αὐτῆς, εἴληφε. χρῶνται δὲ αὐτῇ διχῇ· ἢ γὰρ πρὸς φρούριόν τι προσμίσγοντες προσπορεύονται, καὶ πολλάκις καὶ ἐπʼ αὐτὸ τὸ τεῖχος ἀναβιβάζουσί τινας, ἢ ὑπὸ τοξοτῶν ποτε περιστοιχισθέντες κυπτάζουσι πάντες ἅμα (καὶ γὰρ καὶ οἱ ἵπποι ὀκλάζειν καὶ κατακλίνεσθαι διδάσκονταἰ, κἀν τούτῳ δόκησίν σφισιν ὡς καὶ κεκμηκότες παρασχόντες ἐξεγείρονταί τε πελασάντων αὐτῶν ἐξαίφνης, καὶ ἐς ἔκπληξίν σφας καθιστᾶσιν.ἡ μὲν οὖν χελώνη αὕτη τοιουτότροπός ἐστιν, Ἀντώνιος δὲ ὑπὸ μὲν τῶν πολεμίων οὐκέτʼ οὐδὲν δεινὸν ἔπαθεν, ὑπὸ δὲ δὴ τοῦ ψύχους ἰσχυρῶς ἐταλαιπώρησεν· χειμών τε γὰρ ἤδη ἦν, καὶ ἡ Ἀρμενία ἡ ἐν τοῖς ὄρεσι, διʼ ὧνπερ καὶ μόνων ἀγαπητῶς ἐπορεύθη, κρυσταλλώδης ἀεί ποτέ ἐστι. τά τε τραύματα, ἃ πολλὰ εἶχον, ἐνταῦθα δὴ καὶμάλιστα αὐτοῖς συνεπέθετο. ὅθενπερ συχνῶν μὲν ἀπολλυμένων συχνῶν δὲ καὶ ἀπομάχων γιγνομένων, οὐκ ἤνεγκε τὴν καθʼ ἕκαστον αὐτῶν πύστιν, ἀλλὰ ἀπηγόρευσε μηδὲν τοιοῦτο μηδένα οἱ ἀγγέλλειν. καὶ τόν τε Ἀρμένιον, καίτοι ἐν ὀργῇ τε ὅτι ἐγκατέλιπέ σφας ἔχων καὶ τιμωρήσασθαι ἐπιθυμῶν, καὶ ὑπῆλθε καὶ ἐθεράπευσεν, ἵνα τά τεἐπιτήδεια καὶ χρήματα παρʼ αὐτοῦ λάβῃ· καὶ τέλος, ὡς οὔτʼ ἀρκέσαι πρὸς πλείω πορείαν οἱ στρατιῶται, καὶ ταῦτʼ ἐν χειμῶνι, ἐδύναντο, καὶ ἅμα καὶ μάτην ταλαιπωρήσειν ἔμελλον (ὑποστρέψαι γὰρ ἐς τὴν Ἀρμενίαν οὐκ ἐς μακρὰν ἐνενόεἰ, πολλὰ μὲν ἐθώπευσεν αὐτόν, πολλὰ δὲ καὶ καθυπέσχετο αὐτῷ, ὅπως σφίσι χειμάσαι κατὰ χώραν ἐπιτρέψῃ, λέγων ὅτι τῷ ἦρι ἐπὶτοὺς Πάρθους αὖθις ἐπιστρατεύσει. καί οἱ καὶ παρὰ τῆς Κλεοπάτρας χρήματα ἦλθεν, ὥστε τοῖς τε ὁπλίταις καθʼ ἑκατὸν δραχμὰς καὶ τοῖς ἄλλοις τὸ ἱκνούμενον δοθῆναι. ἐπειδή τε οὐκ ἐξήρκεσέ σφισι τὰ πεμφθέντα, προσεπέδωκε τοῖ; λοιποῖς οἴκοθεν, τὸ μὲν ἀνάλωμα ἑαυτοῦ τὴν δὲ δὴ τῆς χάριτος δόξαν τῆς Κλεοπάτρας ποιούμενος· πολλὰ μὲν γὰρ καὶ τοὺς φίλους ἠράνισε, πολλὰ δὲ καὶ παρὰ τῶν συμμάχων ἠργυρολόγησε.καὶ ὁ μὲν ταῦτα πράξας ἐς τὴν Αἴγυπτον ἀπῆρεν, οἱ δὲ δὴ οἴκοι Ῥωμαῖοι ἠγνόουν μὲν οὐδὲν τῶν γεγονότων, οὐχ ὅτι τἀληθὲς ἐκεῖνος ἐπέστειλέ σφισι (πάντα γὰρ δὴ τὰ δυσχερῆ συνέκρυπτε, καὶ ἔστιν ἅ γε αὐτῶν καὶ ἐς τὸ ἐναντιώτατον, ὡςκαὶ εὐπραγῶν, ἔγραφενʼ, ἀλλʼ ὅτι ἥ τε φήμη τὴν ἀλήθειαν ἐσήγγελλε, καὶ ὁ Καῖσαρ οἵ τε ἄλλοι οἱ συνόντες αὐτῷ καὶ ἐπολυπραγμόνουν ἀκριβῶς αὐτὰ καὶ διεθρύλουν, οὐ μέντοι καὶ ἐν τῷ κοινῷ διήλεγχον, ἀλλὰ καὶ ἐβουθύτουν καὶ ἑώρταζον· τοῦ γὰρ Καίσαρος πρὸς τὸν Σέξτον ἔτι καὶ τότε προσπταίοντος οὔτε εὐπρεπὴς οὔτε ἐπίκαιρος ὁ ἔλεγχοςαὐτῶν γίγνεσθαι ἐδύνατο. ὁ δʼ οὖν Ἀντώνιος ταῦτά τε οὕτως ἔπραξε, καὶ δυναστείας Ἀμύντᾳ μὲν Γαλατίας, καίπερ γραμματεῖ τοῦ Δηιοτάρου γενομένῳ, ἔδωκε, καὶ Λυκαονίας Παμφυλίας τέ τινα αὐτῷ προσθείς, Ἀρχελάῳ δὲ Καππαδοκίας, ἐκβαλὼν τὸν Ἀριαράθην. ὁ δʼ Ἀρχέλαος οὗτος πρὸς μὲν πατρὸς ἐκ τῶν Ἀρχελάων ἐκείνων τῶν τοῖς Ῥωμαίοις ἀντιπολεμησάντων ἦν, ἐκ δὲ μητρὸςἑταίρας Γλαφύρας ἐγεγέννητο. οὐ μὴν ἀλλʼ ἐπὶ μὲν τούτοις ἧττόν πως ὁ Ἀντώνιος (ἐν γὰρ τοῖς ἀλλοτρίοις ἐμεγαλοφρονεῖτὀ κακῶς παρὰ τοῖς πολίταις ἤκουεν· ἐπὶ δὲ δὴ τῇ Κλεοπάτρᾳ μεγάλως διεβλήθη, ὅτι τε παῖδας ἐξ αὐτῆς, πρεσβυτέρους μὲν Ἀλέξανδρον καὶ Κλεοπάτραν (καὶ δίδυμοι γὰρ ἐτέχθησανʼ νεώτερον δὲ Πτολεμαῖοντὸν καὶ Φιλάδελφον ἐπικληθέντα, ἀνείλετο, καὶ ὅτι πολλὰ μὲν τῆς Ἀραβίας τῆς τε Μάλχου καὶ τῆς τῶν Ἰτυραίων (τὸν γὰρ Λυσανίαν, ὃν αὐτὸς βασιλέα σφῶν ἐπεποιήκει, ἀπέκτεινεν ὡς τὰ τοῦ Πακόρου πράξαντἀ, πολλὰ δὲ καὶ τῆς Φοινίκης τῆς τε Παλαιστίνης, Κρήτης τέ τινα καὶ Κυρήνην τήν τε Κύπρον αὐτοῖς ἐχαρίσατο.τότε μὲν ταῦτʼ ἔπραξε, τῷ δὲ ἐχομένῳ ἔτει, ἐν ᾧ ὅ τε Πομπήιος καὶ ὁ Κὁ??ʼνουφίκιος ὑπάτευσαν, στρατεῦσαι ἐπὶ τὸν Ἀρμένιον ἐπεχείρησεν, ἐλπίδα τοῦ Μήδου οὐκ ἐλαχίστην ἔχων, ὅτι πρός τε τὸν Φραάτην ἀγανακτήσας ἐπὶ τῷ μήτε τῶν λαφύρων πολλὰ παρʼ αὐτοῦ μήτʼ ἄλλην τινὰ τιμὴν λαβεῖν, καὶ τὸν Ἀρμένιον τιμωρήσασθαι τῆς τῶν Ῥωμαίων ἐπαγωγῆς ἐθελήσας, τὸν Πολέμωνα αὐτῷ προσέπεμψεκαὶ φιλίαν καὶ συμμαχίαν αἰτῶν. οὕτω γάρ που ὑπερήσθη τῷ πράγματι ὥστε καὶ ἐκείνῳ σπείσασθαι καὶ τῷ Πολέμωνι μισθὸν τῆς κηρυκείας τὴν μικροτέραν Ἀρμενίαν μετὰ ταῦτα δοῦναι. τὸν δʼ οὖν Ἀρμένιον πρότερον μὲν ἐς τὴν Αἴγυπτον ὡς καὶ φίλον, ὅπως ἐνταῦθα αὐτὸν ἀπόνως περιλαβὼν κατεργάσηται, μετεπέμψατο· ἐπεὶ δʼ ὑποτοπήσας τοῦτʼ οὐχ ὑπήκουσεν, ἕτερόν τινα τρόπονἐξαπατῆσαι ἐπεβούλευσε. φανερῶς μὲν γὰρ οὐκ ὠργίζετο αὐτῷ, μὴ καὶ πολεμωθείη· ὡς δʼ ἐπὶ τοὺς Πάρθους καὶ τότε στρατεύσων, ἵνα ἀπαράσκευον αὐτὸν εὕρῃ, ἦρε μὲν ἐκ τῆς Αἰγύπτου, μαθὼν δὲ καθʼ ὁδὸν τὴν Ὀκταουίαν ἀπὸ τῆς Ῥώμης ἀφικνεῖσθαι, οὐκέτι περαιτέρω προεχώρησενἀλλὰ ἀνεκομίσθη, καίτοι καὶ παραυτίκα οἴκαδε αὐτῇ ἐπανελθεῖν κελεύσας, καὶ μετὰ τοῦτο τὰ δῶρα τὰ πεμφθέντα παρʼ αὐτῆς, τά τε ἄλλα καὶ τοὺς στρατιώτας οὓς παρὰ τοῦ ἀδελφοῦ ἐπʼ αὐτὸ τοῦτο ᾐτήκει, λαβών. καὶ ὁ μὲν ἔτι καὶ μᾶλλον τῷ τε ἔρωτι καὶ τῇ