ἐλπίδος ἔφθειρεν. ἔδοξαν μὲν γὰρ οἱ ἐξελεύθεροι αὐτὸ πεποιηκέναι· πᾶσι γὰρ τοῖς ἔν τε τῇ Ἰταλίᾳ αὐτῶν οὖσι καὶ πέντε μυριάδων οὐσίαν ἢ καὶ πλείω κεκτημένοις τὸ ὄγδοον αὐτῆς συντελέσαι ἐκελεύσθη, κἀκ τούτου καὶ ταραχαὶ καὶ φόνοι καὶ ἐμπρήσεις ὑπʼ αὐτῶν πολλαὶ ἐγένοντο, καὶ οὐ πρότερόν γε κατέστησαν πρὶν ἢ τοῖς ὅπλοιςκαταδαμασθῆναι. ἀφʼ οὗπερ καὶ οἱ ἐλεύθεροι οἵ τι χωρίον ἐν τῇ Ἰταλίᾳ κεκτημένοι φοβηθέντες ἡσύχασαν· καὶ γὰρ ἐκείνοις τὸ τέταρτον τῆς ἐπετησίας προσόδου δοῦναι προσετάχθη, μελλήσαντές τε ἐπὶ τούτῳ κινηθήσεσθαι οὐδὲν ἔτι νεοχμῶσαι ἐτόλμησαν, ἀλλʼ ἀμαχεὶ καὶ ἄκοντες αὐτὸσυνεσήνεγκαν. ἔδοξε μὲν οὖν διὰ ταῦθʼ ὑπὸ τῶν ἀπελευθέρων τὸ πῦρ ἐξ ἐπιβουλῆς γεγονέναι, οὐ μέντοι ἀλλὰ καὶ αὐτὸ ἐς τὰ πάνυ τέρατα διὰ τὸ τῶν καυθέντων πλῆθος ἐσεγράφη.τοιούτων δὴ σημείων προφανέντων σφίσιν οὔτε ἐφοβήθησαν οὔθʼ ἧττόν τι ἐπολέμησαν, ἀλλὰ τὸν μὲν χειμῶνα κατασκοπαῖς τε χρώμενοι καὶ παραλυποῦντες ἀλλήλους διετέλεσαν (ὁ γὰρ Καῖσαρ ἐξανήχθη μὲν ἐκ τοῦ Βρεντεσίου καὶ ἔπλευσε μέχρι τῆς Κερκύρας ὡς καὶ ἀπροσδοκήτοις τοῖς πρὸς τῷ Ἀκτίῳ ὁρμοῦσιν ἐπιθησόμενος, χειμῶνιδὲ περιπεσὼν καὶ πονηθεὶς ἀνεχώρησἐ, τοῦ δὲ δὴ ἦρος ὁ μὲν Ἀντώνιος οὐδαμῇ ἐκινήθη (οἵ τε γὰρ τριηρῖται, ἅτε καὶ σύμμικτοι ἐκ παντοδαπῶν ἐθνῶν ὄντες καὶ πόρρω ἀπʼ αὐτοῦ χειμάζοντες, οὔτε τινὰ ἄσκησιν ἐπεποίηντο καὶ νόσῳ αὐτομολίαιςτε ἠλάττωντο· καὶ ὁ Ἀγρίππας τήν τε Μεθώνην ἐκ προσβολῆς λαβὼν καὶ τὸν Βογούαν ἐν αὐτῇ κτείνας, τάς τε κατάρσεις τῶν ὁλκάδων ἐπιτηρῶν καὶ ἀποβάσεις ἄλλοτε ἄλλῃ τῆς Ἑλλάδος ποιούμενος,ἰσχυρῶς αὐτὸν ἐτάραττενʼ, ὁ δὲ δὴ Καῖσαρ ἐπί τε τούτοις θαρσήσας καὶ βουληθεὶς ὅτι τάχιστα τῇ τοῦ στρατεύματος ὁρμῇ λαμπρῶς ἠσκημένου χρήσασθαι, τόν τε πόλεμον καὶ ἐν τῇ Ἑλλάδι καὶ πρὸς τοῖς ἐκείνου μᾶλλον ἢ ἔν τε τῇ Ἰταλίᾳκαὶ πρὸς τῇ Ῥώμῃ ποιήσασθαι, πάντας μὲν τοὺς στρατιώτας ὧν τι ὄφελος ἦν, πάντας δὲ τούς τι δυναμένους καὶ τῶν βουλευτῶν καὶ τῶν ἱππέων ἐς τὸ Βρεντέσιον συνήγαγε, τοὺς μὲν ὅπως τι συμπράξωσιν αὐτῷ, τοὺς δʼ ὅπως μηδὲν μονωθέντες νεοχμώσωσι, τό τε μέγιστον ὅπως ἐνδείξηται τοῖς ἀνθρώποις ὅτι καὶ τὸ πλεῖστον καὶ τὸ κράτιστοντῶν Ῥωμαίων ὁμογνωμονοῦν ἔχοι. κἀντεῦθεν τακτόν τε τῶν οἰκετῶν ἀριθμὸν πᾶσιν ἐπαγαγέσθαι καὶ τὴν τροφὴν αὐτοὺς ἑαυτοῖς, πλὴν τῶν στρατιωτῶν, ἐπικομίσασθαι κελεύσας, ἀθρόᾳ τῇ παρασκευῇτὸν Ἰόνιον διέβαλεν. ἦγε δὲ αὐτοὺς οὐκ ἐς τὴν Πελοπόννησον οὐδʼ ἐπὶ τὸν Ἀντώνιον, ἀλλὰ πρὸς τὸ Ἄκτιον, ἐν ᾧ τὸ πλεῖον αὐτῷ τοῦ ναυτικοῦ ὥρμει, εἴ πώς σφας ἐθελοντὰς ἢ καὶ ἄκοντας προπαραστήσαιτο. Καὶ διὰ τοῦτο τόν τε πεζὸν ὑπὸ τὰ ὄρη τὰΚεραύνια ἐκβιβάσας ἐκεῖσε ἔπεμψε, καὶ αὐτὸς ταῖς ναυσὶ τὴν Κέρκυραν ἐκλειφθεῖσαν ὑπὸ τῶν ἐμφρουρούντων λαβὼν ἐς τὸν λιμένα τὸν γλυκὺν ὠνομασμένον κατέσχε (καλεῖται δὲ οὕτως ὅτι πρὸς τοῦ ποταμοῦ τοῦ ἐς αὐτὸν ἐσβάλλοντος γλυκαίνεταἰ, καὶ ναύσταθμόν τε ἐν αὐτῷ ἐποιήσατο καὶ ἐκεῖθεν ὁρμώμενος ἐπὶ τὸ Ἄκτιονἐπέπλει. ὡς δʼ οὐδείς οἱ οὔτʼ ἀντανήγετο οὔτʼ ἐς λόγους ᾔει, καίτοι δυοῖν αὐτοῦ θάτερον ἢ πρὸς ὁμολογίαν σφᾶς ἢ πρὸς μάχην προκαλουμένου (τὴν μὲν γὰρ τῇ πίστει τὴν δὲ τῷ δέει οὐκ ἐδέχοντὀ, κατέλαβε τὸ χωρίον τοῦτο ἐν ᾧ νῦν ἡΝικόπολίς ἐστι, καὶ ἐν αὐτῷ ἐπὶ μετεώρου, ὅθεν ἐπὶ πάντα ὁμοίως τῆς τε ἔξω τῆς πρὸς Πάξοις θαλάσσης καὶ τῆς εἴσω τῆς Ἀμπρακικῆς τῆς τε ἐν τῷ μέσῳ αὐτῶν, ἐν ᾧ οἱ λιμένες οἱ πρὸς τῇ Νικοπόλει εἰσίν, ἄποπτόν ἐστιν, ἱδρύθη. καὶ αὐτό τε ἐκρατύνατο καὶ τείχη ἀπʼ αὐτοῦ ἐς τὸνλιμένα τὸν ἔξω τὸν Κόμαρον καθῆκε, κἀκ τούτου καὶ ἐφήδρευε καὶ ἐφώρμει τῷ Ἀκτίῳ καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν. ἤδη μὲν γὰρ ἤκουσα ὅτι καὶ τριήρεις ἐκ τῆς ἔξω θαλάσσης ἐς τὸν κόλπον διὰ τοῦ τειχίσματος ὑπερήνεγκε, βύρσαις νεοδάρτοις ἀντὶ ὁλκῶν ἐλαίῳ ἐπαληλιμμέναιςχρησάμενος· ἔχω δʼ οὐδὲν ἔργον τῶν νεῶν τούτων ἐν τῷ κόλπῳ γενόμενον εἰπεῖν, καὶ διὰ τοῦτο οὐδὲ πιστεῦσαι τῷ μυθολογήματι δύναμαι· οὐδὲ γὰρ οὐδὲ σμικρὸν τὸ πρᾶγμα ἦν, διὰ χωρίου οὕτως ὀλίγου καὶ ἀνωμάλου τριήρεις ἐπὶ βυρσῶν διαγαγεῖν.τοῦτο μὲν οὖν οὕτω λέγεται γενέσθαι· τὸ δʼ Ἄκτιον Ἀπόλλωνος ἱερόν ἐστι, καὶ πρὸ τοῦ στόματος τοῦ πορθμοῦ τοῦ κόλπου τοῦ Ἀμπρακικοῦ κατʼ ἀντιπέρας τῶν πρὸς τῇ Νικοπόλει λιμένων κεῖται. ὅ τε πορθμὸς ἴσος ἐπὶ πολὺ διὰ στενοῦ τείνει, καὶ ἔστι καὶ αὐτὸς καὶ τὰ πρὸ αὐτοῦ πάντα καὶ ἐνορμίσασθαι καὶ ἐνναυλοχήσασθαι.ταῦτʼ οὖν προκατασχόντες οἱ Ἀντωνίειοι ἐπί τε τοῦ στόματος πύργους ἑκατέρωθεν ἐπῳκοδόμησαν καὶ τὸ μέσον ναυσὶ διέλαβον, ὥστε σφίσι καὶ τοὺς ἔκπλους καὶ τὰς ἀναχωρήσεις ἀσφαλεῖς εἶναι· αὐτοί τε ἐπὶ θάτερα τοῦ πορθμοῦ κατὰ τὸ (??ʼερόν, ἐν χωρίῳ ὁμαλῷ μὲν καὶ πλατεῖ, ἐμμαχέσασθαι δὲ ἢ ἐνστρατοπεδεύσασθαι ἐπιτηδειοτέρῳ, ἐνηυλίζοντο· ἐξ οὗπερ οὐχ ἥκιστα τῇ νόσῳ καὶ ἐν τῷ χειμῶνι, καὶ ἐν τῷ θέρει πολὺ μᾶλλον, ἐπιέσθησαν.ὁ δʼ οὖν Ἀντώνιος ἐπειδὴ τάχιστα τὴν τοῦ Καίσαρος ἄφιξιν ἐπύθετο, οὐκ ἐμέλλησεν ἀλλʼ ἐς τὸ Ἄκτιον μετὰ τῶν συνόντων οἱ ἠπείχθη. καὶ ἦλθε μὲν οὐ πολλῷ ὕστερον, οὐ μέντοι καὶ ἐς