ἐκφυομένας. περὶ ὧν τῆς δεινότητος οὐδὲ ἐπεχείρησά τι εἰπεῖν· οὐ γὰρ δὴ καὶ καταδραμεῖν ἄλλως εὐκατηγόρητον οὕτω πρᾶγμα ἠθέλησα, ἀλλὰ δεῖξαί σοι τοῦθʼ ὅτι τοιοῦτόν ἐστι τῇ φύσει ὥστε μηδὲ τοὺς χρηστοὺς ἄνδρας(οὔτε πεῖσαί τι ῥᾳδίως ὑπὸ παρρησίας τοὺς οὐχ ὁμοίους δύνανται) κἀν ταῖς πράξεσιν ἅτε μὴ ὁμογνωμονούντων σφῶν κατορθοῦσιν. ὥστε εἴ τι κήδῃ τῆς πατρίδος, ὑπὲρ ἧς τοσούτους πολέμους πεπολέμηκας, ὑπὲρ ἧς καὶ τὴν ψυχὴν ἡδέως ἂν ἐπιδοίης, μεταρρύθμισον αὐτὴν καὶ κατακόσμησονπρὸς τὸ σωφρονέστερον. τὸ γὰρ ἐξεῖναί τισι πάνθʼ ἁπλῶς ὅσα βούλονται καὶ ποιεῖν καὶ λέγειν, ἂν μὲν ἐπὶ τῶν εὖ φρονούντων ἐξετάζῃς, εὐδαιμονίας ἅπασιν αἴτιον γίγνεται, ἂν δὲ ἐπὶ τῶν ἀνοήτων, συμφορᾶς· καὶ διὰ τοῦτο ὁ μὲν τοῖς τοιούτοις τὴν ἐξουσίαν διδοὺς παιδὶ δή τινι καὶ μαινομένῳ ξίφος ὀρέγει, ὁ δʼ ἐκείνοις τά τε ἄλλα καὶ αὐτοὺς τούτους καὶ μὴ βουλομένους σώζει.διόπερ καὶ σὲ ἀξιῶ μὴ πρὸς τὰς εὐπρεπείας τῶν ὀνομάτων ἀποβλέψαντα ἀπατηθῆναι, ἀλλὰ τὰ γιγνόμενα ἐξ αὐτῶν προσκοπήσαντα τήν τε θρασύτητα τοῦ ὁμίλου παῦσαι καὶ τὴν διοίκησιν τῶν κοινῶν ἑαυτῷ τε καὶ τοῖς ἄλλοις τοῖς ἀρίστοις προσθεῖναι, ἵνα βουλεύωσι μὲν οἱ φρονιμώτατοι, ἄρχωσι δὲ οἱ στρατηγικώτατοι, στρατεύωνται δὲ καὶ μισθοφορῶσιν οἵ τε ἰσχυρότατοι καὶ οἱ πενέστατοι.οὕτω γὰρ τά τε ἐπιβάλλοντά σφισιν ἔκαστοι προθύμως ποιοῦντες, καὶ τὰς ὠφελίας ἀλλήλοις ἑτοίμως ἀντιδιδόντες, οὔτε τῶν ἐλαττωμάτων, ἐν οἷς καταδέουσί τινων, ἐπαισθήσονται, καὶ τὴν δημοκρατίαν τὴν ἀληθῆ τήν τε ἐλευθερίαντὴν ἀσφαλῆ κτήσονται· ἐκείνη μὲν γὰρ ἡ τοῦ ὄχλου ἐλευθερία τοῦ τε βελτίστου δουλεία πικροτάτη γίγνεται καὶ κοινὸν ἀμφοῖν ὄλεθρον φέρει, αὕτη δὲ τό τε σῶφρον πανταχοῦ προτιμῶσα καὶ τὸ ἴσον ἅπασι κατὰ τὴν ἀξίαν ἀπονέμουσα πάντας ὁμοίως εὐδαίμονας τοὺς χρωμένους αὐτῇ ποιεῖ.μὴ γάρ τοι οἰηθῇς ὅτι τυραννῆσαί σοι, τόν τε δῆμον καὶ τὴν βουλὴν δουλωσαμένῳ, παραινῶ. τοῦτο μὲν γὰρ οὔτʼ ἂν ἐγώ ποτε εἰπεῖν οὔτʼ ἂν σὺ πρᾶξαι τολμήσειας· ἐκεῖνα δὲ δὴ καὶ καλὰ καὶ χρήσιμα καὶ σοὶ καὶ τῇ πόλει γένοιτο ἄν, τό τε πάντα τὰ προσήκοντα αὐτόν σε μετὰ τῶν ἀρίστων ἀνδρῶν νομοθετεῖν, μηδενὸς τῶν πολλῶν μήτʼ ἀντιλέγοντος αὐτοῖς μήτʼ ἐναντιουμένου,καὶ τὸ τοὺς πολέμους πρὸς τὰ ὑμέτερα βουλήματα διοικεῖσθαι, πάντων αὐτίκα τῶν ἄλλων τὸ κελευόμενον ποιούντων, τό τε τὰς τῶν ἀρχόντων αἱρέσεις ἐφʼ ὑμῖν εἶναι, καὶ τὸ τὰς τιμὰς τάς τε τιμωρίας ὑμᾶς ὁρίζειν, ἵνα καὶ νόμος εὐθὺς ᾖ πᾶν ὅ τι ἂν βουλευσαμένῳ σοι μετὰ τῶν ὁμοτίμωνἀρέσῃ, καὶ οἱ πολέμιοι κρύφα καὶ κατὰ καιρὸν πολεμῶνται, οἵ τε τι ἐγχειριζόμενοι ἀπʼ ἀρετῆς ἀλλὰ μὴ κλήρῳ καὶ σπουδαρχίᾳ ἀποδεικνύωνται, καὶ οἱ μὲν ἀγαθοὶ ἄνευ φθόνου τιμῶνται, οἱ δὲκακοὶ ἄνευ συστάσεως κολάζωνται. οὕτω γὰρ ἂν μάλιστα τά τε πραττόμενα ὀρθῶς διοικηθείη, μήτε ἐς τὸ κοινὸν ἀναφερόμενα μήτε ἐν τῷ φανερῷ βουλευόμενα μήτε τοῖς παρακελευστοῖς ἐπιτρεπόμενα μήτε ἐκ φιλοτιμίας κινδυνευόμενα, καὶ τῶν ὑπαρχόντων ἡμῖν ἀγαθῶν ἡδέως ἀπολαύσαιμεν, μήτε πολέμους ἐπικινδύνους μήτεστάσεις ἀνοσίους· ποιούμενοι. ταῦτα γὰρ πᾶσα μὲν δημοκρατία ἔχει· οἱ γὰρ δυνατώτεροι, τῶν τε πρωτείων ὀρεγόμενοι καὶ τοὺς ἀσθενεστέρους μισθούμενοι, πάντα ἄνω καὶ κάτω φύρουσι· πλεῖστα δὲ δὴ παρʼ ἡμῖν γέγονε, καὶ οὐκ ἔστινὅπως ἄλλως παύσεται. τεκμήριον δέ, πάμπολυς ἐξ οὗ χρόνος καὶ πολεμοῦμεν καὶ στασιάζομεν. αἴτιον δὲ τό τε πλῆθος τῶν ἀνθρώπων καὶ τὸ μέγεθος τῶν πραγμάτων· ἐκεῖνοί τε γὰρ παντοδαποὶ καὶ τὰ γένη καὶ τὰς φύσεις ὄντες καὶ ποικίλας καὶ τὰς ὀργὰς καὶ τὰς ἐπιθυμίας ἔχουσι, καὶ ταῦτα ἐς τοσοῦτον προῆκται ὥστε καὶ πάνυ δυσχερῶς ἂν διοικηθῆναι.καὶ ὅτι ταῦτα ἀληθῆ λέγω, μαρτυρεῖ τὰ γεγονότα. τέως μὲν γὰρ οὔτε πολλοὶ ἦμεν οὔτε μεγάλῳ τινὶ τῶν πλησιοχώρων διεφέρομεν, καλῶς τε ἐπολιτευόμεθα καὶ πᾶσαν ὀλίγου τὴν Ἰταλίανκατεστρεψάμεθα· ἀφʼ οὗ δὲ ἔξω αὐτῆς ἐξήχθημεν, καὶ ἐπὶ πολλὰ καὶ τῶν ἠπείρων καὶ τῶν νήσων ἐπεραιώθημεν, καὶ πᾶσαν μὲν τὴν θάλασσαν πᾶσαν δὲ τὴν γῆν καὶ τοῦ ὀνόματος καὶ τῆς δυνάμεως ἡμῶν ἐνεπλήσαμεν, οὐδενὸς χρηστοῦ μετεσχήκαμεν, ἀλλὰ τὸ μὲν πρῶτον οἴκοι καὶ ἐντὸς τοῦ τείχους κατὰ συστάσεις ἐστασιάσαμεν, ἔπειτα δὲ καὶ ἐς τὰ στρατόπεδα τὸ νόσημα τοῦτοπροηγάγομεν. καὶ διὰ ταῦθʼ ἡ πόλις ἡμῶν, ὥσπερ ὁλκὰς μεγάλη καὶ πλήρης ὄχλου παντοδαποῦ χωρὶς κυβερνήτου, πολλὰς ἤδη γενεὰς ἐν κλύδωνι πολλῷ φερομένη σαλεύει τε καὶ ᾅττει δεῦρο κἀκεῖσε, καθάπερ ἀνερμάτιστος οὖσα. μήτʼ οὖνχειμαζομένην ἔτʼ αὐτὴν περιίδῃς, ὁρᾷς γὰρ ὡς ὑπέραντλός ἐστι, μήτε περὶ ἕρμα περιρραγῆναι ἐάσῃς, σαθρὰ γάρ ἐστι καὶ οὐδένα ἔτι χρόνον ἀντισχεῖν δυνήσεται· ἀλλʼ ἐπειδήπερ οἱ θεοὶ ἐλεήσαντες αὐτὴν καὶ ἐπιγνώμονά σε καὶ ἐπιστάτην αὐτῆς ἐπέστησαν, μὴ προδῷς τὴν πατρίδα, ἵνʼ ὥσπερ νῦν διὰ σὲ μικρὸν ἀναπέπνευκεν, οὕτω καὶ τὸν λοιπὸν αἰῶνα μετʼ ἀσφαλείας διαγάγῃ.ὅτι μὲν οὖν ὀρθῶς σοι παραινῶ, μοναρχεῖσθαι τὸν δῆμον ἀξιῶν, πάλαι σε ἡγοῦμαι πεπεῖσθαι· τούτου δὲ δὴ οὕτως ἔχοντος καὶ ἑτοίμως καὶ προθύμως τὴν προστασίαν αὐτοῦ ἀνάδεξαι, μᾶλλον δὲ μὴ προῇ. οὐδὲ γὰρ οὐδʼ ὑπὲρ τοῦ λαβεῖν τι βουλευόμεθα, ἀλλʼ ὑπὲρ τοῦ μὴ ἀπολέσαι καὶ