ἔτι τοίνυν πολλοὶ χωρὶς τῶν τι ἀδικούντων, οἱ μὲν γένει, οἱ δὲ πλούτῳ, οἱ δὲ ἑτέρῳ τινὶ ἐπαιρόμενοι, ἄλλως μὲν οὐ κακοὶ ἄνδρες, τῇ δὲ δὴ προαιρέσει τῇ τῆς μοναρχίας ἐναντίοι φύονται· καὶ αὐτοὺς οὔτʼ αὔξεσθαί τις ἐῶν ἀσφαλῶς δύναται ζῆν, οὔτʼ αὖ κολούειν ἐπιχειρῶν δικαίωςτοῦτο ποιεῖν. τί ποτʼ οὖν τούτοις χρήσῃ; πῶς αὐτοὺς μεταχειρίσῃ; ἂν μὲν γὰρ τά τε γένη σφῶν καθέλῃς καὶ τοὺς πλούτους ἐλαττώσῃς τά τε φρονήματα ταπεινώσῃς, οὐδεμίαν ἂν εὔνοιαν παρὰ τῶν ἀρχομένων λάβοις· πῶς γάρ, εἰ μήτε γεννηθῆναί τῳ καλῶς μήτε πλουτῆσαι δικαίως, μήτʼ ἰσχυρῷ μήτʼ ἀνδρείῳ μήτε συνετῷ γενέσθαι ἐξείη;ἂν δὲ ἐάσῃς ταῦθʼ ὡς ἕκαστα αὔξειν, οὐκ ἂν ῥᾳδίως αὐτὰ διάθοιο. καὶ γὰρ εἰ αὐτὸς μόνος πρός τε τὸ τὰ πολιτικὰ καὶ πρὸς τὸ τὰ πολεμικὰ καλῶς καὶ κατὰ καιρὸν πράττειν ἐξήρκεις, καὶ μηδενὸς συνεργοῦ πρὸς μηδὲν αὐτῶν ἔχρῃζες,ἕτερος ἂν ἦν λόγος· νῦν δὲ πᾶσά σε ἀνάγκη συναγωνιστὰς πολλούς, ἅτε τοσαύτης οἰκουμένης ἄρχοντα, ἔχειν, καὶ προσήκει που πάντας αὐτοὺς καὶ ἀνδρείους καὶ φρονίμους εἶναι. οὐκοῦν ἂν μὲν τοιούτοις τισὶ τά τε στρατεύματα καὶ τὰς ἀρχὰς ἐγχειρίζῃς, κίνδυνος ἔσται καὶ σοὶ καὶ τῇπολιτείᾳ καταλυθῆναι· οὐ γὰρ ἔστιν οὔτʼ ἄνευ φρονήματος ἀξιόλογον ἄνδρα φῦναι, οὔτʼ αὖ φρόνημα μέγα λαβεῖν ἐκ δουλοπρεποῦς ἐπιτηδεύσεως, οὐ μὴν οὐδὲ φρονηματίαν γενόμενον μὴ οὐκ ἐλευθερίας ἐπιθυμῆσαι καὶ πᾶν τὸ δεσπόζονμισῆσαι. ἂν δὲ δὴ τούτοις μὲν μηδὲν ἐπιτρέπῃς, τοῖς δὲ δὴ φαύλοις καὶ τοῖς τυχοῦσι τὰ πράγματα προστάσσῃς, τάχιστα μὲν ἂν ὀργὴν παρʼ ἐκείνων ὡς ἀπιστουμένων λάβοις, τάχισταδʼ ἂν ἐν τοῖς μεγίστοις πταίσειας. τί μὲν γὰρ ἂν ἀγαθὸν ἀμαθὴς ἢ ἀγεννὴς ἄνθρωπος ἐργάσαιτο; τίς δʼ οὐκ ἂν καταφρονήσειεν αὐτοῦ τῶν πολεμίων; τίς δʼ ἂν πειθαρχήσειέν οἱ τῶν συμμάχων; τίς δʼ οὐκ ἂν καὶ αὐτῶν τῶν στρατιωτῶν ἀπαξιώσειεν ὑπὸ τοιούτου τινὸς ἄρχεσθαι; καὶ μὴν ὅσα ἐκ τούτου κακὰ γίγνεσθαι πέφυκε, τὰ μὲν ἄλλαοὐδὲν δέομαί σοι σαφῶς εἰδότι διηγεῖσθαι, ἐκεῖνο δὲ δὴ μόνον ἀναγκαίως ἐρῶ, ὅτι ἂν μὲν μηδὲν δέον ὁ τοιοῦτος πράττῃ, πολὺ πλείω ἄν σε τῶν πολεμίων βλάψειεν, ἂν δέ τι τῶν προσηκόντων ποιῇ, καὶ αὐτὸς ἄν σοι φοβερὸς ἐκφρονήσας ὑπʼ ἀπαιδευσίας γένοιτο.οὐ μέντοι καὶ ταῖς δημοκρατίαις τοιοῦτό τι πρόσεστιν, ἀλλʼ ὅσῳ ἂν πλείους καὶ πλουτῶσι καὶ ἀνδρίζωνται, τόσῳ μᾶλλον αὐτοί τε φιλοτιμοῦνται καὶ τὴν πόλιν αὔξουσι, καί σφισι καὶ ἐκείνη κέχρηται καὶ χαίρει, πλὴν ἄν τις τυραννίδος ἐπιθυμήσῃ· τοῦτον γὰρ ἰσχυρῶς κολάζουσι.καὶ ὅτι ταῦθʼ οὕτως ἔχει καὶ πολλῷ κρείττους αἱ δημοκρατίαι τῶν μοναρχιῶν εἰσι, δηλοῖ μὲν καὶ τὸ Ἑλληνικόν· τέως μὲν γὰρ οὕτως ἐπολιτεύοντο, οὐδὲν μέγα κατέπραξαν, ἐπειδὴ δὲ ἐκείνως ζῆνἤρξαντο, ὀνομαστότατοι ἐγένοντο· δηλοῖ δὲ καὶ τὰ τῶν ἄλλων ἀνθρώπων, ὧν οἱ μὲν ἐν τυραννίσι καὶ νῦν ἔτι διαγόμενοι ἀεί τε δουλεύουσι καὶ ἀεὶ τοῖς ἄρχουσιν ἐπιβουλεύουσιν, οἱ δὲ δὴ προστατείαις ἐπετησίοις ἢ καὶ ἐπὶ πλείω τινὰ χρόνον χρώμενοι καὶ ἐλεύθεροι καὶ αὐτόνομοι διατελοῦσινὄντες. ἀλλὰ τί δεῖ ἡμᾶς ἀλλοτρίοις παραδείγμασιν οἰκεῖα ἔχοντας χρῆσθαι; ἡμεῖς γὰρ αὐτοὶ οἱ Ῥωμαῖοι ἄλλως τὸ πρῶτον πολιτευόμενοι, ἔπειτα ἐπειδὴ πολλὰ καὶ δεινὰ ἐπάσχομεν, τῆς τε ἐλευθερίας ἐπεθυμήσαμεν καὶ λαβόντες αὐτὴνπρὸς τοσοῦτον ὄγκον προήλθομεν, οὐκ ἄλλοις τισὶν ἢ τοῖς ἐκ τῆς δημοκρατίας ἀγαθοῖς ἰσχύσαντες, ἐξ ὧν ἥ τε γερουσία προεβούλευε καὶ ὁ δῆμος ἐπεκύρου τό τε στρατευόμενον προεθυμεῖτο καὶ τὸ στρατηγοῦν ἐφιλοτιμεῖτο. ὧν οὐδὲν ἂν ἐν τυραννίδι πραχθείη. ἀμέλει τοσοῦτον αὐτῆς διὰ ταῦτα μῖσος οἱ πάλαι Ῥωμαῖοι ἔσχον ὥστε καὶ ἐπάρατον τὸ πολίτευμα ποιήσασθαι.χωρὶς δὲ τούτων, εἰ δεῖ τι καὶ περὶ τῶν ἰδίᾳ σοὶ αὐτῷ συμφερόντων εἰπεῖν, πῶς μὲν ἂν ὑπομείνειας τοσαῦτα καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ διοικῶν, πῶς δʼ ἂν μὴ ὑγιαίνων ἐξαρκέσειας; τίνος δʼ ἂν τῶν ἀγαθῶν τῶν ἀνθρωπίνων ἀπολαύσειας, πῶς δʼ ἂν στερόμενος αὐτῶν εὐδαιμονήσειας; τίνι δʼ ἂν ἀκριβῶς ἡσθείης, πότε δʼ οὐκἂν ἰσχυρῶς λυπηθείης; πᾶσα γὰρ ἀνάγκη τὸν τηλικαύτην ἀρχὴν ἔχοντα καὶ φροντίζειν πολλὰ καὶ δεδιέναι πολλά, καὶ τῶν μὲν ἡδίστων ἐλάχιστα ἀπολαύειν, τὰ δὲ δυσχερέστατα ἀεὶ καὶ πανταχοῦ καὶ ἀκούειν καὶ ὁρᾶν καὶ ποιεῖν καὶ πάσχειν. ὅθεν, οἶμαι, καὶ Ἕλληνες καὶ βάρβαροί τινες οὐδὲ διδομένας σφίσι βασιλείας ἐδέξαντο.Ταῦτʼ οὖν προϊδόμενος προβούλευσαι πρὶν ἐν αὐτοῖς γενέσθαι· αἰσχρὸν γάρ, μᾶλλον δὲ καὶ ἀδύνατόν ἐστι παρακύψαντά τινα ἅπαξ ἐς αὐτὰ ἀναδῦναι. μηδέ σε ἐξαπατήσῃ μήτε τὸ μέγεθος τῆς ἐξουσίας μήθʼ ἡ περιουσία τῶν κτημάτων, μὴ τὸ στῖφος τῶν σωματοφυλάκων, μὴ ὁ ὄχλοςτῶν θεραπευόντων. οἵ τε γὰρ πολὺ δυνάμενοι πολλὰ πράγματα ἔχουσι, καὶ οἱ συχνὰ κεκτημένοι συχνὰ ἀναλίσκειν ἀναγκάζονται, τά τε πλήθη τῶν δορυφόρων διὰ τὰ πλήθη τῶν ἐπιβουλευόντων ἀθροίζεται, καὶ οἱ κολακεύοντες ἐπιτρίψειαν ἄν τινα μᾶλλον ἢ σώσειαν. ὥσθʼ ἕνεκα μὲν τούτων οὐδʼ ἂν εἷς εὖ φρονῶν αὐταρχῆσαι