ἔπειτα δὲ ἂν πάντα τὰ νομοθετούμενα διʼ αὐτῶν ποιῇ, καὶ μηδὲν τὸ παράπαν ἄλλο ἐπὶ πάντας ὁμοίως φέρῃ πλὴν τῶν ἐκείνης δογμάτων· οὕτω γὰρ τό τε ἀξίωμα τὸ τῆς ἀρχῆς μᾶλλον ἂν βεβαιοῖτο, καὶ τὰ δικαιώματα τἀκ τῶν νόμων καὶ ἀναμφίλογα καὶ διάδηλα πᾶσιν ἅμα γίγνοιτο.τρίτον, ἂν τούς τε βουλευτὰς τοὺς ἐκ τῆς γερουσίας καὶ τοὺς παῖδας τάς τε γυναῖκας αὐτῶν, ἄν ποτέ τινα αἰτίαν βαρυτέραν, ὥστε τὸν ἁλόντα σφῶν ἀτιμίαν ἢ φυγὴν ἢ καὶ θάνατον ὀφλεῖν, λάβωσιν, ὑπό τε τὸ βουλευτήριον ὑπάγῃς μηδὲνπροκαταγνούς, καὶ ἐκείνῳ πᾶσαν τὴν περὶ αὐτῶν διαψήφισιν ἀκέραιον ἐπιτρέπῃς, ἵνʼ οἵ τε ἀδικοῦν τές τι ἐν πᾶσι τοῖς ὁμοτίμοις ἐλεγχόμενοι κολάζωνται χωρὶς τοῦ σοῦ φθόνου, καὶ οἱ ἄλλοι ταῦθʼ ὁρῶντες βελτίους γίγνωνται φόβῳ τοῦ μὴ καὶ αὐτοὶ ἐκδημοσιευθῆναι.καὶ ταῦτα μέντοι περὶ ἐκείνων τῶν ἀδικημάτων, περὶ ὧν οἵ τε νόμοι κεῖνται καὶ αἱ κρίσεις αἱ κατʼ αὐτοὺς γίγνονται, λέγω. τὸ γὰρ ὅτι τις ἐλοιδόρησέ σε ἢ καὶ ἕτερόν τι ἀνεπιτήδειον εἶπε, μήτʼ ἀκούσῃς ποτὲ κατηγοροῦντός τινος μήτεἐπεξέλθῃς. αἰσχρὸν μὲν γὰρ τὸ πιστεύειν ὅτι τις μήτε τι ἀδικοῦντά σε καὶ εὐεργετοῦντα πάντας προεπηλάκισε, καὶ μόνοι τοῦτο ποιοῦσιν οἱ κακῶς ἄρχοντες· ἐκ γὰρ τοῦ συνειδότος καὶ τὸ πιστὸντῶν λεγομένων εἰρῆσθαι τεκμαίρονται· δεινὸν δὲ καὶ τὸ χαλεπαίνειν ἐπὶ τοῖς τοιούτοις, ἃ εἰ μὲν ἀληθῆ εἴη, κρεῖττόν ἐστι μὴ ποιεῖν, εἰ δὲ ψευδῆ, μὴ προσποιεῖσθαι, ὡς πολλοί γε ἤδη διὰ τούτου πολὺ πλείω καὶ χαλεπώτερα λογοποιεῖσθαι καθʼἑαυτῶν ἐποίησαν. περὶ μὲν οὖν τῶν λόγῳ τι προπηλακίζειν αἰτιαζομένων ταῦτʼ ἐγὼ φρονῶ· κρείττω τε γὰρ καὶ ὑψηλότερον πάσης ὕβρεως εἶναί σε χρή, καὶ μηδʼ ἐς ἔννοιάν ποτε μήτʼ αὐτὸν ἀφικνεῖσθαι μήτε τοὺς ἄλλους προάγειν ὅτι δύναταί τις ἀσελγᾶναί τι ἐς σέ, ἵνʼ ὡς περὶ τῶν θεῶν, οὕτω καὶ περὶ σοῦ φρονῶσιν ὅτι σεπτὸςεἶ. ἂν δὲ δή τις ἐπιβουλεύειν σοι αἰτίαν λάβῃ (γένοιτο γὰρ ἄν τι καὶ τοιοῦτονʼ, αὐτὸς μὲν μηδὲ περὶ ἐκείνου τι μήτε δικάσῃς μήτε προδιαγνῷς (ἄτοπον γὰρ τὸν αὐτὸν καὶ κατήγορον καὶ δικαστὴν γίγνεσθαἰ, ὑπὸ δὲ δὴ τὴν βουλὴν αὐτὸν ἀγαγὼν ἀπολογήσασθαί τε ποίησον, κἂν ἐλεγχθῇ, κόλασον μετριάσας ὡς οἷόν τέ ἐστι τὸ τιμώρημα,ἵνα καὶ πιστευθῇ τὸ ἀδίκημα. χαλεπώτατα γὰρ οἱ πολλοὶ πείθονται ὅτι τις ἄοπλος ὢν ἐπιβουλεύει τῷ ὡπλισμένῳ· καὶ μόνως ἂν οὕτως αὐτῶν τύχοις, εἰ μήτε πρὸς ὀργὴν μήτʼ ἀνηκέστως, ἐφʼ ὅσον γε καὶ ἐνδέχεται, τὴν τιμωρίαν αὐτοῦ ποιοῖο. λέγω δὲ ταῦτα χωρὶς ἢ εἴ τις στράτευμά τι ἔχων ἄντικρυς ἐπανασταίη· οὐδὲ γὰρ δικάζεσθαι τὸν τοιοῦτόν που προσῆκεν, ἀλλʼ ἐν πολεμίου μοίρᾳ κολάζεσθαι.ταῦτά τε οὖν οὕτω, καὶ τἆλλα τὰ πλεῖστα καὶ μέγιστα τῶν τῷ δημοσίῳ προσηκόντων, τῇ γερουσίᾳ ἀνατίθει· τά τε γὰρ κοινὰ κοινῶς διοικεῖσθαι δεῖ, καὶ ἔστι που πᾶσιν ἀνθρώποις ἔμφυτον καὶ τὸ χαίρειν ἐφʼ οἷς ἂν παρὰ τοῦ κρείττονος ὡς καὶ ἰσότιμοι αὐτῷ ὄντες ἀξιωθῶσι, καὶ τὸ πάντα τὰ μετὰ σφῶν τινι γνωσθέντα καὶ ἐπαινεῖν ὡς οἰκεῖα καὶ ἀγαπᾶν ὡς αὐθαίρετα.ἐς μὲν οὖν τὸ βουλευτήριον τὰ τοιαῦτα ἐσφέρεσθαί φημι χρῆναι, καὶ περὶ μὲν τῶν ἄλλων πάντας ὁμοίως τοὺς παρόντας γνώμην διδόναι, ὅταν δὲ δὴ κατηγορῆταί τις αὐτῶν, μὴ πάντας, πλὴν ἄν τις ἢ μηδέπω βουλεύῃ ἢ καὶ ἐν τοῖςτεταμιευκοσιν ἔτι ὢν κρίνηται. ἄτοπον γὰρ τὸν μηδέπω δεδημαρχηκότα ἢ ἠγορανομηκότα ψῆφον κατά τινος τῶν τοιούτων φέρειν, ἢ νὴ Δία τούτων τινὰ κατὰ τῶν ἐστρατηγηκότων, ἢ καὶ ἐκείνων κατὰ τῶν ὑπατευκότων. ἀλλʼ οὗτοι μὲν ἐπὶ πάντας τὴν τοῦ τι ἀποφήνασθαι ἐξουσίαν ἐχέτωσαν, οἱ δʼ ἄλλοι ἐπί τε τοὺς ὁμοίους καὶ ἐπὶ τοὺς ὑποδεεστέρους.δίκαζε δὲ καὶ αὐτὸς ἰδίᾳ τά τε ἐφέσιμα καὶ τὰ ἀναπόμπιμα, ὅσα ἂν παρά τε τῶν μειζόνων ἀρχόντων καὶ παρὰ τῶν ἐπιτρόπων, τοῦ τε πολιάρχου καὶ τοῦ ὑποτιμητοῦ καὶ τῶν ἐπάρχων τοῦ τε τὸν σῖτον ἐπισκοποῦντος καὶ τοῦ νυκτοφυλακοῦντος, ἀφικνῆται· μήτε γὰρ αὐτόδικος μήτʼ αὐτοτελὴς οὕτω τις τὸ παράπαν ἔστω ὥστε μὴοὐκ ἐφέσιμον ἀπʼ αὐτοῦ δίκην γίγνεσθαι. ταῦτά τε οὖν κρῖνε, καὶ περὶ τῶν ἱππέων τῶν τε ἑκατοντάρχων τῶν ἐκ τοῦ καταλόγου καὶ τῶν ἰδιωτῶν τῶν πρώτων, ὅταν περὶ θανατώσεως ἢ καὶ ἀτιμίας τινὸς ἀγωνίζωνται. σοὶ γὰρ δὴ τὰ τοιαῦτα μόνῳ προσκείσθω, καὶ μηδεὶς ἄλλος περὶ αὐτῶν αὐτὸς καθʼ ἑαυτόν, διʼ ἅπερ εἶπον, δικαζέτω.μετὰ γὰρ δὴ σοῦ ἀεὶ μὲν οἱ ἐντιμότατοι καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων, ἤδη δὲ καὶ ἕτεροί τινες ἔκ τε τῶν ὑπατευκότων καὶ ἐκ τῶν ἐστρατηγηκότων ἄλλοι ἄλλοτε διαγιγνωσκέτωσαν, ἵνα σύ τε τοὺς τρόπους αὐτῶν ἀκριβέστερον ἐν τούτῳ προκαταμανθάνων ὀρθῶς σφισιν ἔχῃς χρῆσθαι, καὶ ἐκεῖνοι προσυγγιγνόμενοι τοῖς τε ἤθεσι καὶ τοῖς βουλεύμασί σου οὕτως ἐς τὰς τῶν ἐθνῶνἡγεμονίας ἐξίωσι. τὰς μέντοι γνώμας αὐτῶν μὴ φανερῶς, ὅσαι γε καὶ ἐπισκέψεως ἀκριβεστέρας δέονται, διαπυνθάνου, ἵνα μὴ τοῖς προήκουσί σφων ἐφεπόμενοι κατοκνῶσι παρρησιάζεσθαι, ἀλλʼ ἐς γραμματεῖα γραφομένας, οἷς αὐτὸς μόνος ἐντυχών, ὑπὲρ τοῦ μηδενὶ ἄλλῳ ἐκδήλους αὐτὰς γίγνεσθαι, εὐθέως αὐτὰς ἀπαλείφεσθαι κέλευε· οὕτω γὰρ ἂν μάλιστα τὴν ἑκάστου γνώμην διακριβώσειας, εἰ ἀνέλεγκτον αὐτὴν παρὰ τοῖς ἄλλοις πιστεύσειαν ἔσεσθαι.