καὶ ἀπειθέστεραι τοῖς κυβερνῶσι; τί δʼ ἂν ὄφελος τοῖς ἀπʼ αὐτῶν μαχομένοις γένοιτο μήτε διεκπλεῖν μήτε περιπλεῖν, ἅπερ που ναυμαχίας ἔργα ἐστί, δυναμένοις; οὐ γάρ που πεζομαχεῖν ἡμῖν ἐν τῇ θαλάττῃ μέλλουσιν, οὐδʼ αὖ ὥσπερ ἐν τείχεσί τισι κατακεκλειμένοι πολιορκηθῆναι παρεσκευάδαται,ἐπεὶ τοῦτό γε καὶ πάνυ πρὸς ἡμῶν ἂν εἴη, λέγω δὲ τὸ πρὸς ξύλινα παραφράγματα προσμῖξαι. ἄν τε γὰρ ἐν τῷ αὐτῷ καθάπερ ἐμπεπηγυῖαι αἱ νῆες αὐτῶν μένωσιν, ἐξέσται μὲν ἡμῖν τοῖς ἐμβόλοις αὐτὰς ἀναρρηγνύναι, ἐξέσται δὲ καὶ μηχαναῖς πόρρωθεν τιτρώσκειν, ἐξέσται δὲ καὶπυρφόροις βέλεσι καταπιμπράναι· ἄν τε καὶ κινηθῆναί πῃ τολμήσωσιν, οὔτʼ ἂν διώκουσαί τινα καταλάβοιεν οὔτʼ ἂν τραπεῖσαι ἐκφύγοιεν, ἀργόταται μὲν ὑπὸ τῆς βαρύτητος ἐς τὸ δρᾶσαί τι, ἑτοιμόταται δὲ ὑπὸ τοῦ μεγέθους ἐς τὸ παθεῖν οὖσαι.καὶ τί δεῖ πλείω λέγοντα περὶ αὐτῶν διατρίβειν, ὁπότε πολλάκις ἤδη πειραθέντες σφῶν, καὶ περὶ Λευκάδα καὶ ἐνταῦθα πρῴην, οὐχ ὅσον οὐκ ἠλαττώθημεν αὐτῶν, ἀλλὰ καὶ πανταχοῦ κρείττους ἐγενόμεθα; ὥστε μὴ τοῖς ἐμοῖς λόγοις μᾶλλον ἢ τοῖς ὑμετέροις αὐτῶν ἔργοις ἐπιρρωσθέντες ἐπιθυμήσατε παντὶ ἤδη τῷ πολέμῳ τέλος ἐπιθεῖναι.εὖ γὰρ ἴστε τοῦθʼ, ὅτι ἂν καὶ τήμερον αὐτοὺς νικήσωμεν, οὐδὲν ἔτι πρᾶγμα ἕξομεν. ἄλλως τε γὰρ φύσει πᾶν τὸ ἀνθρώπειον, ὅταν ἐν τοῖς πρώτοις ἀγῶσι σφαλῇ, καὶ πρὸς τὰ λοιπὰ ἀθυμότερον γίγνεται· καὶ ἡμεῖς ἀναμφιλόγως ἐν τῇ γῇ ἀμείνους αὐτῶν ἐσμεν, ὥστε κἂν ἀκεραίων σφῶνὄντων κρατῆσαι. καὶ ταῦθʼ οὕτω καὶ αὐτοὶ ἐκεῖνοι ἴσασιν ὥστε (οὐ γὰρ ἀποκρύψομαι ὑμᾶς ὅσα ἀκήκοἀ ἀθυμεῖν τε ἐπὶ τοῖς ἤδη γεγονόσι καὶ ἀπογιγνώσκειν κατὰ χώραν μένοντας σωθήσεσθαι, καὶ διὰ ταῦτα διαδρᾶναί τέ πῃ ἐπιχειρεῖν, καὶ τὸν ἔκπλουν τοῦτον οὐχ ὡς ἐπὶ ναυμαχίαν ἀλλʼ ὡς ἐςφυγὴν ποιεῖσθαι. καὶ τά γε ἄριστα καὶ τιμιώτατα τῶν ὑπαρχόντων αὐτοῖς κτημάτων ἐς τὰς ναῦς ἐντέθεινται, ἵνα, ἂν δυνηθῶσι, μετʼ αὐτῶν διαφύγωσιν. ὡς οὖν καὶ ὁμολογοῦντας αὐτοὺς ἀσθενεστέρους ἡμῶν εἶναι, καὶ τὰ ἆθλα τῆς νίκης ἐν ταῖς ναυσὶ φέροντας, μὴ περιίδωμεν ἄλλοσέ ποι πλεύσαντας, ἀλλὰ αὐτοῦ ταύτῃ κρατήσαντες πάντα αὐτὰ ἀφελώμεθα.”τοιαῦτα δὲ καὶ ὁ Καῖσαρ εἶπε. καὶ μετὰ τοῦτο ἐβουλεύσατο μὲν παρεξεῖναι αὐτούς, ὅπως φεύγουσί σφισι κατὰ νώτου ἐπίθηται (αὐτός τε γὰρ ταχυναυτῶν διὰ βραχέος σφᾶς αἱρήσειν ἤλπισε, καὶ ἐκείνων ἐκδήλων ὅτι ἐκδρᾶναί πῃ ἐπιχειροῦσι γενομένων ἀμαχεὶ τοὺς λοιποὺς ἐκ τούτου προσάξεσθαιπροσεδόκησενʼ, κωλυθεὶς δὲ ὑπὸ τοῦ Ἀγρίππου φοβηθέντος μὴ ὑστερήσωσιν αὐτῶν ἱστίοις χρήσεσθαι μελλόντων, καί τι καὶ θαρσήσας ὡς οὐ χαλεπῶς κρατήσων ὅτι ὑετός τε ἐν τούτῳ λάβρος καὶ ζάλη πολλὴ ἔς τε τὸ τοῦ Ἀντωνίου ναυτικὸν μόνον ἐσέπεσε καὶ πᾶν αὐτὸσυνετάραξε, τούτου μὲν ἐπέσχε, παμπόλλους δὲ καὶ αὐτὸς πεζοὺς ἐπὶ τὰς ναῦς ἐπιβιβάσας, καὶ πάντας τοὺς ἑταίρους ἐς ὑπηρετικὰ ἐμβαλών, ὅπως ἐν τάχει περιπλέοντες τοῖς τε ναυμαχοῦσι τὰ δέοντα παραινέσωσι καὶ ἑαυτῷ τὰ προσήκονταδιαγγέλλωσι, τὸν ἔκπλουν σφῶν ἐπετήρει. καὶ αὐτῶν ἀναχθέντων τε ὑπὸ σάλπιγγος, καὶ πυκναῖς ταῖς ναυσὶν ὀλίγον ἔξω τῶν στενῶν παραταξαμένων καὶ μηδαμῇ πρϊόντων, ὥρμησε μὲν ὡς καὶ ἑστῶσί σφισι προσμίξων ἢ καὶ ἀναχωρῆσαί σφας ποιήσων· ἐπεὶ δʼ οὔτʼ ἀντεξώρμησαν οὔτʼ ἀνέστρεψαν, ἀλλὰ κατὰ χώραν ἔμενον καὶ προσέτικαὶ ἰσχυρῶς τῇ συντάξει ἐπεπύκνωντο, ἐν ἀπόρῳ τε ἔσχετο, καὶ τὰς κώπας ἐς τὸ ὕδωρ τοῖς ναύταις καθεῖναι κελεύσας ἀνέσχε χρόνον τινά, καὶ μετὰ τοῦτο τὰ κέρατα ἐξαίφνης ἀμφότερα ἀπὸ σημείου ἐπεξαγαγὼν ἐπέκαμψεν, ἐλπίσας μάλιστα μὲν περιστοιχιεῖσθαί σφας, εἰ δὲ μή, τὴν γοῦν τάξιναὐτῶν διαλύσειν. ὁ οὖν Ἀντώνιος φοβηθεὶς τήν τε ἐπίκαμψιν αὐτοῦ καὶ τὴν περίσχεσιν ἀντεπεξηγάγετο ὅσον ἐδύνατο, καὶ ἐς χεῖράς οἱ καὶ ἄκων ἦλθε.καὶ οὕτω συμπεσόντες ἐναυμάχησαν, πολλὰ μὲν παρακελεύσματα ἐν ἑαυτοῖς ἑκάτεροι καὶ τῆς τέχνης καὶ τῆς προθυμίας ποιούμενοι, πολλὰ δὲ καὶ κελεύματα παρὰ τῶν ἐκ τῆς ἠπείρου σφίσινἐπιβοώντων ἐσακούοντες. ἠγωνίζοντο δὲ οὐχ ὁμοιοτρόπως, ἀλλʼ οἱ μὲν τοῦ Καίσαρος, ἅτε καὶ μικροτέρας καὶ ταχυτέρας τὰς ναῦς ἔχοντες, ῥοθίῳ τε ἐχρῶντο καὶ ἐνέβαλλον πεφραγμένοι πάντῃ τοῦ μὴ τιτρώσκεσθαι· καὶ εἰ μὲν κατέδυσάν τινα, εἰδὲ μή, ἀνεκρούοντο πρὶν ἐς χεῖρας ἐλθεῖν, καὶ ἤτοι τοῖς αὐτοῖς αὖθις ἐξαίφνης ἐνέβαλλον, ἢ τοὺς μὲν εἴων ἐπʼ ἄλλους δὲ ἐτρέποντο, καί τι καὶ τούτους ὡς διὰ βραχέος ἐργασάμενοι πρὸς ἄλλους καὶ πάλιν μάλα ἄλλους ἐχώρουν, ὅπως ὡς μάλισταἀπροσδοκήτοις τισὶ προσφέρωνται. οἷα γὰρ φοβούμενοι μὲν τὴν ἐκ πολλοῦ αὐτῶν ἀλκὴν φοβούμενοι δὲ καὶ τὴν ἐν χερσὶ μάχην, οὔτε ἐν τῷ πρόσπλῳ οὔτε ἐν τῇ συμμίξει ἐνεχρόνιζον, ἀλλʼ ὑποδραμόντες αἰφνίδιον ὥστε τὴν τοξείαν σφῶν φθῆναι, καὶ τρώσαντές τινα ἢ καὶ συνταράξαντες μόνον ὥστε τὴν κάθεξιν ἐκφυγεῖν, ἀνεχώρουν ἔξωβέλους. οἱ δʼ ἕτεροι τούς τε προσπλέοντάς σφισι πολλοῖς καὶ πυκνοῖς καὶ λίθοις καὶ τοξεύμασιν ἔβαλλον, καὶ ἐς τοὺς προσμιγνύντας χεῖρας σιδηρᾶς