γέλωτα προσοφλισκάνει. τήν τε οὖν ἄλλην λαμπρότητα σαυτῷ διὰ τῶν ἀγαθῶν ἔργων παρασκεύαζε, καὶ εἰκόνας σου χρυσᾶς μὲν ἢ καὶ ἀργυρᾶς μηδέποτε ἐπιτρέψῃς γενέσθαι (οὐ γὰρ μόνον δαπανηραὶ ἀλλὰ καὶ εὐεπιβούλευτοι καὶ ὀλιγοχρόνιοί εἰσινʼ, ἄλλας δὲ ἐν αὐταῖς ταῖς τῶν ἀνθρώπων ψυχαῖς καὶ ἀκηράτους καὶ ἀθανάτουςἐξ εὐεργεσιῶν δημιούργει. μὴ μέντοι μηδὲ ναόν ποτε περιίδῃς σαυτῷ γενόμενον. μάτην γὰρ παμπληθῆ χρήματα ἐς τὰ τοιαῦτα ἀναλίσκεται, ἃ κρεῖττόν ἐστιν ἐς τὰ ἀναγκαῖα δαπανᾶσθαι (πλοῦτος γὰρ ἀκριβὴς οὐχ οὕτως ἐκ τοῦ πολλὰ λαμβάνειν ὡς ἐκ τοῦ μὴ πολλὰ ἀναλίσκειν ἀθροίζεταἰ, καὶ ἐς εὔκλειαν οὐδὲν ἀπʼ αὐτῶν προσγίγνεται.ἀρετὴ μὲν γὰρ ἰσοθέους πολλοὺς ποιεῖ, χειροτονητὸς δʼ οὐδεὶς πώποτε θεὸς ἐγένετο, ὥστε σοὶ μὲν ἀγαθῷ τε ὄντι καὶ καλῶς ἄρχοντι πᾶσα μὲν γῆ τεμένισμα ἔσται, πᾶσαι δὲ πόλεις ναοί, πάντες δὲ ἄνθρωποι ἀγάλματα (ἐν γὰρ ταῖς γνώμαιςαὐτῶν ἀεὶ μετʼ εὐδοξίας ἐνιδρυθήσᾐ, τοὺς δʼ ἄλλως πως τὰ κράτη διέποντας οὐ μόνον οὐ σεμνύνει τὰ τοιαῦτα, κἂν ἐν ἁπάσαις ταῖς πόλεσιν ἐξαιρεθῇ, ἀλλὰ καὶ προσδιαβάλλει, τρόπαιά τέ τινα τῆς κακίας αὐτῶν καὶ μνημεῖα τῆς ἀδικίας γιγνόμενα· ὅσῳ γὰρ ἂν ἐπὶ πλεῖον ἀνταρκέσῃ, τοσούτῳ μᾶλλον καὶ ἡ κακοδοξία αὐτῶν διαμένει.ὥστʼ εἴπερ ἀθάνατος ὄντως ἐπιθυμεῖς γενέσθαι, ταῦτά τε οὕτω πρᾶττε, καὶ προσέτι τὸ μὲν θεῖον πάντῃ πάντως αὐτός τε σέβου κατὰ τὰ πάτρια καὶ τοὺς ἄλλους τιμᾶν ἀνάγκαζε, τοὺς δὲ δὴ ξενίζοντάςτι περὶ αὐτὸ καὶ μίσει καὶ κόλαζε, μὴ μόνον τῶν θεῶν ἕνεκα, ὧν ὁ καταφρονήσας οὐδʼ ἄλλου ἄν τινος προτιμήσειεν, ἀλλʼ ὅτι καὶ καινά τινα δαιμόνια οἱ τοιοῦτοι ἀντεσφέροντες πολλοὺς ἀναπείθουσιν ἀλλοτριονομεῖν, κἀκ τούτου καὶ συνωμοσίαι καὶ συστάσεις ἑταιρεῖαί τε γίγνονται, ἅπερ ἥκιστα μοναρχίᾳ συμφέρει. μήτʼ οὖν ἀθέῳτινὶ μήτε γόητι συγχωρήσῃς εἶναι. μαντικὴ μὲν γὰρ ἀναγκαία ἐστί, καὶ πάντως τινὰς καὶ ἱερόπτας καὶ οἰωνιστὰς ἀπόδειξον, οἷς οἱ βουλόμενοί τι κοινώσασθαι συνέσονται· τοὺς δὲ δὴ μαγευτὰς πάνυ οὐκ εἶναι προσήκει. πολλοὺς γὰρ πολλάκις οἱ τοιοῦτοι, τὰ μέν τινα ἀληθῆ τὰ δὲ δὴ πλείωψευδῆ λέγοντες, νεοχμοῦν ἐπαίρουσι. τὸ δʼ αὐτὸ τοῦτο καὶ τῶν φιλοσοφεῖν προσποιουμένων οὐκ ὀλίγοι δρῶσι· διὸ καὶ ἐκείνους φυλάσσεσθαί σοι παραινῶ. μὴ γὰρ ὅτι καὶ Ἀρείου καὶ Ἀθηνοδώρου καλῶν καὶ ἀγαθῶν ἀνδρῶν πεπείρασαι, πίστευε καὶ τοὺς ἄλλους πάντας τοὺς φιλοσοφεῖν λέγοντας ὁμοίους αὐτοῖς εἶναι· μυρία γὰρ κακὰ καὶ δήμους καὶ ἰδιώτας τὸ πρόσχημά τινες τοῦτο προβαλλόμενοι δρῶσι.τῇ μὲν οὖν γνώμῃ καὶ τῷ μηδενὸς πλείονος τῶν ὑπαρχόντων ἐπιθυμεῖν εἰρηνικώτατον εἶναί σε χρή, ταῖς δὲ παρασκευαῖς πολεμικώτατον, ὅπως μάλιστα μὲν μήτε ἐθελήσῃ μήτε ἐπιχειρήσῃ τις ἀδικῆσαί σε, εἰ δὲ μή, ῥᾳδίως καὶ παραχρῆμακολασθῇ. καὶ ἐπειδή γε ἀναγκαῖόν ἐστι καὶ διὰ ταῦτα καὶ διὰ τἆλλα καὶ ὠτακουστεῖν τινας καὶ διοπτεύειν πάντα τὰ τῇ ἡγεμονίᾳ σου προσήκοντα, ἵνα μηδὲν τῶν φυλακῆς τινος καὶ ἐπανορθώσεως δεομένων ἀγνοῇς, μέμνησο ὅτι οὐ χρὴ πᾶσιν ἁπλῶς τοῖς λεγομένοις ὑπʼ αὐτῶν πιστεύειν, ἀλλʼἀκριβῶς αὐτὰ διασκοπεῖν. συχνοὶ γάρ, οἱ μὲν μισοῦντές τινας, οἱ δʼ ἐπιθυμοῦντες ὧν ἔχουσιν, ἄλλοι χαριζόμενοί τισιν, ἄλλοι χρήματα αἰτήσαντές τινας καὶ μὴ λαβόντες, ἐπηρεάζουσιν αὐτοὺς ὡς νεωτερίζοντας ἢ καὶ ἄλλο τι ἀνεπιτήδειον κατὰ τοῦ αὐταρχοῦντος ἢ φρονοῦντας ἢλέγοντας. οὔκουν εὐθὺς οὐδὲ ῥᾳδίως προσέχειν αὐτοῖς δεῖ, ἀλλὰ καὶ πάνυ πάντα διελέγχειν· βραδύνας μὲν γὰρ ἐν τῷ πιστεῦσαί τινα οὐδὲν μέγα ἀδικηθήσῃ, σπεύσας δὲ τάχʼ ἄν τι καὶ ἐξαμάρτοις, ὃ μὴ δυνηθήσῃ ἀνακέσασθαι.τιμᾶν μὲν οὖν σε τοὺς ἀγαθοὺς καὶ τῶν ἀπελευθέρων καὶ τῶν ἄλλων τῶν συνόντων σοι καὶ δεῖ καὶ ἀναγκαῖόν ἐστι· καὶ γὰρ κόσμον καὶ ἀσφάλειάν σοι μεγάλην τοῦτο οἴσει. μὴ μέντοι καὶ ὑπέρογκόν τι ἰσχυέτωσαν, ἀλλὰ ἀκριβῶς πάντες σωφρονείτωσαν, ὥστε σε μηδὲν ὑπʼ αὐτῶνδιαβληθῆναι· πάντα γὰρ ὅσα ἂν ἢ καλῶς ἢ κακῶς πράξωσι, σοὶ προστεθήσεται, καὶ τοιοῦτος αὐτὸς ὑφʼ ἁπάντων νομισθήσῃ ὁποῖα ἂν ἐκείνοις ποιεῖν ἐπιτρέπῃς. τοὺς μὲν δὴ οὖν δυνατοὺς μὴ πλεονεκτεῖν τινα μηδὲ αὖ συκοφαντεῖσθαι ἔα· μηδὲ ἔστω τινὶ αὐτῶν αὐτὸ τοῦτο ἔγκλημα, ὅτι δύναται, κἂν μηδὲνἁμαρτάνῃ. τοῖς δὲ δὴ πολλοῖς ἄμυνε μὲν ἰσχυρῶς ἀδικουμένοις, μὴ πρόσεχε δὲ ῥᾳδίως αἰτιωμένοις, ἀλλʼ αὐτὰ τὰ ἔργα καθʼ ἑαυτὰ ἐξέταζε, μήτε ἐς τὸ προέχον πᾶν ὑποπτεύων μήτε τῷκαταδεεστέρῳ παντὶ πιστεύων. καὶ τοὺς μὲν ἐργαζομένους χρήσιμόν τέ τι τεχνωμένους τίμα, τοὺς δʼ ἀργοῦντας ἢ καὶ φλαῦρόν τι πραγματευομένους μίσει, ἵνα τῶν μὲν διὰ τὰς ὠφελίας ὀριγνώμενοι, τῶν δὲ διὰ τὰς ζημίας ἀπεχόμενοι, πρός τε τὰ οἰκεῖα ἀμείνους καὶ πρὸς τὰ κοινὰ συμφορώτεροί σοι γίγνωνται.καλὸν μὲν οὖν ἐστι καὶ τὸ τὰ τῶν ἰδιωτῶν ἀμφισβητήματα ὡς ἐλάχιστα ποιοῦντα τὰς διαλύσεις αὐτῶν ὡς τάχιστα καθιστάναι, κάλλιστον δὲ τὸ τὰς τῶν δήμων ὁρμὰς κολούειν, κἂν ἐπευχόμενοί τινα τῇ τε ἀρχῇ καὶ τῇ σωτηρίᾳ τῇ τε τύχῃ σου ἐκβιάζεσθαί τινας ἢ πρᾶξαί τι ἢ ἀναλῶσαι