προσέτι καὶ κινδυνεῦσαι. τίς γάρ σου φείσεται, ἄν τε ἐς τὸν δῆμον τὰ πράγματʼ ἀνώσῃς, ἄν τε καὶ ἑτέρῳ τινὶ ἐπιτρέψῃς, παμπόλλων μὲν ὄντων τῶν ὑπὸ σοῦ λελυπημένων, πάντων δʼ ὡς εἰπεῖν τῆς μοναρχίας ἀντιποιησομένων, ὧν οὐδεὶς οὔτε μὴ ἀμύνασθαί σε ἐφʼ οἷς πεποίηκας οὔτʼ ἀντίπαλονὑπολιπέσθαι ἐθελήσει. τεκμήριον δὲ ὅτι καὶ ὁ Πομπήιος ἐκστὰς τῆς δυναστείας καὶ κατεφρονήθη καὶ ἐπεβουλεύθη, κἀκ τούτου μηκέτʼ αὐτὴν ἀναλαβεῖν δυνηθεὶς ἐφθάρη, καὶ ὁ Καῖσαρ ὁ πατὴρ ὁ σὸς τὸ αὐτὸ τοῦτο ποιήσας προσαπώλετο. πάντως δʼ ἂν καὶ ὁ Μάριος καὶ ὁ Σύλλας ὅμοια αὐτοῖς ἐπεπόνθεσαν, εἰ μὴ προετεθνήκεσαν.καίτοι τὸν Σύλλαν φασί τινες αὐτὸ τοῦτο φοβηθέντα φθῆναι καὶ ἑαυτὸν ἀναχρήσασθαι· συχνὰ γοῦν τῶν νομοθετηθέντων ὑπʼ αὐτοῦ ζῶντος ἔτʼ αὐτοῦ λύεσθαι ἤρξατο. ὥστε καὶ σὺ πολλοὺς μὲν Λεπίδους πολλοὺς δὲ Σερτωρίους Βρούτους Κασσίους γενήσεσθαί σοι προσδόκα.ταῦτά τε οὖν ἰδὼν καὶ τἆλλα πάντα λογισάμενος, μὴ προῇ καὶ σεαυτὸν καὶ τὴν πατρίδα, ἵνα μὴ δόξῃς τισὶν ἐθελούσιος τῆς ἀρχῆς ἐφεῖσθαι. πρῶτον μὲν γάρ, ἂν καὶ τοῦτο τις ὑποπτεύσῃ, οὔτʼ ἀπὸ τοῦ ἀνθρωπείου τρόπου τὸ ἐπιθύμημά ἐστι, καὶ καλὸς ὁ κίνδυνος αὐτοῦ· ἔπειτα δὲ τίς οὐκ οἶδε τὴν ἀνάγκην ὑφʼ ἧς ἐς τὰπράγματα ταῦτα προήχθης; ὥστε εἴπερ τι αἰτίαμα αὐτῆς ἐστι, τοῖς τοῦ πατρός σου σφαγεῦσι δικαιότατα ἄν τις αὐτὸ ἐγκαλέσειεν· εἰ γὰρ ἐκεῖνοι μήτʼ ἀδίκως μήτʼ οἰκτρῶς οὕτως αὐτὸν ἀπεκτόνεσαν, οὔτʼ ἂν τὰ ὅπλα ἀντήρω, οὔτʼ ἂν τὰ στρατεύματα συνελέξω, οὔτʼ ἂν Ἀντωνίῳ καὶ Λεπίδῳ συνέθου, οὔτʼ ἂν αὐτοὺς ἐκείνους ἠμύνω.καὶ ὅτι μὲν ὀρθῶς καὶ δικαίως πάντα ταῦτʼ ἐποίησας, οὐδεὶς ἀγνοεῖ· εἰ δʼ οὖν τι καὶ πεπλημμέληται, ἀλλʼ οὔτι καὶ μεταθέσθαι ἔτʼ ἀσφαλῶς δυνάμεθα. ὥστε καὶ ἡμῶν αὐτῶν ἕνεκα καὶ τῆς πόλεως πεισθῶμεν τῇ τύχῃ τῇ τὴν μοναρχίαν σοιδιδούσῃ. καὶ χάριν γε μεγάλην αὐτῇ ἔχωμεν, ὅτι μὴ μόνον τῶν κακῶν τῶν ἐμφυλίων ἀπέλυσεν ἡμᾶς, ἀλλὰ καὶ τὴν κατάστασιν τῆς πολιτείας ἐπὶ σοὶ πεποίηται, ἵνʼ ἐπιμεληθεὶς αὐτῆς ὥσπερ προσήκει, δείξῃς ἅπασιν ἀνθρώποις ὅτι ἐκεῖνα μὲν ἄλλοι καὶ ἐτάραξαν καὶ ἐκακούργησαν, σὺ δὲ δὴ χρηστὸς εἶ.καὶ μή μοι τὸ μέγεθος τῆς ἀρχῆς φοβηθῇς. ὅσῳ τε γὰρ πλείων ὑπάρχει, τόσῳ πλείω καὶ τὰ σώζοντα ἔχει, καὶ μακρῷ τὸ φυλάξαι τι τοῦ κτήσασθαι ῥᾷόν ἐστι· πρὸς μὲν γὰρ τὸ τἀλλότρια προσποιήσασθαι καὶ πόνων καὶ κινδύνων δεῖ, πρὸς δὲ τὸ τὰ ὑπάρχοντα σῶσαι βραχεῖα φροντὶςἀρκεῖ. μὴ μέντοι μηδὲ δείσῃς ὅτι οὐχὶ καὶ ἀσφαλέστατα ἐν αὐτῇ βιώσῃ καὶ πάντων τῶν ἐν ἀνθρώποις ἀγαθῶν ἀπολαύσεις, ἄν γε ἐθελήσῃς αὐτὴν ὡς παραινέσω σοι διοικῆσαι. καί με μὴ νομίσῃς ἀπαρτᾶν ἀπὸ τῆς παρούσης ὑποθέσεως τὸν λόγον, ἂν ἐπὶ πλεῖόν σοι περὶ αὐτῆς διαλεχθῶ·οὐ γάρ που καὶ ὑπʼ ἀδολεσχίας τινὸς ἄλλως τοῦτο ποιήσω, ἀλλʼ ἵνα ἀκριβῶς καταμάθῃς ὅτι καὶ δυνατὸν καὶ ῥᾴδιον τῷ γε ἔμφρονι τὸ καὶ καλῶς καὶ ἀκινδύνως ἄρξαι ἐστί.φημὶ τοίνυν χρῆναί σε κατὰ πρώτας εὐθὺς τὸ βουλευτικὸν πᾶν καὶ φυλοκρινῆσαι καὶ διαλέξαι, ἐπειδή τινες οὐκ ἐπιτήδειοι διὰ τὰς στάσεις βεβουλεύκασι, καὶ τοὺς μὲν ἀρετήν τινα αὐτῶν ἔχοντας κατασχεῖν, τοὺς δὲ λοιποὺς ἀπαλεῖψαι.μὴ μέντοι καὶ διὰ πενίαν τινὰ ἀγαθόν γε ἄνδρα ὄντα ἀπαλλάξῃς, ἀλλὰ καὶ χρήματα αὐτῷ τὰ ἀναγκαῖα δός. ἀντὶ δὲ δὴ τῶν ἄλλων τούς τε γενναιοτάτους καὶ τοὺς ἀρίστους τούς τε πλουσιωτάτους ἀντεσάγαγε, μὴ μόνον ἐκ τῆς Ἰταλίας ἀλλὰ καὶ παρὰ τῶν συμμάχων τῶν τε ὑπηκόωνἐπιλεξάμενος· οὕτω γὰρ σύ τε πολλοῖς συνεργοῖς χρήσῃ, καὶ τοὺς κορυφαίους ἐξ ἁπάντων τῶν ἐθνῶν ἐν ἀσφαλεῖ ποιήσῃ, καὶ οὔτε ἐκεῖνα νεοχμώσει τι μηδένα ἐλλόγιμον προστάτην ἔχοντα, καὶ οἱ πρωτεύοντες παρʼ αὐτοῖς φιλήσουσί σε ἅτε καὶ κοινωνοί σοι τῆς ἀρχῆς γεγονότες.τὰ δὲ αὐτὰ ταῦτα καὶ ἐπὶ τῶν ἱππέων ποίησον. τοὺς γὰρ τὰ δευτερεῖα ἑκασταχόθι καὶ γένει καὶ ἀρετῇ καὶ πλούτῳ φερομένους ἐς τὴν ἱππάδα κατάλεξον, τοσούτους ἑκατέρους ἀντεγγράψας ὅσοι ποτʼ ἂν ἀρέσωσί σε, μηδὲν περὶ τοῦ πλήθους αὐτῶν ἀκριβολογούμενος· ὅσῳ γὰρ ἂν πλείους εὐδόκιμοι ἄνδρες συνῶσί σοι, τοσούτῳ ῥᾷον αὐτόςτε ἐν δέοντι πάντα διοικήσεις, καὶ τοὺς ἀρχομένους πείσεις ὅτι οὔτε ὡς δούλοις σφίσιν οὔθʼ ὡς χείροσί πῃ ἡμῶν οὖσι χρῇ, ἀλλὰ τά τε ἄλλα ἀγαθὰ πάντα τὰ ὑπάρχοντα ἡμῖν καὶ τὴν ἡγεμονίαν αὐτοῖς κοινοῖ, ὅπως ὡς οἰκείαν αὐτὴνσπουδάζωσι. καὶ τοσοῦτόν γε δέω τοῦθʼ ὡς οὐκ ὀρθῶς εἰρημένον ἀναθέσθαι, ὥστε καὶ τῆς πολιτείας πᾶσί σφισι μεταδοθῆναί φημι δεῖν, ἵνα καὶ ταύτης ἰσομοιροῦντες πιστοὶ σύμμαχοι ἡμῖν ὦσιν, ὥσπερ τινὰ μίαν τὴν ἡμετέραν πόλιν οἰκοῦντες, καὶ ταύτην μὲν ὄντως πόλιν τὰ δὲ δὴ σφέτερα ἀγροὺς καὶ κώμας νομίζοντες εἶναι. ἀλλὰ περὶ μὲν τούτου αὖθις ἀκριβέστερον σκεψόμεθα ἃ χρὴ πρᾶξαι, ἵνα μὴ καὶ πάνταἀθρόα αὐτοῖς χαρισώμεθα· καταλέγεσθαι δὲ χρὴ ἐς μὲν τὴν ἱππάδα ὀκτωκαιδεκέτεις, ἐν γὰρ ταύτῃ τῇ ἡλικίᾳ μάλιστα ἥ τε τῶν σωμάτων αὐτῶν εὐεξία καὶ ἡ τῶν ψυχῶν ἐπιτηδειότης διαφαίνεται, ἐς δὲ τὸ συνέδριον πεντεκαιεικοσιέτεις· πῶς γὰρ οὐκ αἰσχρὸν καὶ σφαλερόν ἐστι τὰ μὲν οἰκεῖα μηδενὶ πρὸ ταύτης τῆς ἡλικίας ἐπιτρέπεσθαι, τὰ δὲ δημόσια καὶ νεωτέροις τισὶν ἐγχειρίζεσθαι;