τοιαῦτά τινα ὁ Ἀντώνιος εἰπὼν πάντας μὲν τοὺς πρώτους τῶν συνόντων οἱ ἐς τὰς ναῦς ἐσεβίβασε, μή τι νεωτερίσωσι καθʼ ἑαυτοὺς γενόμενοι, ὥσπερ ὅ τε Δέλλιος καὶ ἄλλοι τινὲς αὐτομολήσαντες, παμπληθεῖς δὲ καὶ τοξότας καὶ σφενδονήταςκαὶ ὁπλίτας ἀνεβιβάσατο· ἐπειδὴ γὰρ τῷ τε μεγέθει τῶν τοῦ Καίσαρος νεῶν καὶ τῷ πλήθει τῶν ἐπιβατῶν αὐτοῦ ὁ Σέξτος οὐχ ἥκιστα ἥττητο, τά τε σκάφη κατεσκεύασε πολὺ τῶν ἐναντίων ὑπερέχοντα (τριήρεις μὲν γὰρ ὀλίγας, τετρήρεις δὲ καὶ δεκήρεις καὶ τὰ λοιπὰ τὰ διὰ μέσου πάντα ἐξεποίησἐκαὶ ἐπʼ αὐτὰ πύργους τε ὑψηλοὺς ἐπικατεσκεύασε καὶ πλῆθος ἀνθρώπων ἐπανεβίβασεν, ὥστε καθάπερ ἀπὸ τειχῶν αὐτοὺς μάχεσθαι. Καῖσαρ δὲ καθεώρα μὲν τὴν παρασκευὴν αὐτῶν καὶ εὐτρεπίζετο, μαθὼν δὲ δὴ καὶ τὴν διάνοιάν σφων παρὰ τε ἄλλων καὶ παρὰ τοῦ Δελλίου συνήγαγε καὶ αὐτὸς τὸ στράτευμα καὶ ἔλεξεν ὧδε·“ὁρῶν, ὦ ἄνδρες στρατιῶται, καὶ ἐξ ὧν ἀκοῇ μεμάθηκα καὶ ἐξ ὧν ἔργῳ πεπείραμαι, τὰ πλεῖστα καὶ μέγιστα τῶν πολεμικῶν, μᾶλλον δὲ πάντων τῶν ἐν ἀνθρώποις πραγμάτων, τοῖς τά τε δικαιότερα καὶ τὰ εὐσεβέστερα καὶ φρονοῦσι καὶ πράττουσι κατορθούμενα, τοῦτό που καὶ αὐτὸς οὐχἥκιστα ἐννοῶ καὶ ὑμῖν παραινῶ προσκοπεῖν. καὶ γὰρ εἰ τὰ μάλιστα καὶ πολλὴν καὶ μεγάλην ἰσχύν, ἀφʼ ἧς ἄν τις καὶ τὰ ἧττον δίκαια προελόμενος κρατήσειν ἐλπίσειεν, ἔχομεν, ὅμως πολὺ μᾶλλον ἐπὶ τῇ τοῦ πολέμου ὑποθέσει ἢ ἐπὶ ταύτῃθαρσῶ. τὸ γάρ τοι Ῥωμαίους τε ὄντας καὶ τῆς πλείστης καὶ ἀρίστης οἰκουμένης ἄρχοντας καταφρονεῖσθαι καὶ καταπατεῖσθαι πρὸς γυναικὸς Αἰγυπτίας ἀνάξιον μὲν τῶν πατέρων ἡμῶν τῶν τὸν Πύρρον τὸν Φίλιππον τὸν Περσέα τὸν Ἀντίοχον καθελόντων, τῶν τοὺς Νουμαντίνους τοὺς Καρχηδονίους ἀναστησάντων, τῶν τοὺς Κίμβρουςτοὺς Ἄμβρονας κατακοψάντων, ἀνάξιον δὲ καὶ ἡμῶν αὐτῶν τῶν τοὺς Γαλάτας κατεστραμμένων, τῶν τοὺς Παννονίους κεχειρωμένων, τῶν μέχρι τοῦ Ἴστρου προκεχωρηκότων, τὸν Ῥῆνον διαβεβηκότων,ἐς Βρεττανίαν πεπεραιωμένων. πῶς μὲν γὰρ οὐ μέγα ἂν ἀλγήσειαν πάντες ἐκεῖνοι οἱ τὰ προειρημένα κατειργασμένοι, εἰ αἴσθοιντο ἡμᾶς ὀλέθρῳ γυναικὶ ὑποπεπτωκότας; πῶς δʼ οὐκ ἂν ἡμεῖς μεγάλως ἀσχημονήσαιμεν, εἰ πάντων ἀρετῇ πανταχοῦ περιόντες ἔπειτα τὰς τούτων ὕβρειςπρᾴως φέροιμεν, οἵτινες, ὦ Ἡράκλεις, Ἀλεξανδρεῖς τε καὶ Αἰγύπτιοι ὄντες (τί γὰρ ἂν ἄλλο τις αὐτοὺς χεῖρον ἢ ἀληθέστερον εἰπεῖν ἔχοι;ʼ καὶ τὰ μὲν ἑρπετὰ καὶ τἆλλα θηρία ὥσπερ τινὰς θεοὺς θεραπεύοντες, τὰ δὲ σώματα τὰ σφέτερα ἐς δόξανἀθανασίας ταριχεύοντες, καὶ θρασύνασθαι μὲν προπετέστατοι ἀνδρίσασθαι δὲ ἀσθενέστατοι ὄντες, καὶ τὸ μέγιστον γυναικὶ ἀντʼ ἀνδρὸς δουλεύοντες, ἐτόλμησαν τῶν τε ἡμετέρων ἀγαθῶν ἀντιποιήσασθαι καὶ διʼ ἡμῶν αὐτὰ κατακτήσασθαι, ὥστε σφίσιν ἑκουσίους ἡμᾶς τῆς ὑπαρχούσης ἡμῖνεὐδαιμονίας παραχωρῆσαι; τίς μὲν γὰρ οὐκ ἂν ὀδύραιτο ὁρῶν στρατιώτας Ῥωμαίους δορυφοροῦντας τὴν βασιλίδα αὐτῶν; τίς δʼ οὐκ ἂν στενάξειεν ἀκούων ἱππέας καὶ βουλευτὰς Ῥωμαίων κολακεύονταςαὐτὴν ὥσπερ εὐνούχους; τίς δʼ οὐκ ἂν θρηνήσειε καὶ ἀκούων καὶ ὁρῶν αὐτὸν τὸν Ἀντώνιον τὸν δὶς ὕπατον, τὸν πολλάκις αὐτοκράτορα, τὸν τὴν προστασίαν μετʼ ἐμοῦ τῶν κοινῶν ἐπιτραπέντα, τὸν τοσαύτας μὲν πόλεις τοσαῦτα δὲ στρατόπεδαἐγχειρισθέντα, νῦν πάντα μὲν τὰ πάτρια τοῦ βίου ἤθη ἐκλελοιπότα, πάντα δὲ τἀλλότρια καὶ βαρβαρικὰ ἐζηλωκότα, καὶ ἡμῶν μὲν ἢ τῶν νόμων ἢ τῶν θεῶν τῶν προγονικῶν μηδὲ προτιμῶντα, τὴν δʼ ἄνθρωπον ἐκείνην καθάπερ τινὰ Ἶσιν ἢ Σελήνην προσκυνοῦντα, καὶ τούς τε παῖδαςαὐτῆς Ἥλιον καὶ Σελήνην ὀνομάζοντα, καὶ τὸ τελευταῖον καὶ ἑαυτὸν Ὄσιριν καὶ Διόνυσον ἐπικεκληκότα, κἀκ τούτων, καθάπερ πάσης μὲν τῆς γῆς πάσης δὲ τῆς θαλάσσης κυριεύοντα, καὶ νήσους ὅλας καὶ τῶν ἠπείρων τινὰ κεχαρισμένον;ἄπιστα μὲν εὖ οἶδʼ ὅτι καὶ θαυμαστὰ ταῦθʼ ὑμῖν, ὦ ἄνδρες στρατιῶται, φαίνεται· διὰ τοῦτο δὲ δὴ μᾶλλον ἀγανακτεῖν ὀφείλετε. εἰ γὰρ ἃ μηδʼ ἀκούσαντες πιστεύετε, ταῦτʼ ὄντως γίγνεται, καὶ ἐφʼ οἷς οὐκ ἔστιν ὅστις οὐκ ἂν ἀλγήσειε μαθών, ταῦτʼ ἐκεῖνος ποιεῖ τρυφῶν, πῶς οὐκ ἂν εἰκότως ὑπεροργισθείητε;καίτοι ἔγωγε καὶ τὸ κατʼ ἀρχὰς οὕτω περὶ αὐτὸν ἐσπούδασα ὥστʼ αὐτῷ καὶ τῆς ἡμετέρας ἡγεμονίας μεταδοῦναι καὶ τὴν ἐμαυτοῦ ἀδελφὴν συνοικίσαι καὶ στρατεύματα χαρίσασθαι· καὶμετὰ τοῦθʼ οὕτως ἐπιεικῶς, οὕτω φιλικῶς πρὸς αὐτὸν ἔσχον ὥστε μήθʼ ὅτι τὴν ἀδελφήν μου ὕβρισε, μήθʼ ὅτι τῶν γεννηθέντων οἱ ἐξ αὐτῆς τέκνων ἠμέλησε, μήθʼ ὅτι τὴν Αἰγυπτίαν αὐτῆς προετίμησε, μήθʼ ὅτι τοῖς ἐκείνης παισὶ πάνθʼ ὡς εἰπεῖν τὰ ὑμέτερα ἐδωρήσατο, μήτε διʼ ἄλλομηδὲν ἐθελῆσαι αὐτῷ πολεμῆσαι. αἴτιον δὲ ὅτι πρῶτον μὲν ἐνόμιζον οὐ τὸν αὐτὸν δεῖν τρόπον πρός τε τὴν Κλεοπάτραν καὶ πρὸς τὸν Ἀντώνιον προσφέρεσθαι· ἐκείνην μὲν γὰρ καὶ ὑπὸ τοῦ ἀλλοφύλου πολεμίαν εὐθὺς οἷς ἔπραττεν εἶναι, τοῦτον δέ, ἅτε καὶ πολίτην, ἐνδέχεσθαι σωφρονισθῆναι.ἔπειτα δὲ ἤλπιζον ὅτι εἰ καὶ μὴ ἐθελούσιος, ἀλλʼ ἄκων γε ἐκ τῶν ἐπʼ ἐκείνῃ ψηφισθέντων μεταγνώσεται. διὰ μὲν δὴ ταῦτα οὐδένα αὐτῷ πόλεμον ἐπήγγειλα· ἐπειδὴ δὲ ὑπεριδὼν αὐτὰ καὶ καταφρονήσας οὔτʼ ἀφιέντων αὐτῶν ἡμῶν ἀφεθῆναι οὔτʼ ἐλεούντων ἐλεηθῆναι βούλεται, ἀλλʼ εἴτε ὡς ἀλόγιστος εἴθʼ ὡς μαινόμενος