ἐπιθυμήσειεν· εἰ δʼ ὅτι καὶ πλουτίζειν καὶ σώζειν τινὰς ἄλλα τε πολλὰ καὶ ἀγαθὰ δρᾶν οἱ τοιοῦτοι δύνανται, καὶ νὴ Δία καὶ ὑβρίζειν σφίσι καὶ κακῶς ποιεῖν ὃν ἂν ἐθελήσωσιν ἔξεστιν, ἀξίαν τις διὰ ταῦτα σπουδῆς τὴν τυραννίδα εἶναι νομίζει,τοῦ παντὸς ἁμαρτάνει. τὸ μὲν γὰρ ἀσελγαίνειν καὶ κακόν τι ποιεῖν οὔθʼ ὡς αἰσχρὰ οὔθʼ ὡς σφαλερὰ καὶ μεμισημένα καὶ πρὸς θεῶν καὶ πρὸς ἀνθρώπων ἐστί, δέομαί σοι λέγειν· οὔτε γὰρ ἄλλως τοιοῦτος εἶ, οὔτʼ ἂν διὰ ταῦτα μοναρχῆσαι ἕλοιο. προῄρημαί τε ἐγὼ νῦν οὐ πάνθʼ ὅσα ἄν τις κακῶς τὸ πρᾶγμα μεταχειριζόμενος ἐξεργάσαιτο εἰπεῖν, ἀλλʼ ὅσα καὶ οἱ πάνυ ἄριστα αὐτῷ χρώμενοι καὶποιεῖν καὶ πάσχειν ἀναγκάζονται. τὸ δʼ ἕτερον, τό τινα ἀφθόνως εὐεργετεῖν ἔχειν, ἀξιοσπούδαστον μέν, ἀλλʼ ἐν μὲν ἰδιώτῃ γιγνόμενον καὶ καλὸν καὶ σεμνὸν καὶ εὐκλεὲς καὶ ἀσφαλές ἐστιν, ἐν δὲ δὴ ταῖς μοναρχίαις πρῶτον μὲν οὐκ ἀνταξιον τῶν ἄλλων τῶν ἀτοπωτέρων, ὥστε τινὰ διὰ τοῦτο καὶ ἐκεῖνα ἑλέσθαι, ἄλλως τε καὶ μέλλοντα τὴν μὲν ἐκ τούτου ἀπόλαυσιν ἑτέροιςδώσειν τὴν δὲ ἐξ ἐκείνων ἀηδίαν αὐτὸν ἕξειν, ἔπειτα δʼ οὐδʼ ἁπλοῦν, ὥς τις οἴεται. οὔτε γὰρ ἂν πᾶσι τοῖς δεομένοις τινὸς ἐπαρκέσειέ τις. οἱ μὲν γὰρ ἀξιοῦντές τι παρʼ αὐτοῦ λαμβάνειν πάντες ὡς εἰπεῖν εἰσιν ἄνθρωποι, κἂν μηδεμίαεὐθὺς εὐεργεσία αὐτοῖς ὀφείληται· πᾶς γάρ τις φύσει καὶ αὐτὸς ἑαυτῷ ἀρέσκει, κἀγαθόν τι ἐπαυρέσθαι παρὰ τοῦ δοῦναι δυναμένου βούλεται· ἃ δὲ ἐνδέχεται αὐτοῖς δίδοσθαι (τιμάς τε καὶ ἀρχὰς λέγω, καὶ ἔστιν ὅτε καὶ χρήματἀ πάνυ ἂν εὐαρίθμητα ὡς πρὸς τοσοῦτο πλῆθος εὑρεθείη. τούτου τε οὕτως ἔχοντος ἔχθος ἂν αὐτῷ παρὰ τῶν διαμαρτανόντων ὧν χρῄζουσι μᾶλλον ἢ φιλία παρὰ τῶν τυγχανόντων ὑπάρξειεν.οἱ μὲν γάρ, ὡς καὶ ὀφειλόμενόν τι λαμβάνοντες, οὔτʼ ἄλλως μεγάλην οἴονται δεῖν τῷ διδόντι αὐτὸ χάριν ἔχειν ἅτε μηδὲν παρὰ δόξαν εὑρισκόμενοι, καὶ προσέτι καὶ ὀκνοῦσι τοῦτο ποιεῖν, ἵνα μὴ καὶ ἀναξίους ἐν τούτῳ σφᾶς τοῦκαλῶς πάσχειν ἀποφήνωσιν· οἱ δὲ ὧν ἐλπίζουσιν ἀτυχοῦντες λυποῦνται κατʼ ἀμφότερα, τοῦτο μὲν ὡς οἰκείου τινὸς στερισκόμενοι (πάντες γὰρ ἔχειν ἤδη νομίζουσιν ὧν ἂν ἐπιθυμήσωσἰ, τοῦτο δὲ ὡς καὶ αὐτοὶ ἑαυτῶν ἀδικίαν τινὰ καταγιγνώσκοντες, ἂν ῥᾳδίως ἐπὶ τῷ μὴ τυχεῖνὧν ἂν προσδοκήσωσι φέρωσι. καὶ γὰρ ὁ ὀρθῶς διδοὺς τὰ τοιαῦτα τό τε κατʼ ἀξίαν ἑκάστου δῆλον ὅτι πρὸ πάντων προσκοπεῖ, καὶ τοὺς μὲν τιμᾷ τοὺς δὲ παρορᾷ, ὥστε καὶ ἐκ τῆς ἐκείνου γνώμης τοῖς μὲν φρόνημα τοῖς δʼ ἀγανάκτησιν ὑπʼ αὐτοῦ τοῦ συνειδότος σφῶν προσγίγνεσθαι. ὡς ἄν γέ τις τοῦτʼ εὐλαβούμενος ἀνωμάλως αὐτὰ διανέμειν ἐθελήσῃ,τὸ σύμπαν ἁμαρτήσεται· οἵ τε γὰρ πονηροὶ παρὰ τὸ προσῆκον τιμώμενοι χείρους ἄν, ἤτοι καὶ ἐπαινεῖσθαι ὡς ἀγαθοὶ ἢ πάντως γε θεραπεύεσθαι ὡς φοβεροὶ δοκοῦντες, γίγνοιντο, καὶ οἱ χρηστοὶ μηδὲν πλεῖον αὐτῶν εὑρισκόμενοι, ἀλλʼ ἐξ ἴσου σφίσιν ἀγόμενοι, μᾶλλον ἂν ἐκ τῆς πρὸς ἐκείνους ἰσομοιρίας λυποῖντο ἢ τῷ καὶ αὐτοί τινος ἀξιοῦσθαιχαίροιεν, κἀκ τούτου τήν τε ἐπιτήδευσιν τῶν κρειττόνων ἐῷεν ἂν καὶ τὴν ζήλωσιν τῶν χειρόνων μετέρχοιντο, καὶ οὕτω κἂν ἐξ αὐτῶν τῶν τιμῶν οὔθʼ οἱ διδόντες αὐτὰς ἀγαθόν τι καρποῖντο καὶ οἱ λαμβάνοντες κακίους γίγνοιντο. ὥστε σοι τοῦτο, ὃ μάλιστα ἄν τισιν ἐν ταῖς μοναρχίαις ἀρέσειε, δυσμεταχειριστότατον συμβῆναι.ταῦτά τε οὖν καὶ τἆλλα ἃ μικρῷ πρόσθεν εἶπον ἐνθυμηθεὶς φρόνησον ἕως ἔξεστί σοι, καὶ ἀπόδος τῷ δήμῳ καὶ τὰ ὅπλα καὶ τὰ ἔθνη καὶ τὰς ἀρχὰς καὶ τὰ χρήματα. ἂν μὲν γὰρ ἤδη τε καὶ ἑκὼν αὐτὸ ποιήσῃς, ἐνδοξότατός τε ἅμα ἀνθρώπων ἔσῃ καὶ ἀσφαλέστατος· ἂν δʼ ἀναμείνῃς βίαν τινά σοι προσαχθῆναι, τάχʼ ἄν τιδεινὸν μετὰ κακοδοξίας πάθοις. τεκμήριον δέ, Μάριος μὲν καὶ Σύλλας καὶ Μέτελλος, καὶ Πομπήιος τὸ πρῶτον, ἐν κράτει τῶν πραγμάτων γενόμενοι οὔτʼ ἠθέλησαν δυναστεῦσαι οὔτʼ ἔπαθον παρὰ τοῦτο δεινὸν οὐδέν· Κίννας δὲ δὴ καὶ Στράβων, ὅ τε Μάριος ὁ ἕτερος καὶ ὁ Σερτώριος, ὅ τε Πομπήιος αὐτὸς μετὰ ταῦτα, τῆς δυναστείας ἐπιθυμήσαντεςκακῶς ἀπώλοντο. δυσχερὲς γάρ ἐστι τὴν πόλιν ταύτην, τοσούτοις τε ἔτεσι δεδημοκρατημένην καὶ τοσούτων ἀνθρώπων ἄρχουσαν, δουλεῦσαί τινι ἐθελῆσαι. καὶ ἀκούεις μὲν ὅτι τὸν Κάμιλλον ὑπερώρισαν, ἐπειδὴ λευκοῖς ἵπποιςἐς τὰ ἐπινίκια ἐχρήσατο, ἀκούεις δὲ ὅτι τὸν Σκιπίωνα κατέλυσαν, ἐπειδή τινα πλεονεξίαν αὐτοῦ κατέγνωσαν, μέμνησαι δὲ ὅπως τῷ πατρί σου προσηνέχθησαν, ὅτι τινὰ ὑποψίαν ἐς αὐτὸν μοναρχίας ἔσχον. καίτοι τούτων μὲν ἀμείνους ἄνδρες οὐδένες ἄλλοι γεγόνασιν.οὐ μέντοι καὶ ἁπλῶς οὕτω συμβουλεύω σοι τὴν ἀρχὴν ἀφεῖναι, ἀλλὰ πάντα τὰ συμφέροντα τῷ δημοσίῳ προπρᾶξαι καὶ δόγμασι καὶ νόμοις ἃ προσήκει κατακλεῖσαι, καθάπερ που καὶ ὁ Σύλλας ἐποίησε· καὶ γὰρ εἴ τινα αὐτῶν μετὰ ταῦτα ἀνετράπη, ἀλλὰ τά γε πλείω καὶ μείζω διαμένει.καὶ μὴ εἴπῃς ὅτι καὶ ὣς στασιάσουσί τινες, ἵνα μὴ καὶ ἐγὼ αὖθις εἴπω ὅτι πολλῷ μᾶλλον οὐκ ἂν ἀνάσχοιντο μοναρχούμενοι. ὡς εἴγε πάνθʼ ὅσα ἐνδέχεταί τισι συνενεχθῆναι προσκοποίμεθα, ἀλογώτατα ἂν τὰς διχοστασίας τὰς ἐκ τῆς δημοκρατίας συμβαινούσας φοβηθείημεν ἂν μᾶλλον ἢ τὰς τυραννίδας τὰς ἐκ τῆς μοναρχίας