τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ ἐνάτῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. ὡς Καῖσαρ Σέξτον ἐνίκησε καὶ Λέπιδον καθεῖλεν. β. ὡς Οὐεντίδιος Πάκορον νικήσας ἀπέκτεινεν καὶ τοὺς Πάρθους ὑπὲρ τὸν Εὐφράτην ἐξήλασεν. γ. ὡς Ἀντώνιος ὑπὸ Πάρθων ἡττήθη. δ. ὡς Καῖσαρ Παννονίους κατεστρέψατο. ε. ὡς Ἀντώνιος Ἀρταουάσδην τὸν Ἀρμενίων βασιλέα ἀπατήσας εἷλεν. ζ. ὡς ἡ Παύλου στοὰ καθιερώθη. η. ὡς Μαυριτανία ἡ περὶ Καισύρειαν Ῥωμαίων ἐγένετο. χρόνου πλῆθος ἔτη τέτταρα ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο λ. Γέλλιος Λ. υἱ. Ποπλικόλας μ. Κοκκήιος υἱ. Νέρουας ὕπ. λ. Κορνουφίκιος Λ. υἱ. Σέξτος Πομπήιος Σέξτου υἱ. ὕπ. μ. Ἀντώνιος Μ. υἱ. τὸ β λ. Σκριβώνιος Λ. υἱ. Λίβων ὕπ. Καῖσαρ τὸ β λ. Οὐολκάκιος Λ. υἱ. Τοῦλλος ὕπ.ἐν μὲν οὖν τῷ χειμῶνι ἐν ᾧ Λούκιός τε Γέλλιος καὶ Κοκκήιος Νέρουας ὑπάτευσαν, ταῦθʼ οὕτως ἐγένετο· Καῖσαρ δέ, ὡς τό τε ναυτικὸν ἡτοίμαστο καὶ τὸ ἔαρ ἐνέστη, ἦρέ τε ἐκ τῶν Βαιῶν καὶ παρὰ τὴν Ἰταλίαν ἐκομίζετο, ἐλπίδα οὐκ ἐλαχίστην ἔχων ἁπανταχόθεν πέριξ τὴν Σικελίαν περισχήσειν. αὐτός τε γὰρ πολλαῖς ναυσὶν ἐπέπλει, καὶ αἱ τοῦ Ἀντωνίου ἐς τὸν πορθμὸν ἤδη παρῆσαν· ὅ τε Λέπιδος ἄκων μέν,ὑπέσχητο δʼ οὖν αὐτῷ βοηθήσειν. μέγιστον δὲ τῷ τε ὕψει τῶν σκαφῶν καὶ τῇ παχύτητι τῶν ξύλων ἐθάρσει· ὑπερπαχῆ τε γὰρ καὶ ὑπερμεγέθη κατεσκευάσθη, ὥστε ἐπιβάτας τε πλείστους ὅσους ἄγειν (καὶ γὰρ πύργους ἔφερον, ὅπως ὥσπερ ἀπὸ τείχους ἐξ ὑπερδεξίων ἀγωνίζωνταἰ καὶ αὐτὰ πρός τε τὰς ἐμβολὰς τῶν ἐναντίων ἀντέχειν, καὶ τοὺς ἐμβόλους αὐτῶν, ἅτε καὶ βιαιοτέραν τὴν σύγκρουσιν ποιουμένων, ἀποστρέφειν.τοιούτοις μὲν λογισμοῖς ὁ Καῖσαρ ἐς τὴν Σικελίαν ἠπείγετο. καὶ αὐτῷ τὸ ἀκρωτήριον τὸ Παλίνουρον ὀνομαζόμενον ὑπερβάλλοντι χειμὼν μέγας ἐπέπεσε· καὶ οὗτός τε πολλὰς ναῦς ἔφθειρε, καὶ ὁ Μηνᾶς ταραττομέναις ταῖς λοιπαῖς ἐπιγενόμενοςσυχνὰς τὰς μὲν ἔκαυσε τὰς δʼ ἀνεδήσατο. εἰ δὲ μὴ αὖθις ἐπί τε τῇ ἀδείᾳ καὶ ἐπʼ ἄλλαις τισὶν ἐλπίσι μετέστη, καὶ τριήρεις ψευδαυτομόλους δεξάμενος πᾶν τὸ ναυτικὸν οὗ ἦρχε προέδωκε, διὰ κενῆς ἂν καὶ τότε ὁ ἐπίπλους τῷ Καίσαρι ἐγένετο. τοῦτο δὲ ἔπραξεν, ὅτι οὔτε τῷ Λεπίδῳ πολεμῆσαι ὑπὸ τοῦ Σέξτου ἐπετράπη καὶ πρὸςπάντα τἆλλα ὑπωπτεύετο. Καῖσαρ δὲ προσήκατο μὲν αὐτὸν καὶ τότε ἀσμενέστατα, οὐ μέντοι καὶ ἐπίστευσέ τι ἔτʼ αὐτῷ. ὡς δʼ οὖν τάς τε πεπονηκυίας ναῦς ἐπεσκευάσατο, καὶ τοὺς δούλους τοὺς τριηρίτας ἠλευθέρωσε, τούς τε περίνεως (πολλοὶ γὰρ φθειρομένων ἐν τῇ ναυαγίᾳ τῶν σκαφῶν ἀπεκολύμβησανʼ ἐς τὸ τοῦ Ἀντωνίου ναυτικὸνὀλιγανδροῦν κατέταξεν, ἔς τε Λιπάραν ἦλθε, κἀνταῦθα τόν τε Ἀγρίππαν καὶ τὰς ναῦς καταλιπὼν ἐς τὴν ἤπειρον ἐκομίσθη, ἵνα καὶ τὸν πεζὸν ἐς τὴν Σικελίαν, ὅταν καιρὸς γένηται, περαιώσῃ.μαθὼν δὲ ταῦτα ὁ Σέξτος αὐτὸς μὲν ἐν Μεσσήνῃ ὑφώρμει, τὸν διάπλουν αὐτοῦ τηρῶν, τῷ δʼ Ἀγρίππᾳ Δημοχάρην ἀνθορμεῖν ἐν Μύλαις ἐκέλευσεν.οὗτοι οὖν τὸ μὲν πλεῖστον τοῦ χρόνου ἀποπειρώμενοι μὲν ἀλλήλων κατὰ τὸ παρεῖκον, οὐ μέντοι καὶ ἐναποκινδυνεῦσαι παντὶ τῷ στόλῳ τολμῶντες, κατανάλωσαν· οὔτε γὰρ τὰς δυνάμεις ἀλλήλων ᾔδεσαν, καὶ πάντα πρός τε τὸ μεῖζον καὶ πρὸς τὸ φοβερώτερον παρʼ ἀμφοτέροις περὶτῶν ἑτέρων ἐλογοποιεῖτο. τέλος δὲ ὁ Ἀγρίππας συνιεὶς ὅτι οὐ συμφέρει οἱ διατρίβειν (οἱ γὰρ τοῦ Σέξτου, ἅτε ἐν τῇ οἰκείᾳ ναυλοχοῦντες, οὐδὲν ἐδέοντο σπεύδεινʼ τάς τε ἀρίστας τῶν νεῶν ἔλαβε, καὶ ἐπὶ τὰς Μύλας πρὸς κατασκοπὴν τοῦ τῶν ἐναντίων πλήθους ὥρμησε. καὶ ἐπειδὴ μήτε πάντας αὐτοὺς ἰδεῖν ἠδυνήθη μήτʼ ἀναχθῆναί τις αὐτῶν ἠθέλησε, κατεφρόνησεν αὐτῶν, καὶ ἐπανελθὼν παρεσκευάζετο ὡς καὶ πάσαις ταῖς ναυσὶ τῆς ὑστεραίας ἐπὶ τὰς Μύλας ἐπιπλευσούμενος.τὸ δʼ αὐτὸ τοῦτο καὶ ὁ Δημοχάρης ἔπαθε· μόνας τε γὰρ τὰς ἀφικομένας ναῦς ὑποτοπήσας εἶναι, καὶ βραδύτατα αὐτὰς ὑπὸ τοῦ μεγέθους πλεούσας ἰδών, τόν τε Σέξτον τῆς νυκτὸς μετεπέμψατο, καὶ ἡτοιμάζετο ὡς καὶ αὐτῇ τῇ Λιπάρᾳ προσμίξων. ἡμέρα τε ὑπέφηνε, καὶ ἀμφότεροι ἅμα ὡς καὶ ἐπʼ ἐλάττους σφῶν ἀλλήλους ὄντας ἔπλεον.ἐγγὺς δὲ δὴ γενόμενοι, καὶ παρὰ δόξαν πολλῷ πλείους τοὺς ἐναντίους ἑκάτεροι ὧν ᾤοντο εἶναι ἰδόντες, τὰ μὲν πρῶτα ἐταράχθησαν ὁμοίως ἀμφότεροι, καί τινες καὶ πρύμναν ἐκρούσαντο· ἔπειτα δὲ τὴν φυγὴν τῆς μάχης μᾶλλον φοβηθέντες, καὶ ἐν μὲν ταύτῃ καὶ κρατῆσαι ἂν ἐλπίσαντες, ἐν δὲ ἐκείνῃ πασσυδὶ ἀπολεῖσθαι προσδοκήσαντες, ἀντεξώρμησαν καὶ συμμίξαντες ἐναυμάχησαν.ἦσαν δὲ οἱ μὲν τῷ πλήθει τῶν νεῶν, οἱ δὲ ταῖς ἐμπειρίαις τῶν ναυτικῶν προφέροντες, καὶ τοῖς μὲν τό τε ὕψος τῶν σκαφῶν καὶ τὸ πάχος τῶν ἐπωτίδων οἵ τε πύργοι συνῄροντο, τοὺς δʼ ἑτέρους οἵ τε διέκπλοι ἀνέφερον, πρός τε τὴν ῥώμην τῶν τοῦ Καίσαρος ἐπιβατῶν ἡ τόλμα αὐτῶν ἀντήρκει· αὐτόμολοι γὰρ οἱ πλείους ἐκ τῆς Ἰταλίαςὄντες ἀπονοίᾳ πολλῇ ἐχρῶντο. κἀκ τούτου πλεονεκτοῦντές τε ἅμα ἀλλήλων καὶ ἐλαττούμενοι οἷς εἶπον, ἴσην τὴν ἰσχὺν ἐκ τοῦ τῶν ὑπαρχόντων σφίσιν ἀντιπάλου εἶχον· καὶ διὰ τοῦτο χρόνῳ καὶ ἀγχώμαλα ἐπὶ πλεῖστον ἠγωνίσαντο.