ἀγῶνα εὐθὺς κατέστη, καίτοι ἐκείνου τόν τε πεζὸν πρὸ τοῦ στρατοπέδου σφῶν συνεχῶς προπαρατάσσοντος καὶ ταῖς ναυσὶ πολλάκις σφίσιν ἐπιπλέοντος, τάς τε ὁλκάδας αὐτῶν κατάγοντος, ὅπως πρὶν πᾶσαν τὴν δύναμιν αὐτῷ συνελθεῖν, μόνοιςτοῖς τότε παροῦσίν οἱ συμμίξῃ· ἐκ γὰρ αὐτοῦ τούτου οὐκ ἠθέλησεν ἐς ἅπαν ἀναρρῖψαι, ἀλλὰ πείραις καὶ ἀκροβολισμοῖς ἐπὶ πολλὰς ἡμέρας ἐχρήσατο, μέχρις οὗ τὰ στρατεύματα συνελέξατο. τούτοις δέ, ἄλλως τε καὶ τοῦ Καίσαρος μηκέθʼ ὁμοίως ἐγκειμένου, τόν τε πορθμὸν ἐπιδιέβη καὶοὐ πόρρω αὐτοῦ ἐστρατοπεδεύσατο, κἀκ τούτου καὶ ἱππικὸν περὶ τὸν κόλπον περιπέμψας ἀμφοτέρωθεν αὐτῷ προσήδρευεν. ὁ οὖν Καῖσαρ αὐτὸς μὲν ἡσύχαζε καὶ οὐδένα ἔτι κίνδυνον αὐθαίρετον ἀνῃρεῖτο, ἐς δὲ δὴ τὴν Ἑλλάδα τήν τε Μακεδονίαν ἔπεμψέ τινας, ὅπως τὸν Ἀντώνιον πρὸς ἐκεῖναἀπαγάγῃ. καὶ οἱ μὲν ταῦτʼ ἔπραττον, Ἀγρίππας δὲ τότε μὲν τήν τε Λευκάδα καὶ τὰ ἐν αὐτῇ σκάφη αἰφνιδίως ἐπεσπλεύσας ἔλαβε, καὶ Πάτρας εἷλε Κύιντον Νασίδιον ναυμαχίᾳ νικήσας, ὕστερον δὲ καὶ τὴν Κόρινθον παρεστήσατο. ὡς οὖν ταῦτά τε συνέβη, καὶ ὁ Τίτιος ὁ Μᾶρκος ὅ τε Ταῦρος ὁ Στατίλιος τό τε ἱππικὸν τοῦ Ἀντωνίου ἐξαίφνης ἐπεκδραμόντες ἐκράτησαν καὶ Φιλάδελφον βασιλέαΠαφλαγονίας προσεποιήσαντο, κἀν τούτῳ καὶ ὁ Δομίτιος ὁ Γναῖος ἀχθεσθείς τι τῇ Κλεοπάτρᾳ μετέστη, — καὶ χρήσιμος μὲν οὐδὲν τῷ Καίσαρι ἐγένετο (νοσήσας γὰρ οὐκ ἐς μακρὰν ἐτελεύτησενʼ, ἔδοξε δʼ οὖν ὡς καὶ κατεγνωκὼς τῶν πραγμάτων παρʼ οἷς ἦν ηὐτομοληκέναι (καὶγὰρ καὶ ἄλλοι αὐτὸν συχνοὶ ἐμιμήσαντὀ, — οὐκέθʼ ὁμοίως ὁ Ἀντώνιος ἐθάρσει, ἀλλʼ ὑπετόπει τε πάντας καὶ ἀπέκτεινεν ἐκ τούτου ἄλλους τε καὶ Ἰάμβλιχον Ἀραβίων τινῶν βασιλέα βασανίσας, Κύιντόν τε Ποστούμιον βουλευτὴν διασπάσασθαίτισιν ἐπιτρέψας. καὶ τέλος φοβηθεὶς μὴ καὶ ὁ Δέλλιος ὁ Κύιντος ὅ τε Ἀμύντας ὁ Γαλάτης (ἔτυχον δὲ ἐπὶ μισθοφόρους ἔς τε τὴν Μακεδονίαν καὶ ἐς τὴν Θρᾴκην πεπεμμένοἰ τὰ τοῦ Καίσαρος ἀνθέλωνται, ὥρμησε πρὸς αὐτοὺς ὡς καὶ ἐπικουρήσων σφίσιν, ἄν τι πολέμιον προσπέσῃ.κἀν τούτῳ ναυμαχία τις ἐγένετο. ὁ γὰρ Σόσσιος Λουκίου Ταρρίου ναυσὶν ὀλίγαις ἐφορμοῦντός σφισιν ἐλπίσας ἄξιόν τι λόγου πράξειν, ἂν πρὶν τὸν Ἀγρίππαν, ᾧ πᾶν τὸ ναυτικὸν ἐπετέτραπτο,ἐπελθεῖν, συμβάλῃ αὐτῷ, ἐξανήχθη τε ἐξαπιναίως ὑπὸ τὴν ἕω, ὁμίχλην βαθεῖαν τηρήσας ἵνα μὴ τὸ πλῆθός σφων προϊδὼν φύγῃ, καὶ παραχρῆμα τῇ πρώτῃ προσβολῇ τρεψάμενος αὐτὸν ἐπεδίωξε μέν, οὐχ εἷλε δέ· τοῦ γὰρ Ἀγρίππου κατὰ τύχην ἀπαντήσαντός οἱ οὐ μόνον οὐδὲν τῆς νίκης ἀπώνητο, ἀλλὰ καὶ προσδιεφθάρη μετά τε τοῦ Ταρκονδιμότου καὶ μετʼ ἄλλων πολλῶν.ὁ οὖν Ἀντώνιος διά τε τοῦτο, καὶ ὅτι καὶ αὐτὸς ἐπανελθὼν ἱππομαχίᾳ τινὶ πρὸς τῆς τοῦ Καίσαρος προφυλακῆς ἡττήθη, οὐκέτʼ ἔγνω δίχα στρατοπεδεύεσθαι, ἀλλʼ ἐκλιπὼν τῆς νυκτὸς τὸ πλησίον τῶν ἐναντίων τάφρευμα ἀνεχώρησεν ἐπὶ θάτερα τοῦ πορθμοῦ, ἔνθα αὐτῷ τὸ πλέον τοῦστρατοῦ ηὐλίζετο. καὶ ἐπειδὴ καὶ τὰ ἐπιτήδεια αὐτόν, ἅτε καὶ τῆς σιτοπομπίας εἰργόμενον, ἐπιλείπειν ἤρχετο, διαγνώμην ἐποιήσατο πότερον κατὰ χώραν μείναντες διακινδυνεύσωσιν ἢ μεταστάντες που χρόνῳ τὸν πόλεμον διενέγκωσιν.εἰπόντων δὲ ἄλλων ἄλλα ἐνίκησεν ἡ Κλεοπάτρα, τά τε ἐπικαιρότατα τῶν χωρίων φρουραῖς παραδοθῆναι καὶ τοὺς λοιποὺς ἐς τὴν Αἴγυπτον μεθʼ ἑαυτῶν ἀπᾶραι συμβουλεύσασα. ταύτην γὰρ τὴν γνώμην ἔσχεν, ἐπειδὴ ὑπὸ σημείων ἐταράχθη.χελιδόνες τε γὰρ περί τε τὴν σκηνὴν αὐτῆς καὶ ἐν τῇ νηὶ τῇ στρατηγίδι, ἐφʼ ἧς ἐπέπλει, ἐνεόττευσαν, καὶ γάλα αἷμά τε ἐκ κηροῦ ἐρρύη· τάς τε εἰκόνας αὐτῶν, ἃς οἱ Ἀθηναῖοι ἐν τῇ ἀκροπόλει τὸ τῶν θεῶν σχῆμα ἐχούσας ἔστησαν, κεραυνοὶἐς τὸ θέατρον κατήραξαν. ἔκ τε οὖν τούτων καὶ ἐκ τῆς τοῦ στρατεύματος καὶ ἀθυμίας ἐπʼ αὐτοῖς καὶ ἀρρωστίας ἡ Κλεοπάτρα αὐτή τε ἔδεισε καὶ τὸν Ἀντώνιον ἐξεφόβησεν. οὐ μέντοι καὶ κρύφα, ἢ καὶ φανερῶς ὡς καὶ φεύγοντες, ἐκπλεῦσαι, μὴ καὶ ἐς δέος τοὺς συμμάχους ἐμβάλωσιν, ἠθέλησαν, ἀλλʼ ὡς ἐπὶ ναυμαχίαν παρασκευαζόμενοι, ἵνα ἅμα, ἄν τι ἀνθίστηται, βιάσωνται τὸν ἔκπλουν.κἀκ τούτου πρῶτον μὲν τὰ ἄριστα τῶν σκαφῶν, ἐπειδὴ ἐλάττους οἱ ναῦται ἔκ τε τῆς φθορᾶς καὶ ἐκ τῆς αὐτομολίας ἐγεγόνεσαν, ἐπιλεξάμενοι τὰ λοιπὰ κατέπρησαν, ἔπειτα δὲ νύκτωρ πάντα τὰ τιμιώτατα λαθραίως ἐς αὐτὰς ἐσεφόρησαν. ἐπειδή τε ἕτοιμα ἦν, συνεκάλεσεν ὁ Ἀντώνιος τοὺς στρατιώτας καὶ εἶπε τοιάδε·“ὅσα μὲν ὑπʼ ἐμοῦ προσῆκον ἦν ἐκπορισθῆναι πρὸς τὸν πόλεμον, πάνθʼ ἱκανῶς, ὦ ἄνδρες στρατιῶται, προπαρεσκεύασται. καὶ γὰρ πλῆθος πολὺ ὑμῶν ἐστι, πᾶν ὅ τι περ ἄνθος καὶ παρὰ τῶν ὑπηκόων καὶ παρὰ τῶν συμμάχων ἐξειλεγμένον· καὶ παντὸς εἴδους μάχης, ὅσα γε καὶ παρʼ ἡμῖν νομίζεται, ἐπὶ τοσοῦτον χειροτέχναι ἐστὲ ὥστε καὶ καθʼ ἑαυτοὺς ἕκαστοι φοβεροὶ τοῖς ἀντιπάλοιςεἶναι. ὁρᾶτε δέ που καὶ αὐτοὶ ὅσον μὲν καὶ οἷον ναυτικὸν ἔχομεν, ὅσους δὲ καὶ οἵους ὁπλίτας ἱππέας σφενδονήτας πελταστὰς τοξότας ἱπποτοξότας· ὧν τὰ μὲν πλείω οὐδʼ ὑπάρχει ἀρχὴν τοῖς ἐναντίοις, ὅσα δὲ κέκτηνται, πολὺ ἐλάττονα