λυμήναιντο. καὶ ἕτεροι πρὸς τὸ ἀεὶ ὑγιὲς αὐτῆς μεθιστάμενοι ταῖς τε χερσὶ ταῖς σιδηραῖς καὶ τοῖς δόρασι τοῖς μακροῖς τότε δὴ καὶ τὰ μάλιστα ἐχρῶντο, ὅπως τινὰ ἀντίπαλον ναῦν προσαρτήσαντές σφισι μάλιστα μὲν μετεκβῶσιν ἐς αὐτήν,εἰ δὲ μή, καὶ ἐκείνην συγκαταφλέξωσιν. ὡς δʼ οὔτε τινὲς ἐπέλαζόν σφισιν, αὐτὸ τοῦτο φυλασσόμενοι, καὶ τὸ πῦρ τούς τε τοίχους πέριξ ἐπενέμετο καὶ ἐς τὸ ἔδαφος κατῄει, ἐνταῦθα τὰ δεινότατααὐτοῖς ἐπεγένετο. οἱ μὲν γὰρ ὑπὸ τοῦ καπνοῦ, καὶ μάλιστα οἱ ναῦται, πρὶν καὶ πλησιάσαι σφίσι τὴν φλόγα ἐφθείροντο, οἱ δὲ καὶ ἐν αὐτῇ μέσῃ ὥσπερ ἐν καμίνοις ὠπτῶντο. ἄλλοι ὑπὸ τῶνὅπλων πυρουμένων κατετήκοντο. ἄλλοι πρίν τι τοιοῦτο παθεῖν, ἢ καὶ ἡμίκαυτοι, οἱ μὲν ἀπορριπτοῦντες τὰ ὅπλα ἐτιτρώσκοντο ὑπὸ τῶν πόρρωθεν βαλλόντων, οἱ δὲ ἐς τὴν θάλασσαν ἐκπηδῶντες ἀπεπνίγοντο ἢ καὶ παιόμενοι ὑπὸ τῶν ἐναντίων ἐβαπτίζοντο ἢ καὶ ὑπὸ θηρίων ἐσπαράττοντο.μόνοι τε ἀνεκτῶς, ὡς ἐν τοιούτοις παθήμασιν, ἀπήλλαξαν ὅσοι, πρίν τινι αὐτῶν συνενεχθῆναι, οἱ μὲν ἀλλήλους οἱ δὲ καὶ αὑτοὺς ἀπέκτειναν· οὔτε γὰρ κολαστήριόν τι ὑπέμειναν, καὶ νεκροὶ ὥσπερ ἐν πυρᾷ ταῖς ναυσὶ συγκατεκαύθησαν.ὁρῶντες δὲ ταῦτα οἱ Καισάρειοι πρότερον μέν, ὡς ἔτι ἀμύνεσθαί τινες αὐτῶν ἐδύναντο, οὐ προσέμισγόν σφισιν· ἐπεὶ δὲ τά τε σκάφη τὸ πῦρ συνῄρει, καὶ οἱ ἄνθρωποι οὐδὲ ἑαυτοῖς ἔτι βοηθῆσαι, μὴ ὅτι πολέμιόν τινα λυπῆσαί τι ἐδύναντο, σπουδῇ τε προσέπλεον αὐτοῖς, εἴ πως τὰ χρήματα περιποιήσαιντο, καὶ κατασβεννύναι τὸ πῦρ,ὃ αὐτοὶ παρεσκεύασαν, ἐπειρῶντο. κἀκ τούτου συχνοὶ καὶ ἐκείνων καὶ ὑπὸ τῆς φλογὸς καὶ ὑπὸ τῶν ἁρπαγῶν ἀπώλοντο.