τάδε ἔνεστιν ἐν τῷ πεντηκοστῷ δευτέρῳ τῶν Δίωνος Ῥωμαϊκῶν· α. ὡς Καῖσαρ ἐβουλεύσατο τὴν μοναρχίαν ἀφεῖναι. β. ὡς αὐτοκράτωρ καλεῖσθαι ἤρξατο. χρόνου πλῆθος τὰ λοιπὰ τῆς Καίσαρος τὸ ε καὶ Σέξτου Ἀπουλεΐου ὑπατείας.ταῦτα μὲν ἔν τε τῇ βασιλείᾳ καὶ ἐν τῇ δημοκρατίᾳ ταῖς τε δυναστείαις, πέντε τε καὶ εἴκοσι καὶ ἑπτακοσίοις ἔτεσι, καὶ ἔπραξαν οἱ Ῥωμαῖοι καὶ ἔπαθον· ἐκ δὲ τούτου μοναρχεῖσθαι αὖθις ἀκριβῶς ἤρξαντο, καίτοι τοῦ Καίσαρος βουλευσαμένου τά τε ὅπλα καταθέσθαι καὶ τὰ πράγματα τῇ τε γερουσίᾳ καὶ τῷ δήμῳ ἐπιτρέψαι.ἐποιήσατο δὲ τὴν διάγνωσιν μετά τε τοῦ Ἀγρίππου καὶ μετὰ τοῦ Μαικήνου (τούτοις γὰρ πάντα τὰ ἀπόρρητα ἀνεκοίνοὐ, καὶ αὐτῷ ὁ Ἀγρίππας πρότερος εἶπε τοιάδε·“μὴ θαυμάσῃς, ὦ Καῖσαρ, εἰ μέλλω σε ἀποτρέπειν ἀπὸ τῆς μοναρχίας, καίπερ πολλὰ καὶ ἀγαθὰ ἀπολαύσας ἂν ἀπʼ αὐτῆς σοῦ γε αὐτὴν ἔχοντος. εἰ μὲν γὰρ καὶ σοὶ ὠφέλιμος γενήσεσθαι ἔμελλε, καὶ πάνυ ἂν αὐτὴν ἐσπούδασα·ἐπειδὴ δʼ οὐδὲν ὅμοιον τοῖς τε αὐταρχοῦσι καὶ τοῖς φίλοις σφῶν παρέχεται, ἀλλʼ οἱ μὲν καὶ ἀνεπιφθόνως καὶ ἀκινδύνως πάνθʼ ὅσα ἐθέλουσι καρποῦνται, τοῖς δὲ καὶ φθόνοι καὶ κίνδυνοι συμβαίνουσιν, οὐ τὸ ἐμαυτοῦ ἴδιον, ὥσπερ οὐδὲ ἐν τοῖς ἄλλοις, ἀλλὰ τὸ σὸν τό τε κοινὸν προϊδέσθαι ἐδικαίωσα.σκεψώμεθα δὲ καθʼ ἡσυχίαν πάντα τὰ προσόντα αὐτῇ, καὶ ὅπῃ ποτʼ ἂν ὁ λογισμὸς ἡμᾶς ἀγάγῃ τραπώμεθα· οὐ γάρ που καὶ ἐξ ἅπαντος τρόπου φήσει τις δεῖν ἡμᾶς ἑλέσθαιαὐτήν, κἂν μὴ λυσιτελοῦσα ᾖ. εἰ δὲ μή, δόξομεν ἤτοι τῆς τε εὐπραγίας ἡττῆσθαι καὶ ὑπὸ τῶν κατωρθωμένων ἐκπεφρονηκέναι, ἢ καὶ πάλαι αὐτῆς ἐφιέμενοι τόν τε πατέρα καὶ τὴν ἐς αὐτὸν εὐσέβειαν ἐσκῆφθαι καὶ τὸν δῆμον τήν τε γερουσίαν προβεβλῆσθαι, οὐχ ἵνα αὐτοὺς τῶν ἐπιβουλευσάντων σφίσιν ἀπαλλάξωμεν, ἀλλʼ ἵναἑαυτοῖς δουλωσώμεθα. ἑκάτερον δὲ ὑπαίτιον. τίς μὲν γὰρ οὐκ ἂν ἀγανακτήσειεν ἄλλα μὲν ὁρῶν ἡμὰς εἰρηκότας, ἄλλα δὲ αἰσθανόμενος πεφρονηκότας; πῶς δʼ οὐκ ἂν μᾶλλον νῦν μισήσειεν ἡμᾶς ἢ εἰ κατʼ ἀρχὰς εὐθὺς τήν τε ἐπιθυμίαν ἀπεγυμνώσαμεν καὶ ἐπὶ τὴν μοναρχίαν ἄντικρυςὡρμήσαμεν; τὸ μὲν γὰρ βίαιόν τι τολμᾶν προσήκειν πως τῇ τῶν ἀνθρώπων φύσει, κἂν πλεονεκτικὸν εἶναι δοκῇ, πεπίστευται· πᾶς γὰρ ὁ προφέρων ἔν τινι πλέον ἀξιοῖ τοῦ καταδεεστέρου ἔχειν, καὶ κατορθώσας τέ τι ἐς τὴν τῆς ψυχῆς ἰσχὺν ἀναφέρεται, καὶ διαμαρτών τινος τῇ τοῦδαιμονίου φορᾷ προστίθεται. ὁ δὲ ἐξ ἐπιβουλῆς καὶ κακουργίας τοιοῦτό τι ποιῶν πρῶτον μὲν δολερὸς καὶ σκολιὸς καὶ κακοήθης καὶ κακότροπος εἶναι νομίζεται, ἅπερ εὖ οἶδʼ ὅτι περὶ σοῦ οὐδένα ἂν ὑπομείνειας εἰπεῖν ἢ φρονῆσαι, οὐδʼ εἰ πάσης ἐκ τούτου τῆς οἰκουμένης ἄρξειας· ἔπειτα δὲ καὶ κατορθώσας ἄδικον τὴν πλεονεξίαν πεποιῆσθαι καὶ σφαλεὶς δικαίαν τὴν κακοπραγίανεἰληφέναι δοκεῖ. τούτου δὲ δὴ οὕτως ἔχοντος, οὐδὲν ἂν ἧττον ἐπικαλέσειέ τις ἡμῖν καὶ εἰ μηδὲν τοιοῦτον ἀπὸ πρώτης ἐνθυμηθέντες ἔπειτα νῦν ἐπιθυμήσαιμεν αὐτοῦ. τὸ γάρ τοι τῶν τε παρόντων νικᾶσθαι καὶ μήτε ἑαυτοὺς κατέχειν τοῖς τε παρὰ τῆς τύχης δοθεῖσι μὴ καλῶς χρῆσθαι πολὺχεῖρόν ἐστι τοῦ ἐκ κακοπραγίας ἀδικεῖν τινα· οἱ μὲν γὰρ ὑπʼ αὐτῶν τῶν συμφορῶν πολλάκις ἀναγκάζονται πρὸς τὴν τοῦ συμφέροντός σφισι χρείαν καὶ ἄκοντες πλημμελεῖν, οἱ δʼ ἐθελονταὶ ἀκράτορες ἑαυτῶν καὶ παρὰ τὸ λυσιτελοῦν γίγνονται. τοὺς δὲ δὴ μήθʼ ἁπλότητά τινα ἐν τῇ ψυχῇ ἔχοντας μήτε τὰ δοθέντα σφίσιν ἀγαθὰ μετριάσαι δυναμένους πῶς ἂν τις προσδοκήσειεν ἤτοι τῶν ἄλλων καλῶς ἡγεμονεύσειν ἢ ταῖςσυμφοραῖς ὀρθῶς χρήσεσθαι; ὡς οὖν μηδέτερον αὐτῶν πεπονθότες, μηδʼ ἀλόγως τι πρᾶξαι ἐπιθυμοῦντες, ἀλλʼ ὅ τι ποτʼ ἂν βουλευσαμένοις ἡμῖν ἄριστον φανῇ τοῦθʼ αἱρησόμενοι, τὴν διάγνωσιν αὐτοῦ ποιησώμεθα. λέξω δὲ μετὰ παρρησίας· οὔτε γὰρ αὐτὸς ἄλλως ἄν τι εἰπεῖν δυναίμην, οὔτε σοὶ σύνοιδα τὰ ψευδῆ μετὰ κολακείας ἡδέως ἀκούοντι.ἡ μὲν τοίνυν ἰσονομία τό τε πρόσρημα εὐώνυμον καὶ τὸ ἔργον δικαιότατον ἔχει. τήν τε γὰρ φύσιν τὴν αὐτήν τινας εἰληχότας καὶ ὁμοφύλους ἀλλήλοις ὄντας, ἔν τε τοῖς αὐτοῖς ἤθεσι τεθραμμένους καὶ ἐν τοῖς ὁμοίοις νόμοις πεπαιδευμένους,καὶ κοινὴν καὶ τὴν τῶν σωμάτων καὶ τὴν τῶν ψυχῶν χρῆσιν τῇ πατρίδι παρέχοντας, πῶς μὲν οὐ δίκαιον καὶ τἆλλα πάντα κοινοῦσθαι, πῶς δʼ οὐκ ἄριστον ἐν μηδενὶ πλὴν ἀπʼ ἀρετῆςπροτιμᾶσθαι; ἥ τε γὰρ ἰσογονία ἰσομοιρίας ὀριγνᾶται, καὶ τυχοῦσα μὲν αὐτῆς χαίρει, διαμαρτοῦσα δὲ ἄχθεται· καὶ τὸ ἀνθρώπειον πᾶν, ἅτε ἔκ τε θεῶν γεγονὸς καὶ ἐς θεοὺς ἀφῆξον, ἄνω βλέπει, καὶ οὔτε ἐθέλει ὑπὸ τοῦ αὐτοῦ διὰ παντὸςἄρχεσθαι, οὔθʼ ὑπομένει τῶν μὲν πόνων καὶ τῶν κινδύνων τῶν τε δαπανημάτων μετέχον, τῆς δὲ κοινωνίας τῶν κρειττόνων στερόμενον, ἀλλὰ κἂν ἀναγκασθῇ τι τοιοῦτον ὑποστῆναι, μισεῖ τὸ βεβιασμένον, κἂν καιροῦ λάβηται, τιμωρεῖται τὸμεμισημένον. ἄρχειν τε γὰρ πάντες ἀξιοῦσι, καὶ διὰ τοῦτο καὶ ἄρχεσθαι ἐν τῷ μέρει ὑπομένουσι· καὶ πλεονεκτεῖσθαι οὐκ ἐθέλουσι, καὶ διὰ τοῦτο οὐδʼ αὐτοὶ πλεονεκτεῖν ἀναγκάζονται. ταῖς τε τιμαῖς ταῖς παρὰ τῶν ὁμοτίμων χαίρουσι, καὶ