καίτοι ὁ Καῖσαρ ὑποτοπήσας τε αὐτούς, καὶ φοβηθεὶς μὴ τοῦ Μαικήνου, ᾧ καὶ τότε ἥ τε Ῥώμη καὶ ἡ λοιπὴ Ἰταλία προσετέτακτο, καταφρονήσωσιν ὅτι ἱππεὺς ἦν, τὸν Ἀγρίππαν ὡς καὶ κατʼ ἄλλο τι ἐς τὴν Ἰταλίαν ἔπεμψε. καὶ τοσαύτην γʼ ἐπὶ πάντα καὶ ἐκείνῳ καὶ τῷ Μαικήνᾳ ἐξουσίαν ἔδωκεν ὥστε σφᾶς καὶ τὰς ἐπιστολάς, ἃς τῇ τε βουλῇ καὶ τοῖς ἄλλοις ἔγραφε, προαναγιγνώσκειν, κἀκ τούτου καὶ μεταγράφειν ὅσα ἐβούλοντο.καὶ διὰ τοῦτο καὶ δακτύλιον ἔλαβον παρʼ αὐτοῦ, ἵνʼ ἐπισφραγίζεσθαι αὐτὰς ἔχωσι. διπλῆν γὰρ δὴ σφραγῖδα, ᾗ μάλιστα τότε ἐχρῆτο, ἐπεποίητο, σφίγγα ἐν ἑκατέρᾳ ὁμοίαν ἐκτυπώσας. ὕστερον γὰρ τὴν εἰκόνα τὴν ἑαυτοῦ ἐγγλύψας ἐκείνῃ τὰπάντα ἐσημαίνετο. καὶ αὐτῇ καὶ οἱ μετὰ ταῦτα αὐτοκράτορες, πλὴν Γάλβου, ἐχρήσαντο· οὗτος γὰρ προγονικῷ τινι σφραγίσματι, κύνα ἐκ πρῴρας νεὼς προκύπτοντα ἔχοντι, ἐνόμισεν. ἐπέστελλε δὲ καὶ ἐκείνοις καὶ τοῖς ἄλλοις τοῖς πάνυ φίλοις, ὁπότε τι δέοιτο διʼ ἀπορρήτων σφίσι δηλῶσαι, τὸ δεύτερον ἀεὶ στοιχεῖον τοῦ τῷ ῥήματι προσήκοντος ἀντʼ ἐκείνου ἀντεγγράφων.καὶ ὁ μέν, ὡς οὐδενὸς ἔτι δεινοῦ παρὰ τῶν ἐστρατευμένων ἐσομένου, τά τε ἐν τῇ Ἑλλάδι διῴκησε καὶ τῶν τοῖν θεοῖν μυστηρίων μετέλαβεν, ἔς τε τὴν Ἀσίαν κομισθεὶς καὶ ἐκεῖνα προσκαθίστατο,τά τε τοῦ Ἀντωνίου ἅμα ἐκαραδόκει· οὐ γάρ πω σαφές τι ὅπῃ διεπεφεύγει ἐπέπυστο, καὶ παρεσκευάζετο ὡς καὶ ἐπʼ αὐτὸν ὁρμήσων, ἄν τι ἀκριβώσῃ. θορυβησάντων δʼ αὐτῶν ἐν τούτῳ φανερῶς ἅτε καὶ πολὺ ἀπὸ σφῶν ἀπαρτῶντος αὐτοῦ, ἐφοβήθη μή τι κακὸν προστάτου τινὸςλαβόμενοι δράσωσι, καὶ διὰ τοῦτʼ Ἀντώνιον μὲν ἄλλοις ἀναζητῆσαι προσέταξεν, αὐτὸς δὲ ἐς τὴν Ἰταλίαν ἠπείχθη μεσοῦντος τοῦ χειμῶνος ἐν ᾧ τὸ τέταρτον μετὰ Μάρκου Κράσσου ἦρχεν· οὗτος γάρ, καίπερ τά τε τοῦ Σέξτου καὶ τὰ τοῦ Ἀντωνίου πράξας, τότε μηδὲ στρατηγήσας συνυπάτευσεν αὐτῷ. ἐλθὼν δὲ ἐς τὸ Βρεντέσιον οὐκέτιπεραιτέρω προυχώρησεν. ἐπεὶ γὰρ ἥ τε γερουσία πυθομένη τὸν πρόσπλουν αὐτοῦ πᾶσα ἐκεῖσε, πλὴν τῶν τε δημάρχων καὶ στρατηγῶν δύο κατὰ δόγμα καταμεινάντων, ἀπήντησε, καὶ ἡ ἱππὰς τοῦ τε δήμου τὸ πλεῖον καὶ ἕτεροι, οἱ μὲν κατὰ πρεσβείας οἱ δὲ ἐθελονταί, πολλοὶ συνῆλθον,οὐκέτʼ οὐδὲν ὑπʼ οὐδενὸς πρός τε τὴν ἄφιξιν αὐτοῦ καὶ πρὸς τὴν τῶν πλειόνων σπουδὴν ἐνεοχμώθη. καὶ γὰρ ἐκεῖνοι, οἱ μὲν φόβῳ, οἱ δὲ ἐλπίσιν, οἱ δὲ καὶ μετάπεμπτοι, πρὸς τὸ Βρεντέσιον ἀφίκοντο· καὶ αὐτῶν ὁ Καῖσαρ τοῖς μὲν ἄλλοις χρήματα ἔδωκε, τοῖς δὲ διὰ παντὸς αὐτῷ συστρατεύσασικαὶ γῆν προσκατένειμε. τοὺς γὰρ δήμους τοὺς ἐν τῇ Ἰταλίᾳ τοὺς τὰ τοῦ Ἀντωνίου φρονήσαντας ἐξοικίσας τοῖς μὲν στρατιώταις τάς τε πόλεις καὶ τὰ χωρία αὐτῶν ἐχαρίσατο, ἐκείνων δὲ δὴ τοῖς μὲν πλείοσι τό τε Δυρράχιον καὶ τοὺς Φιλίππους ἄλλα τε ἐποικεῖν ἀντέδωκε, τοῖς δὲ λοιποῖς ἀργύριον ἀντὶ τῆς χώρας τὸ μὲν ἔνειμε τὸδʼ ὑπέσχετο. συχνὰ μὲν γὰρ καὶ ἐκ τῆς νίκης ἐκτήσατο, πολλῷ δὲ ἔτι πλείω ἀνήλισκε. καὶ διὰ τοῦτο καὶ προέγραψεν ἐν τῷ πρατηρίῳ τά τε ἑαυτοῦ κτήματα καὶ τὰ τῶν ἑταίρων, ἵνα ἄν τε πρίασθαί τι αὐτῶν ἄν τε καὶ ἀντιλαβεῖν τιςἐθελήσῃ, τοῦτο ποιήσῃ. καὶ ἐπράθη μὲν οὐδέν, οὐδʼ ἀντεδόθη οὐδέν· τίς γὰρ ἂν καὶ ἐτόλμησεν ὁποτερονοῦν αὐτῶν πρᾶξαι; τῆς δὲ δὴ ἐπαγγελίας ἀναβολὴν ἐκ τούτου εὐπρεπῆ λαβὼν ὕστερον αὐτὴν ἐκ τῶν Αἰγυπτίων λαφύρων ἀπήλλαξε.ταῦτά τε οὖν καὶ τὰ ἄλλα τὰ ἐπείγοντα διοικήσας, τοῖς τέ τινα ἄδειαν λαβοῦσι καὶ ἐν τῇ Ἰταλίᾳ διαιτᾶσθαι (οὐ γὰρ ἐξῆνʼ δούς, καὶ τὸν δῆμον τὸν ἐν τῇ Ῥώμῃ ὑπολειφθέντα παρέμενος ὅτι μὴ πρὸς αὐτὸν ἦλθεν, ἔς τε τὴν Ἑλλάδα αὖθις τριακοστῇ μετὰ τὴν ἄφιξιν ἡμέρᾳ ἀπῆρε,καὶ διὰ τοῦ ἰσθμοῦ τοῦ τῆς Πελοποννήσου τὰς ναῦς ὑπὸ τοῦ χειμῶνος ὑπερενεγκὼν οὕτω ταχέως ἐς τὴν Ἀσίαν ἀνεκομίσθη ὥστε καὶ τὸν Ἀντώνιον τήν τε Κλεοπάτραν ἑκάτερον ἅμα, καὶ ὅτι ἀφωρμήθηκαὶ ὅτι ἐπανῆλθε, μαθεῖν. ὡς γὰρ τότε ἐκ τῆς ναυμαχίας ἔφυγον, μέχρι μὲν τῆς Πελοποννήσου ὁμοῦ ἀφίκοντο, ἐντεῦθεν δὲ τῶν συνόντων τινάς, ὅσους ὑπώπτευον, ἀποπέμψαντες (πολλοὶ δὲ καὶ ἀκόντων αὐτῶν ἀπεχώρησανʼ Κλεοπάτρα μὲν ἐς τὴν Αἴγυπτον, μή τι τῆς συμφορᾶς σφωνπροπυθόμενοι νεωτερίσωσιν, ἠπείχθη, καὶ ὅπως γε καὶ τὸν πρόσπλουν ἀσφαλῆ ποιήσηται, τάς τε πρῴρας ὡς καὶ κεκρατηκυῖα κατέστεψε καὶ ᾠδάς τινας ἐπινικίους ὑπʼ αὐλητῶν ᾖδεν· ἐπεὶ δὲ ἐν τῷ ἀσφαλεῖ ἐγένετο, πολλοὺς μὲν τῶν πρώτων, ἅτε καὶ ἀεί οἱ ἀχθομένων καὶ τότε ἐπὶ τῇ συμφορᾷαὐτῆς ἐπηρμένων, ἐφόνευσε, πολὺν δὲ καὶ πλοῦτον ἔκ τε τῶν ἐκείνων κτημάτων καὶ ἐκ τῶν ἄλλων καὶ ὁσίων καὶ θείων, μηδενὸς μηδὲ τῶν πάνυ ἀβάτων ἱερῶν φειδομένη, ἤθροιζε, δυνάμεις τε ἐξηρτύετο καὶ συμμαχίας περιεσκόπει, τόν τε Ἀρμένιον ἀποκτείνασα τὴν κεφαλὴν αὐτοῦ τῷ Μήδῳ, ὡς καὶ ἐπικουρήσοντί σφισι διὰ τοῦτ̔,ἔπεμψεν. Ἀντώνιος δὲ ἔπλευσε μὲν ἐς τὴν Λιβύην πρός τε Πινάριον Σκάρπον καὶ πρὸς τὸ στράτευμα τὸ μετʼ αὐτοῦ ἐπὶ τῇ τῆς Αἰγύπτου φυλακῇ ἐνταῦθα προσυνειλεγμένον· ἐπεὶ δʼ οὔτε προσδέξεσθαι αὐτὸν ἔφη, καὶ προσέτι καὶ τοὺς προπεμφθέντας ὑπʼ αὐτοῦ ἔσφαξε, τῶν τε στρατιωτῶν ὧν ἦρχεν ἀγανακτήσαντάς τινας ἐπὶ τούτῳ διέφθειρεν, οὕτω δὴ καὶ αὐτὸς ἐς τὴν Ἀλεξάνδρειαν μηδὲν περάνας ἐκομίσθη.