δʼ ὅτι οὐκ ἐβούλοντο. ὅθενπερ καὶ πιστεύειν αὐτῷ πάντες οἱ μὲν ἠναγκάζοντο οἱ δὲ ἐπλάττοντο. καὶ ἐπαινεῖν αὐτὸν οἱ μὲν οὐκ ἐθάρσουν οἱ δʼ οὐκ ἤθελον, ἀλλὰ πολλὰ μὲν καὶ μεταξὺ ἀναγιγνώσκοντος αὐτοῦ διεβόων πολλὰ δὲ καὶ μετὰ τοῦτο, μοναρχεῖσθαί τε δεόμενοι καὶ πάντα τὰ ἐς τοῦτο φέροντα ἐπιλέγοντες, μέχριςοὗ κατηνάγκασαν δῆθεν αὐτὸν αὐταρχῆσαι. καὶ παραυτίκα γε τοῖς δορυφορήσουσιν αὐτὸν διπλάσιον τὸν μισθὸν τοῦ τοῖς ἄλλοις στρατιώταις διδομένου ψηφισθῆναι διεπράξατο, ὅπως ἀκριβῆ τὴν φρουρὰν ἔχῃ. οὕτως ὡς ἀληθῶς καταθέσθαι τὴν μοναρχίαν ἐπεθύμησε.τὴν μὲν οὖν ἡγεμονίαν τούτῳ τῷ τρόπῳ καὶ παρὰ τῆς γερουσίας τοῦ τε δήμου ἐβεβαιώσατο, βουληθεὶς δὲ δὴ καὶ ὣς δημοτικός τις εἶναι δόξαι, τὴν μὲν φροντίδα τήν τε προστασίαν τῶν κοινῶν πᾶσαν ὡς καὶ ἐπιμελείας τινὸς δεομένων ὑπεδέξατο, οὔτε δὲ πάντων αὐτὸς τῶν ἐθνῶν ἄρξειν,οὔθʼ ὅσων ἂν ἄρξῃ, διὰ παντὸς τοῦτο ποιήσειν ἔφη, ἀλλὰ τὰ μὲν ἀσθενέστερα ὡς καὶ εἰρηναῖα καὶ ἀπόλεμα ἀπέδωκε τῇ βουλῇ, τὰ δʼ ἰσχυρότερα ὡς καὶ σφαλερὰ καὶ ἐπικίνδυνα καὶ ἤτοι πολεμίους τινὰς προσοίκους ἔχοντα ἢ καὶ αὐτὰ καθʼἑαυτὰ μέγα τι νεωτερίσαι δυνάμενα κατέσχε, λόγῳ μὲν ὅπως ἡ μὲν γερουσία ἀδεῶς τὰ κάλλιστα τῆς ἀρχῆς καρπῷτο, αὐτὸς δὲ τούς τε πόνους καὶ τοὺς κινδύνους ἔχῃ, ἔργῳ δὲ ἵνα ἐπὶ τῇ προφάσει ταύτῃ ἐκεῖνοι μὲν καὶ ἄοπλοι καὶ ἄμαχοι ὦσιν, αὐτὸς δὲ δὴ μόνος καὶ ὅπλα ἔχῃ καὶ στρατιώταςτρέφῃ. καὶ ἐνομίσθη διὰ ταῦτα ἡ μὲν Ἀφρικὴ καὶ ἡ Νουμιδία ἥ τε Ἀσία καὶ ἡ Ἑλλὰς μετὰ τῆς Ἠπείρου, καὶ τὸ Δελματικὸν τό τε Μακεδονικὸν καὶ Σικελία, Κρήτη τε μετὰ Λιβύης τῆς περὶ Κυρήνην καὶ Βιθυνία μετὰ τοῦ προσκειμένου οἱ Πόντου, Σαρδώ τε καὶ Βαιτικὴ τοῦ τε δήμουκαὶ τῆς γερουσίας εἶναι, τοῦ δὲ δὴ Καίσαρος ἥ τε λοιπὴ Ἰβηρία, ἥ τε περὶ Ταρράκωνα καὶ ἡ Λυσιτανία, καὶ Γαλάται πάντες, οἵ τε Ναρβωνήσιοι καὶ οἱ Λουγδουνήσιοι Ἀκυιτανοί τε καὶ Βελγικοί,αὐτοί τε καὶ οἱ ἔποικοί σφων· Κελτῶν γάρ τινες, οὓς δὴ Γερμανοὺς καλοῦμεν, πᾶσαν τὴν πρὸς τῷ Ῥήνῳ Βελγικὴν κατασχόντες Γερμανίαν ὀνομάζεσθαι ἐποίησαν, τὴν μὲν ἄνω τὴν μετὰ τὰς τοῦ ποταμοῦ πηγάς, τὴν δὲ κάτω τὴν μέχρι τοῦὠκεανοῦ τοῦ Βρεττανικοῦ οὖσαν. ταῦτά τε οὖν καὶ ἡ Συρία ἡ κοίλη καλουμένη ἥ τε Φοινίκη καὶ Κιλικία καὶ Κύπρος καὶ Αἰγύπτιοι ἐν τῇ τοῦ Καίσαρος μερίδι τότε ἐγένοντο· ὕστερον γὰρ τὴν μὲν Κύπρον καὶ τὴν Γαλατίαν τὴν περὶ Νάρβωνα τῷ δήμῳ ἀπέδωκεν, αὐτὸς δὲ τὴν Δελματίαν