καὶ μὴ θαυμάσῃς εἰ καὶ τὴν Ἰταλίαν τοιαῦτα μέρη νεῖμαί σοι παραινῶ· πολλή τε γὰρ καὶ πολυάνθρωπος οὖσα ἀδύνατός ἐστιν ὑπὸ τῶν ἐν τῷ ἄστει ἀρχόντων καλῶς διοικεῖσθαι. δεῖ γὰρ τοῖς τε δήμοις τὸν ἄρχοντα ἀεὶ παρεῖναι καὶ τοῖς ἄρχουσι τὰ δυνατὰ προστάσσεσθαι.λαμβανέτωσαν δὲ μισθὸν πάντες οὗτοι οἱ τὰς ἔξω τῆς πόλεως ἀρχὰς ἐπιτρεπόμενοι, πλείω μὲν οἱ μείζους, ἐλάττω δὲ οἱ καταδεέστεροι, μέσον δὲ οἱ μέσοι· οὔτε γὰρ ἀπὸ τῶν οἰκείων οἷόν τέ ἐστιν αὐτοὺς ἐν τῇ ἀλλοτρίᾳ ἀποζῆν, οὔτʼ ἀορίστῳ καὶἀσταθμήτῳ ἀναλώματι ὥσπερ νῦν χρῆσθαι. καὶ ἀρχέτωσαν μήτε ἔλαττον ἐτῶν τριῶν, εἰ μή τις ἀδικήσειέ τι, μήτε πλεῖον πέντε, τὸ μὲν ὅτι αἱ ἐνιαύσιοι καὶ ὀλιγοχρόνιοι ἀρχαὶ διδάξασαί τινας τὰ ἀναγκαῖα ἀποπέμπουσι πρίν τι αὐτῶν ἀποδειχθῆναι, τὸ δὲ ὅτι αἱ μακρότεραι καὶ πολυχρονιώτεραι ἐπαίρουσί πως πολλοὺς καὶ ἐς νεωτεροποιίανἐξάγουσι. διόπερ οὐδὲ ἐπαλλήλας τὰς μείζους ἡγεμονίας οἶμαί τισι προσήκειν δίδοσθαι. οὔτε γὰρ διαφέρει τι ἄν τε ἐν τῷ αὐτῷ ἔθνει ἄν τε καὶ ἐν πλείοσιν ἐφεξῆς ἐπὶ μακρότερον τοῦ δέοντος ἄρχῶσι· καὶ ἀμείνονες γίγνονται, ἐπειδὰν διαλίπωσί τέ τινα χρόνον καὶ οἴκαδε ἐπανέλθωσι καὶ ἰδιωτεύσωσι. τοὺς μὲν δὴ οὖν βουλευτὰς ταῦτά τε καὶ οὕτωδιέπειν φημὶ χρῆναι, τῶν δὲ δὴ ἱππέων δύο τοὺς ἀρίστους τῆς περὶ σὲ φρουρᾶς ἄρχειν· τό τε γὰρ ἑνὶ ἀνδρὶ αὐτὴν ἐπιτρέπεσθαι σφαλερὸν καὶ τὸπλείοσι ταραχῶδές ἐστι. δύο τε οὖν ἔστωσαν οἱ ἔπαρχοι οὗτοι, ἵνʼ ἂν καὶ ὁ ἕτερος αὐτῶν ἐπαίσθηταί τι τῷ σώματι, μήτι γε καὶ ἐνδεὴς τοῦ φυλάξοντός σε εἴης· καὶ καθιστάσθωσαν ἐκ τῶν πολλάκις τε ἐστρατευμένων καὶ πολλὰ καὶ ἄλλαδιῳκηκότων. ἀρχέτωσαν δὲ δὴ τῶν τε δορυφόρων καὶ τῶν λοιπῶν στρατιωτῶν τῶν ἐν τῇ Ἰταλίᾳ πάντων, ὥστε καὶ θανατοῦν τοὺς ἀδικοῦντας αὐτῶν πλὴν τῶν τε ἑκατοντάρχων καὶ τῶν ἄλλων τῶν τοῖς ἐκ τοῦ βουλευτικοῦ ἄρχουσι προστεταγμένων.τούτους μὲν γὰρ αὐτοὶ ἐκεῖνοι δικαιούτωσαν, ἵνα ἀπροφασίστως σφίσι χρῆσθαι, ἅτε καὶ κολάσαι καὶ τιμῆσαί σφας ἐξουσίαν ἔχοντες, δύνωνται· τῶν δʼ ἄλλων τῶν ἐν τῇ Ἰταλίᾳ στρατιωτῶν οἱ ἔπαρχοι ἐκεῖνοι προστατείτωσαν, ὑπάρχους ἔχοντες, καὶ προσέτι καὶ τῶν Καισαρείων τῶν τε ἐν τῇ θεραπείᾳ σου ὄντων καὶ τῶν ἄλλωντῶν λόγου τινὸς ἀξίων. ταῦτα γὰρ καὶ προσήκοντα καὶ αὐτάρκη αὐτοῖς διάγειν ἔσται, ἵνα μὴ καὶ πλείω πράγματα ὧν καλῶς φέρειν δυνήσονται ἐπιταχθέντες ἄσχολοι πρὸς τὰ ἀναγκαῖα ἢ καὶ ἀδύνατοι πάντων αὐτῶν προΐστασθαι γένωνται.καὶ οὗτοι μὲν διὰ βίου, ὥσπερ που καὶ ὁ πολίαρχος ὅ θʼ ὑποτιμητής, τὴν ἀρχὴν ἐχέτωσαν· νυκτοφύλαξ δὲ ἕτερος, καὶ ἐπὶ τοῦ σίτου τῆς τε ἀγορᾶς τῆς λοιπῆς ἕτερος ἔκ τε τῶν ἱππέων τῶν πρώτων μετʼ ἐκείνους καὶ ἐς τακτὸν χρόνον ἀποδεικνύσθωσαν, καθάπερ οἱ ἐκ τοῦ βουλευτικοῦπροχειριζόμενοι. τάς τε διοικήσεις τῶν χρημάτων, τῶν τε τοῦ δήμου καὶ τῶν τῆς ἀρχῆς λέγω, καὶ τὰς ἐν τῇ Ῥώμῃ τῇ τε ἄλλῃ Ἰταλίᾳ καὶ τὰςἔξω πάσας οἱ ἱππῆς διαχειριζέτωσαν, καὶ μισθὸν οὗτοί τε καὶ οἱ ἄλλοι πάντες οἱ ἐκ τοῦ αὐτοῦ τέλους διοικοῦντές τι, οἱ μὲν πλείονα οἱ δὲ ἐλάττονα, πρός τε τὸ ἀξίωμα καὶ πρὸς τὸ μέγεθος τῆςπράξεως φερέτωσαν, τοῦτο μὲν ὅτι οὐχ οἷόν τέ ἐστιν αὐτούς, ἅτε καὶ πενεστέρους τῶν βουλευτῶν ὄντας, ἀπὸ τῶν οἰκείων, οὐδὲ ἐν τῇ Ῥώμῃ τι πράττοντας, ἀναλίσκειν, ἐκεῖνο δὲ ὅτι μήτε δυνατὸν μήτε συμφέρον ἐστί σοι τοὺς αὐτοὺς τῶν τε δυνάμεων καὶ τῶν χρημάτων κυρίους γίγνεσθαι.πρὸς δʼ ἔτι καὶ καλῶς ἔχει διὰ πλειόνων πάντα τὰ τῇ ἀρχῇ προσήκοντα διάγεσθαι, ὅπως καὶ ὠφελῶνται ἅμα συχνοὶ καὶ ἔμπειροι τῶν πραγμάτων γίγνωνται· οὕτω γὰρ οἵ τε ἀρχόμενοι μᾶλλον εὐνοήσουσί σοι, πολυειδῆ ἀπόλαυσιν τῶν κοινῶν ἀγαθῶν καρπούμενοι, καὶ σὺ ἀφθονώτατα τοῖς ἀεὶ ἀρίστοις πρὸς πάντα τὰ ἀναγκαῖα χρήσῃ.ἀπόχρη δὲ ἐν μὲν τῇ πόλει καθʼ ἕκαστον χρηματίσεως εἶδος, ἔξω δὲ καθʼ ἕκαστον ἔθνος, εἷς τις ἐκ τῶν ἱππέων, ὑπομείονας ὅσους ἂν ἡ χρεία ἀπαιτῇ ἔκ τε τῶν ἱππέων καὶ ἐκ τῶν ἐξελευθέρων σου ἔχων· δεῖ γὰρ καὶ τοιούτους τινὰς συζευγνύναι σφίσιν, ἵνα ἥ τε θεραπεία σου ἆθλόν τι ἀρετῆς ἔχῃ, καὶ σὺ μὴ ἀπορῇς παρʼ ὧν καὶ ἀκόντων τὴν ἀλήθειαν, ἄν γέ τι πλημμεληθῇ, μαθεῖν δυνήσῃ.ὅστις δʼ ἂν τῶν ἱππέων διὰ πολλῶν διεξελθὼν ἐλλόγιμος ὥστε καὶ βουλεῦσαι γένηται, μηδὲν αὐτὸν ἡ ἡλικία ἐμποδιζέτω πρὸς τὸ μὴ οὐ καὶ ἐς τὸ συνέδριον καταλεχθῆναι, ἀλλʼ ἐσγραφέσθωσαν καὶ ἐξ ἐκείνων, κἂν λελοχαγηκότες τινὲς ἐν τοῖς πολιτικοῖς στρατοπέδοις ὦσι, πλὴν τῶν ἐν τῷτεταγμένῳ ἐστρατευμένων. τούτων μὲν γὰρ τῶν καὶ φορμοφορησάντων καὶ λαρκοφορησάντων καὶ αἰσχρὸν καὶ ἐπονείδιστόν ἐστιν ἐν τῷ βουλευτικῷ τινας ἐξετάζεσθαι· ἐκ δὲ δὴ τῶν ἀπʼ ἀρχῆς ἑκατονταρχησάντων οὐδὲν κωλύει τοὺς ἐλλογιμωτάτους αὐτοῦ μεταλαμβάνειν.περὶ μὲν οὖν τῶν βουλευτῶν τῶν τε ἱππέων ταῦτά σοι συμβουλεύειν ἔχω, καὶ νὴ Δία καὶ ἐκεῖνα, ἵνα ἕως τε ἔτι παῖδές εἰσιν, ἐς τὰ διδασκαλεῖα συμφοιτῶσι, καὶ ἐπειδὰν ἐς μειράκια ἐκβάλωσιν, ἐπί τε τοὺς ἵππους καὶ ἐπὶ τὰ ὅπλα τρέπωνται, διδασκάλους ἑκατέρων δημοσιεύοντας