καὶ ἀσθενέστερα τῶν ἡμετέρων ἐστί. καὶ μὴν καὶ τὰ χρήματα ἐκείνοις μὲν ὀλίγα καὶ ταῦτα ἐκ συντελείας βιαίου πεπορισμένα οὔτʼ ἂν ἐπὶ πολὺ ἐξαρκέσειεν ἄν, καὶ τοὺς συνεσενηνοχότας αὐτὰ οἰκειοτέρους ἡμῖν ἢ τοῖς λαβοῦσι πεποίηκεν εἶναι, ὥστε μήτʼ ἄλλως εὐνοϊκῶς σφας αὐτοῖς ἔχειν καὶ προσέτι καὶ ἐκ τοῦ φανεροῦ στασιάζειν· ἡμῖν δὲ ἐκ περιουσίας παρεσκευασμένα οὔτε λελύπηκέ τινα καὶ πάντας ἡμᾶς ὠφελήσει.πρὸς δὲ τούτοις τοσούτοις τε καὶ τοιούτοις οὖσιν ὤκνησα μὲν ἄλλως αὐτὸς περὶ ἐμαυτοῦ σεμνόν τι εἰπεῖν· ἐπειδὴ δὲ καὶ τοῦθʼ ἓν τῶν πρὸς τὸ τοῦ πολέμου κράτος φερόντων ἐστὶ καὶ μέγιστόν γε παρὰ πᾶσιν ἀνθρώποις εἶναι πεπίστευται, λέγω δὲ τὸ καὶ στρατηγοῦ τινος ἀρίστου τοὺς καλῶςπολεμήσοντας τυχεῖν, ἀναγκαιότατόν μοι τὸν περὶ ἐμαυτοῦ λόγον αὐτὴ ἡ χρεία πεποίηκεν, ἵνʼ ἔτι μᾶλλον εἰδῆτε τοῦθʼ, ὅτι αὐτοί τε τοιοῦτοί ἐστε οἷοι καὶ ἄνευ ἄρχοντος ἀγαθοῦ νικᾶν, καὶ ἐγὼ τοιοῦτος οἷος καὶ μετὰ κακῶν στρατιωτῶν κρατεῖν δύνασθαι.τήν τε γὰρ ἡλικίαν ταύτην ἄγω ἐν ᾗ καὶ μάλιστα ἄνθρωποι καὶ τῷ σώματι καὶ τῇ διανοίᾳ ἀκμάζουσι, καὶ μήτε τῇ τῆς νεότητος προπετείᾳ μήτε τῇ τοῦ γήρως ἐκλύσει κακύνονται, ἀλλʼ αὐτὸ τὸ μέσον ἑκατέρου ἔχοντες ἔρρωνται τὰ μάλιστα·καὶ προσέτι τοιαύτῃ μὲν φύσει τοιαύτῃ δὲ καὶ παιδείᾳ κέχρημαι ὥστε καὶ γνῶναι πάντα τὰ προσήκοντα καὶ εἰπεῖν ῥᾷστα δύνασθαι. τήν τε ἐμπειρίαν, ἥπερ που καὶ τοὺς ἀνοήτους καὶ τοὺς ἀπαιδεύτους λόγου τινὸς ἀξίους δοκεῖν εἶναι ποιεῖ, διὰ πάντων μὲν τῶν πολιτικῶν πάντων δὲ τῶνστρατιωτικῶν προσείληφα· ἔκ τε γὰρ μειρακίου δεῦρο ἀεὶ ἐν αὐτοῖς ἐξήτασμαι, καὶ πολλὰ μὲν ἤρχθην πολλὰ δὲ ἦρξα, ἀφʼ ὧν τοῦτο μὲν ὅσα τε καὶ οἷα χρὴ προστάσσειν, τοῦτο δʼ ὅσα καὶ οἷα χρὴ πειθαρχοῦντα πράττειν, μεμάθηκα. ἐφοβήθην,ἐθάρσησα· ἐξ ὧν τοῦ μὲν τὸ μὴ ῥᾳδίως τι δεδιέναι, τοῦ δὲ τὸ μὴ προχείρως ἀποτολμᾶν εἴθισμαι. εὐτύχησα, ἔπταισα· παρʼ ὧν τὸ μήτʼ ἀπογιγνώσκειν τι μήθʼ ὑπερφρονεῖν ἔχω.λέγω δὲ ταῦτα ἐν εἰδόσι, μάρτυρας ὑμᾶς τοὺς ἀκούοντας αὐτῶν ποιούμενος, οὐχ ἵνʼ ἄλλως τι περὶ ἐμαυτοῦ κομπάσαιμι (ἱκανὸν γάρ μοι πρὸς εὔκλειαν τὸ συνειδὸς ὑμῶν ὑπάρχεἰ ἀλλʼ ἵνα καὶ ἐκ τούτων καταμάθητε ὅσῳ βέλτιον τῶν ἐναντίωνπαρεσκευάσμεθα. ἐλαττούμενοι γὰρ ἡμῶν καὶ τῷ πλήθει τῶν τε στρατιωτῶν ἅμα καὶ τῶν χρημάτων καὶ τῷ πολυειδεῖ τῆς παρασκευῆς, οὐδενὶ τῶν πάντων τοσοῦτον ἐλλείπουσιν ὅσον τῇ τε ἡλικίᾳ καὶ τῇ ἀπειρίᾳ τοῦ στρατηγοῦντος αὐτῶν. περὶ οὗ τὰ μὲν ἄλλα οὐδὲν δέομαι καθʼ ἕκαστον ἀκριβῶςεἰπεῖν, κεφαλαιώσας δὲ ἐρῶ τοῦτο ὃ καὶ ὑμεῖς ἐπίστασθε, ὅτι τε ἀρρωστότατος τῷ σώματί ἐστι, καὶ ὅτι οὐδεμίαν πώποτε ἐπιφανῆ μάχην οὔτε ἐν τῇ ἠπείρῳ οὔτε ἐν τῇ θαλάσσῃ αὐτὸς νενίκηκεν. ἀμέλει καὶ ἐν τοῖς Φιλίπποις ἐν τῷ αὐτῷ ἀγῶνι ἐγὼ μὲν ἐκράτησα ἐκεῖνος δὲ ἡττήθη.τοσοῦτον μὲν ἀλλήλων διαφέρομεν, τὰ δὲ δὴ πολλὰ τῶν ἄμεινον παρεσκευασμένων καὶ αἱ νῖκαι γίγνονται. εἰ δʼ οὖν τινα καὶ ἐκεῖνοι ἰσχὺν ἔχουσιν, ἀλλʼ ἔν τε τῷ ὁπλιτικῷ καὶ κατὰ τὴν γῆν εὕροιτʼ ἂν αὐτὴν οὖσαν, ταῖς δὲ δὴ ναυσὶν οὐδʼ ἀντᾶραιτὸ παράπαν ἡμῖν δυνήσονται. ὁρᾶτε γάρ που καὶ αὐτοὶ καὶ τὸ μέγεθος καὶ τὸ πάχος τῶν ἡμετέρων σκαφῶν, ὥστε εἰ καὶ τὸν ἀριθμὸν ἰσοπαλεῖς αὐταῖς ἐκεῖναι ἦσαν, ἀλλʼ ὑπό γε τούτων οὐδὲν ἂν οὔτε ταῖς ἐμβολαῖς οὔτε ταῖς προσβολαῖς ἐκακούργησαν· τὸ μὲν γὰρ ἡ παχύτης τῶν ξύλων, τὸ δὲ αὐτὸ τὸ ὕψος τῶν νεῶν, καὶ εἰ μηδεὶς ἀπʼ αὐτῶνἠμύνετο, πάντως ἂν ἐπέσχε. ποῦ δὴ καὶ τοξοτῶν καὶ σφενδονητῶν τοσούτων ἐπιπλεόντων, καὶ προσέτι καὶ ἀπὸ τῶν πύργων ἄνωθεν αὐτῶν ἐφικνουμένων, δυνήσεταί τίς σφισι προσμῖξαι; εἰ δὲ δὴ καὶ πλησιάσειέ τις, πῶς μὲν οὐκ ἂν ὑπʼ αὐτοῦ τοῦ πλήθους τῶν κωπῶν βαπτισθείη, πῶς δʼ οὐκ ἂν ὑπὸ πάντων τῶν τε ἀπὸ τῶν καταστρωμάτων καὶ τῶν ἀπὸ τῶν πύργων βαλλόμενος καταποντωθείη;μὴ γάρ, ὅτι περὶ Σικελίαν Ἀγρίππας ἐναυκράτησε, παρὰ τοῦτο καὶ ἀρετὴν αὐτοὺς ναυτικὴν ἔχειν ἡγεῖσθε· οὔτε γὰρ πρὸς τὸν Σέξτον ἀλλὰ πρὸς τοὺς δούλους αὐτοῦ, οὔτε πρὸς ὁμοίαν ἡμῖν ἀντιπαρασκευὴν ἀλλὰ πρὸς πολὺ διάφορονἠγωνίσαντο. εἴ τέ τις τὴν εὐτυχίαν αὐτῶν ἐκείνην ἐν μεγάλῳ τιθείη, δίκαιός ἐστι καὶ τὴν ἧτταν τὴν αὐτοῦ τοῦ Καίσαρος, ἣν ὑπʼ αὐτοῦ τοῦ Σέξτου ἐνικήθη, ἀντιλογίσασθαι· καὶ οὕτως οὐχ ὅπως ἴσα πρὸς ἴσα, ἀλλὰ καὶ πολὺ πλείω καὶ κρείττω πάντα τὰ ἡμέτερα τῶν ἐκείνοις ὑπαρχόντων εὑρήσει.τὸ δʼ ὅλον, πόστην μὲν ἡ Σικελία μερίδα τῆς ἄλλης ἀρχῆς, πόστην δὲ ἡ τοῦ Σέξτου δύναμις τῆς ἡμετέρας παρασκευῆς εἶχεν, ὥστε τινὰ εἰκότως ἂν τὰ τοῦ Καίσαρος, τὰ αὐτὰ ἐκεῖνα ὄντα καὶ μήτε πλείω μήτʼ ἀμείνω γεγονότα, καταδεῖσαι μᾶλλον ἐξ ὧν ηὐτύχησεν ἢ θαρσῆσαι ἐξ ὧν ἔπταισεν.ὅθεν που καὶ ἐγὼ ταῦτα λογιζόμενος οὐκ ἠθέλησα τῷ πεζῷ προαποκινδυνεῦσαι, ἐν ᾧ δὴ δοκοῦσι τρόπον τινὰ ἰσχύειν, ἵνα μηδεὶς ὑμῶν πταίσματός τινος ἐν ἐκείνῳ γενομένου ἀθυμήσῃ, ἀλλὰ ταῖς ναυσίν, αἷς κράτιστοί τε ἐσμὲν καὶ παμπληθὲς αὐτῶν περίεσμεν, ἵνʼ ἐν ταύταις κρατήσαντες