ἐροῦντα, καὶ ὅτι καὶ ἐρῶν αὐτῆς τυγχάνει, εἴ πως ἔκ γε τούτου, οἷα ἀξιοῦσα πρὸς πάντων ἀνθρώπων ἐρᾶσθαι, τόν τε Ἀντώνιον ἀναχρήσαιτο καὶ ἑαυτὴν τά τε χρήματα ἀκέραια τηρήσειε. καὶ ἔσχεν οὕτως.πρὶν δὲ δὴ ταῦτα γίγνεσθαι, μαθὼν ὁ Ἀντώνιος ὅτι Κορνήλιος Γάλλος τό τε τοῦ Σκάρπου στράτευμα παρείληφε καὶ μετʼ αὐτῶν τὸ Παραιτόνιον ἐξαίφνης παρελθὼν κατέσχηκεν, ἐς μὲν τὴν Συρίαν, καίτοι βουληθεὶς κατὰ τὴν τῶν μονομάχων μετάπεμψιν ὁρμῆσαι, οὐκ ἐπορεύθη,ἐπὶ δὲ ἐκεῖνον ἐχώρησεν ὡς μάλιστα μὲν ἀκονιτὶ τοὺς στρατιώτας προσθησόμενος (ἦσαν γὰρ εὔνοιάν τινα αὐτοῦ ἐκ τῆς συστρατείας ἔχοντεσʼ, εἰ δὲ μή, βίᾳ γε χειρωσόμενος ἅτε καὶ δύναμιν πολλὴν καὶ ναυτικὴν καὶ πεζὴν ἐπαγόμενος.οὐ μέντοι οὐδὲ διαλεχθῆναί τι αὐτοῖς ἠδυνήθη, καίπερ πρός τε τὸ τεῖχος προσελθὼν καὶ γεγωνὸν βοήσας· ὁ γὰρ Γάλλος τοὺς σαλπικτὰς συνηχεῖν κελεύσας οὐδὲν οὐδενὶ ἐσακοῦσαι ἐπέτρεψε. καὶ προσέτι καὶ ἐπεκδρομῇ αἰφνιδίῳ ἔπταισε, καὶ μετὰ τοῦτο καὶ ταῖς ναυσὶν ἐσφάλη.ἁλύσεις γάρ τινας ὑφύδρους νύκτωρ διὰ τοῦ στόματος τοῦ λιμένος ὁ Γάλλος διατείνας οὐδεμίαν αὐτοῦ φανερὰν φυλακὴν ἐποιήσατο, ἀλλὰ καὶ πάνυ ἀδεῶς εἴσω μετὰ καταφρονήματος ἐσπλέοντάς σφας περιεῖδεν· ἐπεὶ μέντοι ἔνδον ἐγένοντο, τάς τε ἁλύσεις μηχαναῖς ἀνέσπασε, καὶ πανταχόθεν ἅμα τὰς ναῦς αὐτῶν ἔκ τε τῆς γῆς καὶ ἐκ τῶν οἰκιῶν τῆς τε θαλάσσης περισχὼντὰς μὲν κατέπρησε τὰς δὲ κατεπόντωσε. κἀν τούτῳ καὶ τὸ Πηλούσιον ὁ Καῖσαρ, λόγῳ μὲν κατὰ τὸ ἰσχυρὸν ἔργῳ δὲ προδοθὲν ὑπὸ τῆς Κλεοπάτρας, ἔλαβεν. ἐκείνη γὰρ ὡς οὔτε τις ἐβοήθησέ σφισι καὶ τὸν Καίσαρα ἀνανταγώνιστον ὄντα ἤσθετο, τό τε μέγιστον ἀκούσασα τοὺς διὰ τοῦ Θύρσου πεμφθέντας οἱ λόγους, ἐπίστευσεν ὄντως ἐρᾶσθαι, πρῶτον μὲν ὅτι καὶ ἐβούλετο, ἔπειτα δὲ ὅτι καὶ τὸν πατέρα αὐτοῦ τόν τεἈντώνιον ὁμοίως ἐδεδούλωτο. κἀκ τούτου οὐχ ὅπως τήν τε ἄδειαν καὶ τὴν τῶν Αἰγυπτίων βασιλείαν, ἀλλὰ καὶ τὸ τῶν Ῥωμαίων κράτος ἕξειν προσεδόκησε, τό τε Πηλούσιον εὐθὺς αὐτῷ προήκατο, καὶ μετὰ τοῦτο προσελαύνοντι πρὸς τὴν πόλιν ἐκώλυσε τοὺς Ἀλεξανδρέας λάθρᾳ ἐπεξελθεῖν, ἐπεὶ ὅσον γε ἀπὸ βοῆς καὶ πάνυ σφᾶς προετρέψατο τοῦτο ποιῆσαι.ὁ δʼ οὖν Ἀντώνιος ἐκ τοῦ Παραιτονίου πρὸς τὴν περὶ τοῦ Πελουσίου πύστιν ἐπανελθὼν προαπήντησε πρὸ τῆς Ἀλεξανδρείας τῷ Καίσαρι, καὶ αὐτὸν κεκμηκότα ἐκ τῆς πορείας ὑπολαβὼν τοῖςἱππεῦσιν ἐνίκησεν. ἀναθαρσήσας τε ἔκ τε τούτου καὶ ὅτι βιβλία ἐς τὸ στρατόπεδον αὐτοῦ τοξεύμασιν ἐσέπεμψε πεντακοσίας σφίσι καὶ χιλίας δραχμὰς ὑπισχνούμενος, συνέβαλε καὶ τῷ πεζῷκαὶ ἡττήθη· ὁ γὰρ Καῖσαρ αὐτὸς τὰ βιβλία ἐθελοντὴς τοῖς στρατιώταις ἀνέγνω, τόν τε Ἀντώνιον διαβάλλων καὶ ἐκείνους ἔς τε τὴν τῆς προδοσίας αἰσχύνην καὶ ἐς τὴν ὑπὲρ ἑαυτοῦ προθυμίαν ἀντικαθιστάς, ὥστε καὶ διὰ τοῦτο αὐτοὺς τῇ τε τῆς πείρας ἀγανακτήσει καὶ τῇ τοῦ μὴ ἐθελοκακεῖνδόξαι ἐνδείξει σπουδάσαι. καὶ ὁ μὲν ἐπειδὴ παρὰ δόξαν ἠλαττώθη, πρός τε τὸ ναυτικὸν ἀπέκλινε, καὶ παρεσκευάζετο ὡς καὶ ναυμαχήσων ἢ πάντως γε ἐς τὴν Ἰβηρίαν πλευσούμενος· ἰδοῦσα δὲ τοῦθʼ ἡ Κλεοπάτρα τάς τε ναῦς αὐτομολῆσαιἐποίησε, καὶ αὐτὴ ἐς τὸ ἠρίον ἐξαίφνης ἐσεπήδησε, λόγῳ μὲν ὡς τὸν Καίσαρα φοβουμένη καὶ προδιαφθεῖραι τρόπον τινὰ ἑαυτὴν βουλομένη, ἔργῳ δὲ καὶ τὸν Ἀντώνιον ἐκεῖσε ἐσελθεῖν προκαλουμένη· ὑπετόπει μὲν γὰρ προδίδοσθαι, οὐ μέντοι καὶ ἐπίστευεν ὑπὸ τοῦ ἔρωτος, ἀλλὰ καὶ μᾶλλονὡς εἰπεῖν ἐκείνην ἢ ἑαυτὸν ἠλέει. ὅπερ που ἡ Κλεοπάτρα ἀκριβῶς εἰδυῖα ἤλπισεν ὅτι, ἂν πύθηται αὐτὴν τετελευτηκυῖαν, οὐκ ἐπιβιώσεται ἀλλὰ παραχρῆμα ἀποθανεῖται. καὶ διὰ τοῦτο ἔς τε τὸ μνημεῖον σύν τε εὐνούχῳ τινὶ καὶ σὺν θεραπαίναις δύο ἐσέδραμε, καὶ ἐκεῖθεν ἀγγελίαν αὐτῷὡς καὶ ἀπολωλυῖα ἔπεμψε. καὶ ὃς ἀκούσας τοῦτο οὐκ ἐμέλλησεν, ἀλλʼ ἐπαποθανεῖν αὐτῇ ἐπεθύμησε. καὶ τὸ μὲν πρῶτον τῶν παρόντων τινὸς ἐδεήθη ἵνα αὐτὸν ἀποκτείνῃ· ἐπεὶ δὲ ἐκεῖνος σπασάμενος τὸ ξίφος ἑαυτὸν κατειργάσατο, ζηλῶσαί τε αὐτὸν ἠθέλησε καὶ ἑαυτὸν ἔτρωσεν, καὶ ἔπεσέ τε ἐπὶ στόμα καὶ δόξαν τοῖς παροῦσιν ὡς καὶ τεθνηκὼςπαρέσχε. θορύβου τε ἐπὶ τούτῳ γενομένου ᾔσθετό τε ἡ Κλεοπάτρα καὶ ὑπερέκυψεν ὑπὲρ τοῦ μνημείου· αἱ μὲν γὰρ θύραι αὐτοῦ συγκλεισθεῖσαι ἅπαξ οὐκέτʼ ἀνοιχθῆναι ἐκ μηχανήματός τινος ἐδύναντο, τὰ δʼ ἄνω πρὸς τῇ ὀροφῇ οὐδέπω παντελῶςἐξείργαστο. ἐντεῦθεν οὖν ὑπερκύψασαν αὐτὴν ἰδόντες τινὲς ἀνεβόησαν ὥστε καὶ τὸν Ἀντώνιον ἐσακοῦσαι· καὶ ὃς μαθὼν ὅτι περίεστιν, ἐξανέστη μὲν ὡς καὶ ζῆσαι δυνάμενος, προχυθέντος δʼ αὐτῷ πολλοῦ αἵματος ἀπέγνω τε τὴν σωτηρίαν, καὶ ἱκέτευσε τοὺς παρόντας ὅπως πρός τε τὸ μνῆμα αὐτὸν κομίσωσι καὶ διὰ τῶν σχοινίων τῶν πρὸς τὴν ἀνολκὴν τῶν λίθων κρεμαμένων ἀνιμήσωσι. καὶ ὁ μὲν ἐνταῦθα οὕτω καὶ ἐν τοῖς τῆς Κλεοπάτραςκόλποις ἐναπέθανεν, ἐκείνη δὲ ἐθάρσησε μέν πως τὸν Καίσαρα, καὶ εὐθὺς αὐτῷ τὸ γεγονὸς ἐδήλωσεν, οὐ μὴν καὶ πάνυ ἐπίστευε μηδὲν κακὸν πείσεσθαι. κατεῖχεν οὖν ἑαυτὴν ἔνδον, ἵνʼ εἰ καὶ διὰ μηδὲν ἄλλο σωθείη, τῷ γε φόβῳ τῶν χρημάτων καὶ τὴν ἄδειαν καὶ τὴν βασιλείαν ἐκπρίηται.