καὶ τοῦτʼ ἐπὶ τρεῖς ὅλας ἡμέρας ἐποίησαν, καὶ τῇ γε τελευταίᾳ παντελῶς αὐτοὺς ἐκάκωσαν, ἄλλως τε καὶ τοῦ Σέξτου τῷ ὁπλιτικῷ προσγενομένου σφίσιν, ὥστε τῶν μὲν ἀπολλυμένων οὐδένα ἔτι λόγον ἐποιοῦντο, ἀλλὰ καὶ ἐν κέρδει τὸ μηκέτʼ αὐτοὺς κακοπαθεῖν ἐτίθεντο, καὶ ἤθελον καὶ αὐτοὶ τῶν ἤδη τεθνηκότων ὑπὸ τῆς ἀνελπιστίαςεἶναι. οἱ δὲ δὴ τραυματίαι πολλοί τε καὶ πλείους τῶν τελευτώντων ὄντες (ἅτε γὰρ καὶ λίθοις καὶ ἀκοντίοις πόρρωθεν βαλλόμενοι, καὶ μηδεμίαν ἐκ χειρὸς πληγὴν ὑπομένοντες, πολλαχῇ τε καὶ οὐ πάντῃ καιρίαν ἐτιτρώσκοντὀ αὐτοί τε δεινῶςἐταλαιπώρουν, καὶ τοῖς περιλοίποις πολὺ πλείω πόνον ἢ οἱ πολέμιοι παρεῖχον· εἴτε γὰρ φέροιντο, καὶ τοὺς ἀνέχοντάς σφας προσαπώλλυσαν, εἴτε καὶ κατελείποντο, τὸ στράτευμα πᾶν ἐς ἀθυμίαν ὀλοφυρόμενοι καθίστασαν. κἂν πασσυδὶ διεφθάρησαν, εἰ μήπερ οἱ πολέμιοι καὶ ἄκοντές σφωνἀπέσχοντο. ὅ τε γὰρ Ἀγρίππας τότε μὲν νικήσας τὴν ναυμαχίαν πρὸς τὴν Λιπάραν ἀνέπλευσε, μαθὼν δὲ τόν τε Σέξτον ἐς τὴν Μεσσήνην πεφευγότα καὶ τὸν Δημοχάρην ἄλλοσέ ποι ἀπεληλυθότα, ἐπεραιώθη ἐς τὴν Σικελίαν καὶ καταλαβὼν τάς τε Μύλας καὶ τὴν Τυνδαρίδα σῖτόν τέ σφισι καὶστρατιώτας ἔπεμψε· καὶ ὁ Σέξτος οἰηθεὶς καὶ αὐτὸν ἐκεῖνον ἥξειν ἐφοβήθη καὶ σπουδῇ προανεχώρησεν, ὥστε καὶ σκεύη τινὰ καὶ ἐπιτήδεια ἐν τῷ ἐρύματι καταλιπεῖν, ἐξ ὧν τὴν τροφὴν ἄφθονον οἱ περὶ τὸν Κορνουφίκιον ἔχοντες πρὸς τὸνἈγρίππαν ἀπεσώθησαν. καὶ αὐτοὺς ὁ Καῖσαρ καὶ ἐπαίνοις καὶ δωρεαῖς ἀνεκτήσατο, καίπερ ὑπεροπτικώτατά σφισιν ἐπὶ τῇ τοῦ Ἀγρίππου ναυκρατίᾳ, ὡς καὶ διαπεπολεμηκότος, χρησάμενος. τοσοῦτον γάρ που καὶ ὁ Κορνουφίκιος ἐπὶ τῇ τῶν στρατιωτῶν σωτηρίᾳ ἐφρόνει ὥστε καὶ ἐν τῇ Ῥώμῃ ἐπὶ ἐλέφαντος, ὁσάκις ἔξω τῆς οἰκίας ἐδείπνει, ἀνακομίζεσθαι.τῷ δʼ οὖν Καίσαρι ἐς τὴν Σικελίαν μετὰ τοῦτʼ ἐλθόντι ὁ Σέξτος περὶ τὸ Ἀρτεμίσιον ἀντεστρατοπεδεύσατο· καὶ μάχην μὲν οὐδεμίαν εὐθὺς μεγάλην ἐμαχέσαντο, ἱππομαχίας δέ τινας βραχείας ἐποιοῦντο. ἀντικαθημένων δὲ αὐτῶν ἀλλήλοις, τῷ μὲν Σέξτῳ ὁ Γάλλος ὁ Τισιῆνος, τῷ δὲ Καίσαριὁ Λέπιδος σὺν ταῖς δυνάμεσι προσεγένοντο. οὗτός τε γὰρ περιπεσὼν τῷ χειμῶνι οὗπερ ἐμνημόνευσα καὶ τῷ Δημοχάρει, ναῦς τε συχνὰς ἀπέβαλε καὶ οὐκ εὐθὺς πρὸς τὸν Καίσαρα ἦλθεν, ἀλλʼ εἴτε δὴ διὰ τὸ πάθος, εἴθʼ ὅπως καθʼ ἑαυτὸν ἐκεῖνος πονοῖτο, εἴτε καὶ ἀπαγαγεῖν τὸν Σέξτον ἀπʼ αὐτοῦ βουληθείς, Λιλυβαίῳ προσέβαλε· καὶ ὁ Γάλλος ἐνταῦθα αὐτῷ πεμφθεὶς ὑπὸ τοῦ Σέξτου προσεπολέμει.καὶ οὕτως ἐκεῖθεν ἀμφότεροι, ἐπειδὴ μηδὲν ἐπέραινον, πρὸς τὸ Ἀρτεμίσιον ἀφίκοντο. καὶ ὁ μὲν Γάλλος ἐπέρρωσε τὸν Σέξτον, ὁ δὲ δὴ Λέπιδος τῷ τε Καίσαρι διηνέχθη (αὐτός τε γὰρ ἐκ τοῦ ἴσου πάντα αὐτῷ διοικεῖν ὡς καὶ συνάρχων ἠξίου, καὶ ἐκεῖνος ἐς πάντα αὐτῷ ὡς καὶ ὑποστρατήγῳ οἱ ἐχρῆτὀ, κἀκ τούτου πρός τε τὸν Σέξτον ἀπέκλινεκαὶ ἐκοινολογεῖτο αὐτῷ διʼ ἀπορρήτων. ὑποτοπήσας οὖν τοῦτο ὁ Καῖσαρ, καὶ μήτε ἐκφῆναι τολμῶν, μὴ καὶ ἐκ τοῦ φανεροῦ αὐτὸν πολεμώσηται, μήτʼ αὖ ἀποκρύψασθαι ἀσφαλῶς δυνάμενος (ὕποπτον μὲν γὰρ ἐνόμιζεν εἰ μὴ συμβουλεύοιτό τι αὐτῷ, δεινὸν δʼ εἰ πάντα ἀνακοινοῖτο ), διακινδυνεῦσαι ὅτι τάχιστα, πρὶν νεοχμωθῆναί τι, ἔγνω, καίτοιτῶν ἄλλων ἕνεκα ἥκιστα ἐπειγόμενος· οὔτε γὰρ σῖτος οὔτε χρήματα τῷ Σέξτῳ ὑπῆν, ἐξ ὧν ἤλπιζεν αὐτὸν ἀμαχεὶ οὐ πολλῷ ὕστερον καταλύσειν. ἐπεὶ δʼ οὖν ἔκρινε τοῦτο, αὐτός τε κατὰ γῆν τὸν στρατὸν ἐξάγων πρὸ τοῦ στρατοπέδου προπαρέτασσε, καὶ ὁ Ἀγρίππας ἅμα ἐπιπλέων ἀπεσάλευεν· ὁ γὰρ Σέξτος πολὺ ταῖς δυνάμεσιν αὐτῶν ἐλαττούμενοςοὐδετέρωσε ἀντεπεξῄει. καὶ τοῦτο καὶ ἐπὶ πλείους ἡμέρας ἐγένετο. τέλος δὲ δείσας μὴ καὶ καταφρονηθεὶς διὰ ταῦθʼ ὑπὸ τῶν συμμάχων ἐγκαταλειφθῇ, ἀνταναχθῆναί ποτε ταῖς ναυσὶ προσέταξε· καὶ γάρ τινα ἐλπίδα ἐν ταύταις μᾶλλον εἶχεν.ὡς οὖν τό τε σημεῖον ἤρθη καὶ ἡ σάλπιγξ ὑπεσήμηνεν, ἐκεῖναί τε ἅπασαι πρὸς τῇ γῇ συνέμιξαν καὶ ὁ πεζὸς ἀμφοτέρων ὁμοίως ἐπʼ αὐτῆς τῆς ῥαχίας παρετάξατο, ὥστε τὴν θέαν ἀξιολογωτάτηνγενέσθαι. ἥ τε γὰρ θάλασσα ἡ ἐκεῖ πᾶσα τῶν νεῶν ἐπεπλήρωτο (πολλαὶ γὰρ οὖσαι ἐπὶ πλεῖστον ἐπέσχονʼ, καὶ ἡ χώρα ἡ μὲν ἐγγὺς αὐτῆς ὑπὸ τῶν ὡπλισμένων, ἡ δʼ ἄλλη ἡ προσεχὴς ὑπὸ τοῦ λοιποῦ ἑκατέρων ὁμίλου κατείχετο. ὅθενπερ καὶ ὁ ἀγὼν ἔδοξε μὲν τῶν ναυμαχούντων μόνων εἶναι, τῇ δʼ ἀληθείᾳ καὶ τῶν ἄλλων ἐγένετο·οἵ τε γὰρ ἐν ταῖς ναυσὶν ὄντες προθυμότερον ἐς τὴν τῶν ὁρώντων σφᾶς ἐπίδειξιν ἡμιλλῶντο, καὶ ἐκεῖνοι, εἰ καὶ τὰ μάλιστα ἀπείχοντο ἀλλήλων, ἀλλὰ καὶ πρός γε τὴν τῶν δρωμένων ὄψιν καὶ αὐτοὶ τρόπον τινὰ ἠγωνίζοντο. ἀντιπάλου γὰρ ἐπὶ πολὺ τῆς μάχης γενομένης (ὁμοιοτροπώτατα γὰρ τοῖς πρόσθεν ἐναυμάχησανʼ ἰσορρόπῳ καὶαὐτοὶ συστάσει τῆς γνώμης συνέσχοντο. μάλιστα μὲν γὰρ καὶ τὸν πόλεμον πάντα ἐν αὐτῇ καταλυθήσεσθαι ἤλπιζον· εἰ δὲ μή, οἱ μέν, εἰ καὶ τότε κρατήσειαν, οὐδὲν ἔτι μέγα ἐπιπονήσειν, οἱ δέ, εἰ τότε γε νικήσειαν, οὐκέθʼ ἡττηθήσεσθαι προσδοκῶντες