ἔρρωντο. καὶ διὰ τοῦτο καὶ σιωπῇ, ὅπως αὐτοί τε πρὸς τὰ γιγνόμενα ἀποβλέπωσι καὶ τοὺς ἐν τῷ ἔργῳ μὴ ἀποτρίβωσι, καὶ κραυγῇ μικρᾷ ἐχρῶντο, τούς τε ναυμαχοῦντας ἀνακαλοῦντες καὶ τοὺς θεοὺς ἐπιβοώμενοι, καὶ τοὺς μὲν κρατοῦντάς σφωνἐπαινοῦντες τοὺς δʼ ἡττωμένους λοιδοροῦντες, καὶ πολλὰ μὲν ἐκείνοις ἀντιπαρακελευόμενοι πολλὰ δὲ καὶ ἀλλήλοις ἀντιβοῶντες, τοῦ τε τοὺς σφετέρους ῥᾷον τὰ λεγόμενα ἀκούειν καὶ τοῦ τοὺς ἐναντίους ἧττον τῶν οἰκείων ἐπαΐειν.τέως μὲν οὖν ἰσοπαλεῖς ἦσαν, οὕτω τε ταῦτα παρʼ ἀμφοτέρων ὁμοίως ἐγίγνετο, καί τι καὶ τοῖς σώμασιν ὡς καὶ ἰδεῖν καὶ νοῆσαι δυναμένοις σφίσιν ἐνεδείκνυντο· ἐπεὶ δὲ ἐτράποντο οἱ τοῦ Σέξτου, ἐνταῦθα ἤδη ἀθρόοι καὶ ἀπὸ μιᾶς ὁρμῆς οἱ μὲνἐπαιώνισαν οἱ δὲ ὠλοφύραντο. καὶ οὗτοι μέν, ὡς καὶ αὐτοὶ συννενικημένοι, πρὸς τὴν Μεσσήνην εὐθὺς ἀπεχώρησαν· ὁ δὲ δὴ Καῖσαρ τούς τε ἐκπίπτοντας τῶν ἡττωμένων ἐς τὴν γῆν ἐξεδέχετο, καὶ ἐς αὐτὴν τὴν θάλασσαν ἐπεσβαίνων πάντα τὰ σκάφη τά γε ἐς τὸ τεναγῶδες ὀκέλλοντα κατεπίμπρη,ὥστε μήτε τοῖς ἔτι πλέουσιν ἀσφάλειαν εἶναι (πρὸς γὰρ τοῦ Ἀγρίππου ἐκόπτοντὀ μήτε τοῖς προσίσχουσί πῃ (πρὸς γὰρ τοῦ Καίσαρος διώλλυντὀ, πλὴν ὀλίγων, ὅσοι ἐς τὴν Μεσσήνην προκατέφυγον. κἀν τούτῳ τῷ πόνῳ ὁ μὲν Δημοχάρηςἁλισκόμενος ἑαυτὸν ἀπέσφαξεν, ὁ δʼ Ἀπολλοφάνης ἄθραυστον τὴν ναῦν ἔχων καὶ δυνηθεὶς ἂν φυγεῖν προσεχώρησε τῷ Καίσαρι. τὸ δʼ αὐτὸ τοῦτο καὶ ἄλλοι, ὅ τε Γάλλος καὶ οἱ ἱππῆς οἱ σὺν αὐτῷ πάντες, καὶ μετὰ ταῦτα καὶ πεζοί τινεςἐποίησαν. ἀφʼ οὗπερ οὐχ ἥκιστα ὁ Σέξτος ἀπογνοὺς τὰ παρόντα φυγεῖν ἐβουλεύσατο, καὶ παραλαβὼν τήν τε θυγατέρα καὶ ἄλλους, τά τε χρήματα καὶ τὰ λοιπὰ τὰ πλείστου ἄξια ἐς τὰς ναῦς τὰς ἄριστα τῶν σωθεισῶν πλεούσας ἐσθέμενος, νυκτὸς ἀπῆρεν. οὐδὲ ἐπεδίωξέ τις αὐτόν· ἐκεῖνός τε γὰρ λάθρᾳ ἐξέπλευσε, καὶ ὁ Καῖσαρ ἐν μεγάλῃ ταραχῇ παραχρῆμα ἐγένετο.ὁ γὰρ Λέπιδος τῇ τε Μεσσήνῃ προσέπεσε, καὶ ἐσδεχθεὶς ἐς αὐτὴν τὰ μὲν ἐνεπίμπρη τὰ δʼ ἥρπαζεν· ἐπειδή τε ἐκεῖνος αἰσθόμενος τοῦτʼ ἐπῆλθέ τέ οἱ διὰ ταχέων καὶ ἐμποδὼν ἐγίγνετο, τῆς μὲν πόλεως ὑπεξῆλθε φοβηθείς, ἐπὶ δὲ λόφον τινὰ καρτερὸν ἀναστρατοπεδευσάμενος ἐγκλήματα ἐποιεῖτο, καταλέγων πάνθʼ ὅσα ἐλαττοῦσθαι ἐνόμιζε,καὶ τά τε ἄλλα ἀπῄτει ὅσα αὐτῷ κατὰ τὴν πρώτην σφῶν συνωμοσίαν ἐδέδοτο, καὶ τῆς Σικελίας ὡς καὶ συγκαταστρεψάμενος αὐτὴν ἀντεποιεῖτο. καὶ ὁ μὲν ταῦτά τε τῷ Καίσαρι πέμπων τινὰςἐπεκάλει, καὶ ἐς δίκην αὐτὸν προυκαλεῖτο (εἶχε δὲ τάς τε δυνάμεις ἃς ἐκ τῆς Λιβύης ἐπῆκτο, καὶ τοὺς ἐγκαταλειφθέντας ἐν τῇ Μεσσήνῃ πάντας, ἐπειδὴ καὶ πρώτως ἐς αὐτὴν ἐσεληλύθει καί τινα καὶ ἐλπίδα νεωτέρων σφίσι πραγμάτων ὑπεβεβλήκεἰ·Καῖσαρ δὲ πρὸς μὲν ταῦτα οὐδὲν ἀντεῖπε, νομίσας δὲ δὴ πάντα τὰ δίκαια παρά τε ἑαυτῷ καὶ παρὰ τοῖς ὅπλοις, ἅτε καὶ ἰσχυρότερος αὐτοῦ ὤν, ἔχειν, εὐθὺς ἐπʼ αὐτὸν μετʼ ὀλίγων τινῶν ὥρμησεν ὡς καὶ ἐκεῖνόν τε ἐκ τοῦ αἰφνιδίου, οἷα μηδὲν δραστήριον ἔχοντα, καταπλήξων, καὶ τοὺςστρατιώτας αὐτοῦ προσποιησόμενος. καὶ ἐσῆλθε μὲν ἐς τὸ στρατόπεδον δόξας σφίσι διὰ τὴν ὀλιγότητα τῶν συνακολουθούντων οἱ εἰρηνικόν τι πράξειν· ὡς δʼ οὐδὲν κατὰ γνώμην αὐτοῖς ἔλεγε, παρωξύνθησαν καὶ ἐπέθεντο αὐτῷ, καί τινας τῶν ἄλλων καὶ ἀπέκτειναν· ἐκεῖνος γὰρ ἐν τάχει βοηθείαςτυχὼν ἐσώθη. καὶ μετὰ τοῦτʼ ἐπῆλθέ τε αὖθις αὐτοῖς μετὰ παντὸς τοῦ στρατοῦ, καὶ κατακλείσας σφᾶς ἐς τὸ τάφρευμα ἐπολιόρκει. φοβηθέντες οὖν τὴν ἅλωσιν κοινῇ μὲν οὐδὲν διὰ τὴν τοῦ Λεπίδου αἰδῶ ἐνεόχμωσαν, ἰδίᾳ δὲ κατʼ ὀλίγους ὡς ἕκαστοι ἐγκατέλιπον αὐτὸν καὶ μεθίσταντο· καὶ οὕτω καὶ ἐκεῖνος ἠναγκάσθη ἐθελοντὴς δὴ ἐνἐσθῆτι φαιᾷ ἱκέτης αὐτοῦ γενέσθαι. καὶ ὁ μὲν ἐκ τούτου τῆς τε ἐξουσίας πάσης παρελύθη, καὶ δίαιταν ἐν τῇ Ἰταλίᾳ οὐκ ἄνευ φυλακῆς εἶχε· τῶν δὲ δὴ τὰ τοῦ Σέξτου πραξάντων οἱ μὲν ἱππεύοντες ἢ καὶ βουλεύοντες ἐκολάσθησαν πλὴν ὀλίγων, τοῦ δὲ ἐν τῷ τεταγμένῳ ὄντος τὸ μὲν ἐλεύθερον ἐς τὰ τοῦ Καίσαρος στρατόπεδα κατελέχθη, τὸ δὲ δεδουλευκὸς τοῖς δεσπόταις πρὸςτιμωρίαν ἀπεδόθη· εἰ δέ του μηδεὶς κύριος εὑρίσκετο, ἀνεσκολοπίζετο. τῶν τε πόλεων αἱ μὲν ἑκούσιαί οἱ προσχωρήσασαι συγγνώμης ἔτυχον, αἱ δʼ ἀντάρασαι ἐδικαιώθησαν.πράσσοντι δʼ αὐτῷ ταῦτα οἱ στρατιῶται ἐστασίασαν· ἄλλως τε γὰρ οὐκ ὀλίγοι ὄντες πρὸς τὴν ὄψιν τοῦ πλήθους σφῶν ἐθρασύνοντο, καὶ τοὺς κινδύνους τάς τε ἐλπίδας τὰς ἐπʼ αὐτοῖς ἐκλογιζόμενοι πρός τε τὰ γέρα ἀπλήστως εἶχον, καὶ συλλεγόμενοι κατʼ ἀλλήλους ᾔτουν ὅ τι τις ἐπόθει.ἐπειδή τε μάτην ἐθρύλουν (ὁ γὰρ Καῖσαρ, ἅτε μηδενὸς ἔτι πολεμίου οἱ παρόντος, ἐν ὀλιγωρίᾳ αὐτοὺς ἐποιεῖτὀ, ἐθορύβουν· καὶ αὐτῷ καὶ προφέροντες πάνθʼ ὅσʼ ἐτεταλαιπώρηντο, καὶ προβάλλοντες εἴ τί που ὑπέσχητό σφισι, πολλὰ ἐπηπείλουν, καὶ ἐνόμιζον καὶ ἄκοντα αὐτὸν καταδουλώσεσθαι.ἐπεὶ δʼ οὐδὲν ἐπέραινον, τῆς γοῦν στρατείας ὡς καὶ κεκμηκότες ἀφεθῆναι ἠξίουν, θυμῷ καὶ βοῇ ἀπλέτῳ χρώμενοι, οὐχ ὅτι καὶ ἐβούλοντο αὐτῆς ἀπαλλαγῆναι (καὶ γὰρ ἤκμαζόν σφων οἱ πλείονεσʼ, ἀλλʼ ὅτι τὸν πόλεμον τὸν πρὸς τὸν Ἀντώνιόν οἱ ἐσόμενον ὑπετόπουν καὶ διὰ τοῦθʼ ἑαυτοὺς ἀνετίμων· ὧν γὰρ ἀπαιτοῦντες οὐκ ἐτύγχανον, ταῦτʼ ἐγκαταλείψειν αὐτὸν ἀπειλοῦντες