τάδε ἔνεστιν ἐν τῷ πεντηκοστῷ τῶν Δίωνος Ῥωμαϊκῶν α. ὡς Καῖσαρ καὶ Ἀντώνιος πολεμεῖν ἀλλήλοις ἤρξαντο. β. ὡς Καῖσαρ Ἀντώνιον περὶ Ἄκτιον ἐνίκησεν. χρόνου πλῆθος ἔτη δύο ἐν οἶς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο Γν. Δομίτιος Λ. υἱ. Γν. ἐγγ. Ἀηνόβαρβος γ. Σόσσιος Γ. υἱ. τ. ἐγγ. ὕπ. Καῖσαρ τὸ γ μ. Οὐαλέριος Μ. υἱ. Μεσσάλας Κορουῖνος ὕπ.ὁ δὲ δῆμος ὁ τῶν Ῥωμαίων τῆς μὲν δημοκρατίας ἀφῄρητο, οὐ μέντοι καὶ ἐς μοναρχίαν ἀκριβῆ ἀπεκέκριτο, ἀλλʼ ὅ τε Ἀντώνιος καὶ ὁ Καῖσαρ ἐξ ἴσου ἔτι τὰ πράγματα εἶχον, τά τε πλείω σφῶν διειληχότες, καὶ τὰ λοιπὰ τῷ μὲν λόγῳ κοινὰ νομίζοντες, τῷ δὲ ἔργῳ, ὥς που πλεονεκτῆσαί τι ἑκάτερος αὐτῶν ἐδύνατο, ἰδιούμενοι.μετὰ δὲ δὴ τοῦτο, ὡς ὅ τε Σέξτος ἀπωλώλει καὶ ὁ Ἀρμένιος ἑαλώκει τά τε προσπολεμήσαντα τῷ Καίσαρι ἡσύχαζε καὶ ὁ Πάρθος οὐδὲν παρεκίνει, καὶ ἐκεῖνοι φανερῶς ἐπʼ ἀλλήλους ἐτράποντο καὶ ὁ δῆμος ἀκριβῶς ἐδουλώθη. αἰτίαι δὲ τοῦ πολέμου καὶ σκήψεις αἵδε αὐτοῖς ἐγένοντο.Ἀντώνιος μὲν Καίσαρι ἐπεκάλει ὅτι τόν τε Λέπιδον τῆς ἀρχῆς ἐπεπαύκει καὶ τὴν χώραν τήν τε δύναμιν τήν τε ἐκείνου καὶ τὴν τοῦ Σέξτου, κοινήν σφων ὀφείλουσαν εἶναι, ἐσφετέριστο· καὶ τούτων τε τὴν ἡμίσειαν ἀπῄτει, καὶ τῶν στρατιωτῶν οὓς ἐκ τῆς Ἰταλίας τῆς ἀμφοτέροις σφίσιπροσηκούσης κατείλεκτο. Καῖσαρ δὲ ἐκείνῳ ὅτι ἄλλα τε καὶ τὴν Αἴγυπτον μὴ λαχὼν εἶχε, τόν τε Σέξτον ἀπεκτόνει (αὐτὸς γὰρ ἑκὼν πεφεῖσθαι αὐτοῦ ἔλεγἐ, καὶ τὸν Ἀρμένιον ἐξαπατήσας καὶ συλλαβὼν καὶ δήσας πολλὴν τῷ δήμῳ κακοδοξίανπροσετέτριπτο· τά τε ἡμίσεα καὶ αὐτὸς τῶν λαφύρων ἀπῄτει, καὶ παρὰ πάντα ἐπέφερεν αὐτῷ τήν τε Κλεοπάτραν καὶ τοὺς παῖδας οὓς ἐξ αὐτῆς ἀνῄρητο, τά τε δωρηθέντα σφίσι, καὶ ἐν τοῖς μάλιστα ὅτι τὸν Καισαρίωνα ἐπωνόμαζενοὕτω καὶ ἐς τὸ τοῦ Καίσαρος γένος ἦγε. ταῦτά τε οὖν ἀλλήλοις ἀντενεκάλουν καί πῃ καὶ ἀνταπελογοῦντο, τὰ μὲν ἰδίᾳ σφίσιν ἐπιστέλλοντες, τὰ δὲ καὶ ἐν τῷ κοινῷ λέγων μὲν ὁ Καῖσαρ γράφων δὲ ὁ Ἀντώνιος· πρέσβεις τε ἐπὶ τῇ προφάσει ταύτῃ συνεχῶς ἀνταπέστελλον, ὅπως ὅτι μάλιστα τά τε ἐγκλήματα δικαιότατα ποιεῖσθαι δόξωσικαὶ τὰ ἀλλήλων ἅμα κατασκοπῶσι· κἀν τούτῳ καὶ χρήματα ὡς καὶ ἐπʼ ἄλλο τι ἤθροιζον, καὶ τὴν λοιπὴν τοῦ πολέμου παρασκευὴν ὡς καὶ ἐφʼ ἑτέρους τινὰς ἐποιοῦντο, μέχρις οὗ ὅ τε Δομίτιος ὁ Γναῖος καὶ ὁ Σόσσιος ὁ Γάϊος, ἀμφότεροι τῆς τοῦ Ἀντωνίου μερίδος ὄντες, ὑπάτευσαν. τότε γὰρ οὐδὲν ἔτʼ ἐπεκρύψαντο, ἀλλʼ ἄντικρυς ἐπολεμώθησαν. ἐπράχθη δὲ ὧδε.ὁ μὲν Δομίτιος οὐδὲν φανερῶς, ὥς γε καὶ συμφορῶν πολλῶν πεπειραμένος, ἐνεόχμωσεν· ὁ δὲ δὴ Σόσσιος, οἷα κακῶν ἄπειρος ὤν, πολλὰ μὲν τὸν Ἀντώνιον ἐν αὐτῇ εὐθὺς τῇ νουμηνίᾳ ἐπῄνεσε, πολλὰ δὲ καὶ τὸν Καίσαρα κατέδραμε. κἂν παραχρῆμα ἐπʼ αὐτῷ τι ἐχρημάτισεν, εἰ μὴΝώνιος Βάλβος δημαρχῶν ἐκώλυσεν. ὁ γὰρ Καῖσαρ ὑποτοπήσας τὸ μέλλον ὑπʼ αὐτοῦ γενήσεσθαι, καὶ μήτε περιιδεῖν αὐτὸ μήτʼ αὖ ἐναντιωθεὶς προκατάρχειν τοῦ πολέμου δόξαι ἐθελήσας, τότε μὲν οὔτε ἐς τὸ βουλευτήριον ἐσῆλθεν οὔθʼ ὅλως ἐν τῇ πόλει διῃτήθη, ἀλλά τινα αἰτίαν πλασάμενος ἐξεδήμησε, διά τε ταῦτα καὶ ἵνα κατὰ σχολὴν πρὸς τὰ ἀγγελθέντα οἱ βουλευσάμενοςτὸ δέον ἐκ πλείονος λογισμοῦ πράξῃ· ὕστερον δὲ ἐπανελθὼν τήν τε γερουσίαν ἤθροισε φρουρὰν τῶν τε στρατιωτῶν καὶ τῶν φίλων ἐγχειρίδια κρύφα ἐχόντων περιβαλόμενος, καὶ ἐν μέσῳ τῶν ὑπάτων ἐπὶ δίφρου ἀρχικοῦ ἱζήσας, πολλὰ μὲν αὐτόθεν ἐκ τῆς ἕδρας καὶ μέτρια ὑπὲρ ἑαυτοῦ διελέχθη, πολλὰ δὲ καὶ τοῦ Σοσσίου τοῦ τε Ἀντωνίουκατηγόρησεν. ἐπειδή τε οὔτε ἄλλος τις οὔτʼ αὐτῶν τῶν ὑπάτων οὐδέτερος φθέγξασθαί τι ἐτόλμησεν, ἐκέλευσέ σφας ἐν ῥητῇ ἡμέρᾳ αὖθις συνελθεῖν ὡς καὶ διὰ γραμμάτων τινῶν ἀδικοῦντα τὸν Ἀντώνιον ἐξελέγξων. οἱ οὖν ὕπατοι μήτʼ ἀντειπεῖν αὐτῷ θαρσοῦντες μήτε σιωπῆσαι ὑπομένοντες τῆς τε πόλεως λάθρᾳ προεξεχώρησαν καὶ μετὰ τοῦτο πρὸς τὸν Ἀντώνιον ἀπῆλθον, καί σφισι καὶ τῶν ἄλλων βουλευτῶν οὐκ ὀλίγοισυνεφέσποντο. μαθὼν δὲ τοῦτο ὁ Καῖσαρ ἑκών τε αὐτοὺς ἐκπεπομφέναι ἔφασκεν, ἵνα μὴ καὶ ὡς ἀδικῶν τι ἐγκαταλελεῖφθαι ὑπʼ αὐτῶν δοκῇ, καὶ ἐπιτρέπειν καὶ τοῖς ἄλλοις τοῖς ἐθέλουσι πρὸς τὸν Ἀντώνιον μετὰ ἀδείας ἀπᾶραι.τοῦτο δʼ οὖν τοιοῦτον ὑπʼ ἐκείνων γενόμενον ἀνεσήκωσαν παρὰ τοῦ Ἀντωνίου αὖ φυγόντες καὶ πρὸς τὸν Καίσαρα ἐλθόντες ἄλλοι τε καὶ ὁ Τίτιος καὶ ὁ Πλάγκος, καίπερ ἀνὰ πρώτους τε ὑπʼ αὐτοῦ τιμώμενοι καὶ τὰ ἀπόρρητα αὐτοῦπάντα εἰδότες. ἐπειδὴ γὰρ ταῦτά τε οὕτως ὑπὸ τῶν ὑπάτων ἐπέπρακτο, καὶ προσέτι καὶ ἐν τῇ ἀπουσίᾳ αὐτῶν ὁ Καῖσαρ τήν τε γερουσίαν συνήγαγε καὶ ἀνέγνω καὶ εἶπεν ὅσα ἠθέλησε, καὶ αὐτὰ ὁ Ἀντώνιος ἀκούσας βουλήν τέ τινα ἐκ τῶν παρόντων ἤθροισε καὶ λεχθέντων ἐφʼ ἑκάτερα πολλῶν τόν τε πόλεμον ἀνείλετο καὶ τὴν τῆς Ὀκταουίας συνοίκησιν ἀπεῖπε, προσκρούσαντές τι αὐτῷ ἐκεῖνοι, ἢ καὶ τῇ Κλεοπάτρᾳ τι ἀχθεσθέντες,ηὐτομόλησαν. καί σφας ὁ Καῖσαρ ἀσμενέστατα δεξάμενος τά τε ἄλλα τὰ τοῦ Ἀντωνίου παρʼ αὐτῶν πάντα, καὶ ἃ ἔπραττε καὶ ἃ ἐνενόει, καὶ τὰ ἐν ταῖς διαθήκαις αὐτοῦ γεγραμμένα τόν τε ἔχοντα αὐτὰς ἔμαθε· καὶ γὰρ σεσημασμένοι