τὰς τιμωρίας τὰς ἐκ τῶν νόμων ἐπαινοῦσι. κἂν οὕτω πολιτεύωνται, κοινὰ μὲν τὰ ἀγαθὰ κοινὰ δὲ καὶ τὰ ἐναντία νομίζοντες εἶναι, οὔτε τι κακὸν οὐδενὶ τῶν πολιτῶν γίγνεσθαι βούλονται, καὶ πάντα τὰ κρείττω πᾶσιν αὐτοῖς συνεύχονται.καὶ ἄν τε τις αὐτὸς ἀρετήν τινα ἔχῃ, καὶ προφαίνει αὐτὴν προχείρως καὶ ἀσκεῖ προθύμως καὶ ἐπιδείκνυσιν ἀσμενέστατα, ἄν τε καὶ ἐν ἑτέρῳ ἴδῃ, καὶ προάγει ἑτοίμως καὶ συναύξει σπουδαίωςκαὶ τιμᾷ λαμπρότατα. καὶ μέντοι κἂν κακύνηταί τις, πᾶς αὐτὸν μισεῖ, κἂν δυστυχῇ, πᾶς ἐλεεῖ, κοινὴν τῆς πόλεως καὶ τὴν ζημίαν καὶ τὴν αἰσχύνην τὴν ἀπʼ αὐτῶν εἶναι νομίζων.αὕτη μὲν ἡ τῶν δήμων κατάστασις, ἐν δὲ δὴ ταῖς τυραννίσι πάντα τἀναντία συμβαίνει. καὶ τὰ μὲν πολλὰ τί δεῖ μηκύνειν λέγοντα; τὸ δὲ δὴ κεφάλαιον, χρηστὸν μὲν οὐδεὶς οὐδὲν οὔτʼ εἰδέναι οὔτʼ ἔχειν δοκεῖν βούλεται (πολέμιον γὰρ αὐτῷ πᾶν ἐπὶ τούτῳ τὸ κρατοῦν ὡς πλήθει γίγνεταἰ,τὸν δὲ ἐκείνου τις τρόπον κανόνα τοῦ βίου ποιησάμενος, ὅ τι ποτʼ ἂν ἐλπίσῃ διʼ αὐτοῦ πλεονεκτήσας ἀκινδύνως κερδανεῖν, μετέρχεται. καὶ διὰ τοῦθʼ οἱ πλείους σφῶν τό τε καθʼ ἑαυτοὺς μόνον σπεύδουσι καὶ πάντας τοὺς ἄλλους μισοῦσι, τάς τε εὐπραγίας αὐτῶν οἰκείας ζημίας καὶ τὰς συμφορὰς ἴδια κέρδη ποιούμενοι.τοιούτων δὲ δὴ τούτων ὄντων οὐχ ὁρῶ τί ποτʼ ἂν εἰκότως ἐπάρειέ σε μοναρχῆσαι ἐπιθυμῆσαι. πρὸς γὰρ τῷ τοῖς δήμοις χαλεπὸν εἶναι τὸ πολίτευμα, πολὺ δυσχερέστερον αὐτῷ σοι γένοιτο ἄν. ἢ οὐχ ὁρᾷς ὅπως ἥ τε πόλις καὶ τὰ πράγματααὐτῆς ἔτι καὶ νῦν ταράττεται; καὶ χαλεπὸν μέν ἐστι τὸ τὸν ὅμιλον ἡμῶν, τοσούτοις ἔτεσιν ἐν ἐλευθερίᾳ βεβιωκότα, καταλῦσαι, χαλεπὸν δὲ καὶ τὸ τοὺς συμμάχους τούς τε ὑπηκόους, τοὺς μὲν ἀπὸ παλαιοῦ δημοκρατουμένους τοὺς δʼ ὑφʼ ἡμῶν αὐτῶν ἠλευθερωμένους, ἐς δουλείαν αὖθις καταστῆσαι, τοσούτων πέριξ πολεμίων ἡμῖν προσκειμένων.καὶ ἵνα γε ἀπὸ πρώτου τοῦ βραχυτάτου ἄρξωμαι, χρήματά σοι πολλὰ καὶ πανταχόθεν ἀναγκαῖον ἔσται πορίζειν· ἀδύνατον γὰρ τὰς νῦν οὔσας προσόδους πρός τε τἆλλα καὶ πρὸς τὴν τῶν στρατιωτῶν τροφὴν ἐξαρκέσαι. τοῦτο δὲ ἔστι μὲν καὶ ἐν ταῖς δημοκρατίαις· οὐ γὰρ οἷόν τεπολιτείαν τινὰ ἄνευ δαπάνης συστῆναι. ἀλλʼ ἐν μὲν ἐκείναις μάλιστα μὲν ἑκόντες πολλοὶ πολλὰ ἐπιδιδόασιν, ἐν φιλοτιμίας μέρει τὸ πρᾶγμα ποιούμενοι καὶ τιμὰς ἀντʼ αὐτῶν ἀξίας ἀντιλαμβάνοντες· ἂν δέ που καὶ ἀναγκαῖαι παρὰ πάντων ἐσφοραὶ γένωνται, ἑαυτούς τε πείθοντεςκαὶ ὑπὲρ ἑαυτῶν συντελοῦντες ἀνέχονται. ἐν δὲ δὴ ταῖς δυναστείαις τό τε ἄρχον πάντες μόνον ὡς καὶ ὑπερπλουτοῦν ἀξιοῦσι δαπανᾶσθαι, τὰς μὲν προσόδους αὐτοῦ ἑτοίμως ἐξερευνώμενοι, τὰ δʼ ἀναλώματα οὐκέθʼ ὁμοίως ἐκλογιζόμενοι· καὶ οὔτʼ ἰδίᾳ ἡδέως ἢ καὶ ἑκόντες ἐπιδιδόασί τι, οὔτε τὰςκοινὰς συντελείας αὐθαιρέτους ποιοῦνται. ἐκεῖνο μὲν γὰρ οὔτʼ ἂν ἐθελήσειέ τις (οὐδὲ γὰρ οὐδʼ ὁμολογήσειεν ἂν ῥᾳδίως πλουτεῖνʼ οὔτε συμφέρει τῷ κρατοῦντι γίγνεσθαι· αὐτίκα γὰρ ἂν δόξαν παρὰ τοῖς πολλοῖς ὡς καὶ φιλόπολις ἔχων ὀγκωθείη καὶ νεωτερίσειε. τὸ δʼ ἕτερον πάνυ τοὺς πολλοὺς βαρύνει, καὶ μάλισθʼ ὅτι τὴν μὲν ζημίαν αὐτοὶ ὑπομένουσι, τὸ δὲ δὴ κέρδος ἕτεροιλαμβάνουσιν. ἐν μὲν γὰρ ταῖς δημοκρατίαις καὶ στρατεύονται ὡς πλήθει οἱ τὰ χρήματα συνεσφέροντες, ὥστε τρόπον τινὰ αὖθις αὐτὰ ἀπολαμβάνουσιν· ἐν δὲ ταῖς μοναρχίαις ἄλλοι μὲν ὡς τὸ πολὺ καὶ γεωργοῦσι καὶ δημιουργοῦσι καὶ ναυτίλλονται καὶ πολιτεύονται, παρʼ ὧνπερ καὶ αἱ λήψεις μάλιστα γίγνονται, ἄλλοι δὲ τὰ ὅπλα ἔχουσι καὶ τὸν μισθὸν φέρουσιν.ἓν μὲν δὴ τοῦτο τοιοῦτον ὂν πράγματά σοι παρέξει, ἕτερον δὲ ἐκεῖνο. πάντως μέν τινα δεῖ δίκην τὸν ἀεὶ κακουργοῦντα διδόναι· οὔτε γὰρ ἐκ νουθεσίας οὔτε ἐκ παραδειγμάτων οἱ πολλοὶ σωφρονίζονται, ἀλλὰ ἀνάγκη πᾶσα αὐτοὺς καὶ ἀτιμίᾳ καὶ φυγῇ καὶ θανάτῳ ζημιοῦσθαι, οἷα ἔν τε ἀρχῇ τηλικαύτῃ καὶ ἐν πλήθει ἀνθρώπων τοσούτῳ, ἄλλως τε καὶ ἐν μεταβολῇ πολιτείας,φιλεῖ συμβαίνειν. τούτοις δʼ ἂν μὲν ἑτέρους δικαστὰς καθίζῃς, ἀπολύοιντό τε ἂν διασπευδόμενοι, καὶ μάλιστα ὅσους ἂν ἐχθραίνειν νομισθῇς· καὶ γὰρ προσποίησίν τινα ἐξουσίας οἱ δικάζοντες λαμβάνουσιν, ὅταν τι παρὰ τὸ δοκοῦν τῷκρατοῦντι ποιήσωσι· κἂν ἄρα τινὲς ἁλίσκωνται, διὰ σὲ δόξουσιν ἐκ κατασκευάσματος κατεψηφίσθαι. ἂν δʼ αὐτὸς δικάζῃς, πολλοὺς ἀναγκασθήσῃ καὶ τῶν ὁμοτίμων κολάζειν (τοῦτο δὲ οὐκ εὐτυχέσʼ, καὶ πάντως τινὰς αὐτῶν ὀργῇμᾶλλον ἢ δικαιώσει δόξεις εὐθύνειν· τοὺς γὰρ βιάζεσθαι δυναμένους οὐδεὶς δικάζοντας δικαιοπραγεῖν πιστεύει, ἀλλʼ οἴονται πάντες αὐτοὺς σχῆμα καὶ σκιαγραφίαν πολιτείας αἰσχύνῃ πρὸ τῆς ἀληθείας προπεταννύντας, ὀνόματι ἐννόμῳ δικαστηρίου τὴν ἑαυτῶν ἐπιθυμίαν ἀποπιμπλάναι. ἐν μὲν οὖν ταῖς μοναρχίαις ταῦθʼ οὕτωγίγνεται· ἐν δὲ δὴ ταῖς δημοκρατίαις, ἄν τʼ ἰδίᾳ τις ἀδικεῖν αἰτίαν λάβῃ, ἰδίαν δίκην παρὰ δικασταῖς ἴσοις φεύγει, ἄν τε δημοσίᾳ, καὶ ἐκείνῳ δικασταὶ καθίζουσιν ἐκ τῶν ὁμοίων οὓς ἂν ὁ κλῆρος ἀποδείξῃ, ὥστε ῥᾷον τὰ ἀποβαίνοντα ἀπʼ αὐτῶν τοὺς ἀνθρώπους φέρειν, μήτʼ ἰσχύι δικαστοῦ μήτε χάριτι ἀναγκαστῇ νομίζοντάς τι πεπονθέναι.