παρὰ δύναμιν ἐπιχειρῶσι, μὴ ἐπιτρέπειν, τάς τε ἔχθρας αὐτῶν καὶ τὰς φιλοτιμίας τὰς πρὸς ἀλλήλους παντάπασιν ἐκκόπτειν, καὶ μήτε ἐπωνυμίας τινὰς κενὰς μήτʼ ἄλλο τι ἐξ οὗ διενεχθήσονταί τισιν ἐφιέναι σφίσι ποιεῖσθαι. ῥᾳδίως δέ σοι πάντες καὶ ἐς ταῦτα καὶ ἐς τὰ ἄλλα καὶ ἰδίᾳ καὶ κοινῇ πειθαρχήσουσιν, ἂν μηδὲν παρὰ ταῦτα μηδέποτε συγχωρήσῃς τινί· ἡ γὰρ ἀνωμαλία καὶτὰ καλῶς πεπηγότα διαλύει. καὶ διὰ τοῦτʼ οὐδʼ αἰτεῖν τι ἀρχήν, ὅ γε μὴ δώσεις, ἐπιτρέπειν σφίσιν ὀφείλεις, ἀλλὰ καὶ αὐτὸ τοῦτο πρῶτον ἰσχυρῶς φυλάττειν σφᾶς ἀναγκάζειν, τὸ μηδὲν ἀξιοῦν τῶν κεκωλυμένων.ταῦτα μὲν περὶ ἐκείνων λέγω, καθʼ ἁπάντων δέ σοι συμβουλεύω μήτʼ ἀποχρήσασθαί ποτε τῇ ἐξουσίᾳ, μήτʼ οἰηθῆναι μείωσίν τινα αὐτῆς εἶναι ἂν μὴ πάντα ἁπαξαπλῶς ὅσα δύνασαι καὶ ποιήσῃς· ἀλλʼ ὅσῳ μᾶλλον πάνθʼ ὅσα ἂν βουληθῇς καὶ δυνήσῃ πρᾶξαι, τόσῳ μᾶλλον προθυμοῦ πάνθʼὅσα προσήκει βούλεσθαι. καὶ ἀεί γε αὐτὸς παρὰ σαυτῷ ἐξέταζε, εἴτε ὀρθῶς τι ποιεῖς εἴτε καὶ μή, τί τε πράττοντά σε φιλήσουσί τινες καὶ τί μή, ἵνα τὰ μὲν ποιῇς αὐτῶν τὰ δὲ ἐκκλίνῃς. μὴ γὰρ δὴ ἡγήσῃ δεόντως τι παρὰ τοῦτο πράττειν δόξειν, ἂν μηδενὸς αἰτιωμένου σε ἀκούσῃς· μηδʼ ἀναμείνῃς οὕτω τινὰ ἐκφρονῆσαί ποτε ὥστεσοι φανερῶς τι ἐξονειδίσαι. τοῦτο μὲν γὰρ οὐδεὶς ἂν ποιήσειεν, οὐδʼ εἰ σφόδρα ἀδικηθείη· πᾶν γὰρ τοὐναντίον καὶ ἐπαινεῖν πολλοὶ ἔν γε τῷ φανερῷ τοὺς ἀδικοῦντάς σφας ἀναγκάζονται, ἀνταγωνιζόμενοι μὴ δοκεῖν ὀργίζεσθαι. τὸν δʼ ἄρχοντα χρὴ μὴ ἐξ ὧν λέγουσί τινες τεκμαίρεσθαι τὴν διάνοιαν αὐτῶν, ἀλλʼ ἐξ ὧν φρονεῖν αὐτοὺς εἰκός ἐστι.ταῦτά σε καὶ τὰ τοιαῦτα βούλομαι πράττειν· πολλὰ γὰρ καὶ παραλείπω διὰ τὸ μὴ οἷόν τε εἶναι πάντα αὐτὰ καθάπαξ συλλαβόντα εἰπεῖν. ἓν δʼ οὖν ἐν κεφαλαίῳ καὶ κατὰ τῶν εἰρημένων καὶκατὰ τῶν λοιπῶν φράσω. ἂν γὰρ ὅσα ἂν ἕτερόν τινα ἄρξαντά σου ποιεῖν ἐθελήσῃς, ταῦτα αὐτὸς αὐτεπάγγελτος πράσσῃς, οὔτε τι ἁμαρτήσῃ καὶ πάντα κατορθώσεις, κἀκ τούτου καὶ ἥδιστα καὶἀκινδυνότατα βιώσῃ. πῶς μὲν γὰρ οὐχ ὡς πατέρα, πῶς δʼ οὐχ ὡς σωτῆρα καὶ προσόψονταί σε ἅπαντες καὶ φιλήσουσιν, ὅταν σε ὁρῶσι κόσμιον εὐβίοτον εὐπόλεμον εἰρηναῖον ὄντα, ὅταν μήθʼ ὑβρίζῃς τι μήτε πλεονεκτῇς, ὅταν ἐκ τοῦὁμοίου σφίσι προσφέρῃ, καὶ μὴ αὐτὸς μὲν πλουτῇς τοὺς δʼ ἄλλους ἀργυρολογῇς, μηδʼ αὐτὸς μὲν τρυφᾷς τοὺς δʼ ἄλλους ταλαιπωρῇς, μηδʼ αὐτὸς μὲν ἀκολασταίνῃς τοὺς δʼ ἄλλους νουθετῇς, ἀλλʼ ἐς πάντα δὴ πάντως ὁμοιοτροπώτατα αὐτοῖς ζῇς; ὥστʼ αὐτὸς παρὰ σαυτῷ μέγα φυλακτήριον ἐν τῷ μηδένα ποτὲ ἀδικῆσαι ἔχων θάρσει, καὶ πίστευέ μοι λέγοντι ὅτι οὔτε μισηθήσῃ ποτὲ οὔτεἐπιβουλευθήσῃ. τούτου δὲ δὴ οὕτως ἔχοντος πᾶσά σε ἀνάγκη καὶ ἡδέως βιῶναι· τί μὲν γὰρ ἥδιον, τί δὲ εὐδαιμονέστερόν ἐστι τοῦ πάντων τῶν ἐν ἀνθρώποις ἀγαθῶν μετʼ ἀρετῆς ἀπολαύοντα καὶ τοῖς ἄλλοις αὐτὰ διδόναι δύνασθαι;ταῦτά τε οὖν καὶ τἆλλα πάνθʼ ὅσα εἴρηκα ἐννοήσας πείσθητί μοι, καὶ μὴ πρόῃ τὴν τύχην, ἥτις σε ἐκ πάντων ἐπελέξατο καὶ προεστήσατο. ὡς εἴ γε τὸ μὲν πρᾶγμα τὸ τῆς μοναρχίας αἱρῇ, τὸ δʼ ὄνομα τὸ τῆς βασιλείας ὡς καὶ ἐπάρατον φοβῇ, τοῦτο μὲν μὴ προσλάβῃς, τῇ δὲ δὴ τοῦ Καίσαροςπροσηγορίᾳ χρώμενος αὐτάρχει. εἰ δʼ οὖν καὶ ἄλλων τινῶν ἐπικλήσεων προσδέῃ, δώσουσι μέν σοι τὴν τοῦ αὐτοκράτορος, ὥσπερ καὶ τῷ πατρί σου ἔδωκαν, σεβιοῦσι δέ σε καὶ ἑτέρᾳ τινὶ προσρήσει, ὥστε σε πᾶν τὸ τῆς βασιλείας ἔργον ἄνευ τοῦ τῆς ἐπωνυμίας αὐτῆς ἐπιφθόνου καρποῦσθαι.”Μαικήνας μὲν ταῦτα εἰπὼν ἐπαύσατο, ὁ δὲ δὴ Καῖσαρ ἀμφοτέρους μέν σφας καὶ ἐπὶ τῇ πολυνοίᾳ καὶ ἐπὶ τῇ πολυλογίᾳ τῇ τε παρρησίᾳ ἰσχυρῶς ἐπῄνεσε, τὰ δὲ δὴ τοῦ Μαικήνου μᾶλλον εἵλετο. οὐ μέντοι καὶ πάντα εὐθὺς ὥσπερ ὑπετέθειτο ἔπραξε, φοβηθεὶς μὴ καὶ σφαλῇ τι, ἀθρόωςμεταρρυθμίσαι τοὺς ἀνθρώπους ἐθελήσας· ἀλλὰ τὰ μὲν παραχρῆμα μετεκόσμησε τὰ δʼ ὕστερον, καί τινα καὶ τοῖς μετὰ ταῦτα ἄρξουσι ποιῆσαι κατέλιπεν ὡς καὶ κατὰ καιρὸν μᾶλλον ἐν τῷ χρόνῳ γενησόμενα. καὶ αὐτῷ καὶ ὁ Ἀγρίππας πρὸς πάντα, καίπερ τὴν ἐναντίαν σφίσι γνώμην δούς, προθυμότατα συνήρατο, ὥσπερ ἂν εἰ καὶ ἐσηγητὴς αὐτῶν ἐγεγόνει.ταῦτά τε ὁ Καῖσαρ, καὶ ὅσα ἄνω μοι τοῦ λόγου εἴρηται, ἔπραξεν ἐν τῷ ἔτει ἐκείνῳ ἐν ᾧ τὸ πέμπτον ὑπάτευσε, καὶ τὴν τοῦ αὐτοκράτορος ἐπίκλησιν ἐπέθετο. λέγω δὲ οὐ τὴν ἐπὶ ταῖς νίκαις κατὰ τὸ ἀρχαῖον διδομένην τισίν (ἐκείνην γὰρ πολλάκις μὲν καὶ πρότερον πολλάκις δὲ καὶ ὕστερον ἀπʼ αὐτῶν τῶν ἔργων ἔλαβεν,ὥστε καὶ ἅπαξ καὶ εἰκοσάκις ὄνομα αὐτοκρατορος σχεῖνʼ ἀλλὰ τὴν ἑτέραν τὴν τὸ κράτος διασημαίνουσαν, ὥσπερ τῷ τε πατρὶ αὐτοῦ τῷ Καίσαρι καὶ τοῖς παισὶ τοῖς τε ἐκγόνοις ἐψήφιστο.καὶ μετὰ ταῦτα τιμητεύσας σὺν τῷ Ἀγρίππᾳ ἄλλα τέ τινα διώρθωσε καὶ τὴν βουλὴν ἐξήτασε. πολλοὶ μὲν γὰρ ἱππῆς πολλοὶ δὲ καὶ πεζοὶ παρὰ τὴν ἀξίαν ἐκ τῶν ἐμφυλίων πολέμων ἐβούλευον, ὥστε καὶ ἐς χιλίους τὸ πλήρωμα τῆς γερουσίαςαὐξηθῆναι. τούτους οὖν ἐκκρῖναι βουληθεὶς αὐτὸς μὲν οὐδένα αὐτῶν ἀπήλειψε, προτρεψάμενος δέ σφας ἐκ τοῦ συνειδότος τοῦ τε γένους καὶ τοῦ βίου δικαστὰς ἑαυτοῖς γενέσθαι τὸ μὲν πρῶτον πεντήκοντά που ἔπεισεν ἐθελοντὰς ἐκστῆναι τοῦ συνεδρίου, ἔπειτα δὲ καὶ ἄλλους ἑκατὸν καὶ τεσσαράκοντα