οἵ τε γὰρ Σέξτειοι τοὺς μὲν ἄνδρας τοὺς ἐναντίους τῷ ῥοθίῳ ἐξέπλησσον, καί τινας ναῦς, ῥύμῃ τέ σφισι προσπίπτοντες καὶ τὰς παρεξειρεσίας αὐτῶν ἀναρρηγνύντες, ἐτίτρωσκον, ἀπὸ δὲ δὴ τῶν πύργων ἐν τῇ προσμίξει βαλλόμενοι καὶ χειρῶν ἐπιβολαῖς σιδηρῶν προσαρτώμενοιοὐδὲν ἔλαττον ὧν ἔδρων ἔπασχον· καὶ οἱ Καισάρειοι ἐς χεῖρας μέν σφισιν ἰόντες καὶ ἐς τὰς ναῦς σφῶν μετεκβαίνοντες κρείττους ἐγίγνοντο, ἐκπηδώντων δὲ αὐτῶν ἐς τὴν θάλασσαν ὁπότε βαπτίζοιντο, καὶ ἑτέρων σκαφῶν ῥᾳδίως ἔκ τε τοῦ καλῶς νεῖν καὶ ἐκ τοῦ κούφως ἐσκευάσθαιἐπιβαινόντων, ἀντιρρόπως ἠλαττοῦντο. κἀν τούτῳ καὶ τῶν νεῶν ἥ τε τῆς ναυτιλίας τῶν ἑτέρων ὀξύτης ἰσοπαλὴς τῇ τῶν ἐναντίων βεβαιότητι καὶ ἡ τούτων βαρύτης ἰσοστασία τῇ ἐκείνων λεπτότητι ἐγίγνετο.ὀψὲ δʼ οὖν ποτε καὶ πρὸς νύκτα ἤδη οἱ τοῦ Καίσαρος ἐκράτησαν, οὐ μέντοι καὶ ἐπεδίωξάν τινα, ὡς μὲν ἐμοὶ δοκεῖ καὶ τὸ εἰκὸς συμβάλλεται, ὅτι μήτε καταλαβεῖν αὐτοὺς ἐδύναντο, καὶ ἐς τὴν γῆν, βράχη ὧν ἄπειροι ἦσαν ἔχουσαν, ἐφοβήθησαν ἐξοκεῖλαι· ὡς δέ τινες λέγουσιν, ὁ Ἀγρίππας, ἅτε καὶ ὑπὲρ τοῦ Καίσαρος ἀλλʼ οὐχ ὑπὲρ ἑαυτοῦ μαχόμενος, ἐξαρκεῖν οἱ τὸ τρέψαιτοὺς ἀντιπάλους ἡγεῖτο. καὶ γὰρ εἰώθει λέγειν πρὸς τοὺς πάνυ ἑταίρους ὅτι οἱ πλείους τῶν ἐν ταῖς δυναστείαις ὄντων οὐδένα ἐθέλουσι κρείττω σφῶν εἶναι, ἀλλὰ τὰ μὲν πλείω, ὅσα γε καὶ πρόχειρον τὴν νίκην ἔχει, αὐτοὶ διʼ ἑαυτῶν ποιοῦνται, τὰ δὲ δὴ χείρω καὶ ἀτοπώτερα ἄλλοιςπροστάττουσι. κἂν ἄρα ποτὲ τῶν ἀμεινόνων τι ἀναγκασθῶσί σφισιν ἐπιτρέψαι, βαρύνονταί τε καὶ ἄχθονται τῇ εὐδοξίᾳ αὐτῶν· ἡττᾶσθαι μὲν γάρ σφας καὶ κακῶς πράττειν οὐκ εὔχονται, οὐ μέντοι καὶ παντελῶς τι καταπράξαντας τὴνδόξαν αὐτοὺς λαβεῖν αἱροῦνται. δεῖν οὖν παρῄνει τὸν ἄνδρα τὸν σωθησόμενον τῆς μὲν δυσχερείας αὐτοὺς τῶν πραγμάτων ἀπαλλάττειν, τὴν δὲ δὴ κατόρθωσίν σφων ἐκείνοις φυλάττειν. ἐγὼ δὲ ὅτι μὲν ταῦθʼ οὕτω πέφυκε καὶ ὅτι καὶ ὁ Ἀγρίππας ἐπεμελεῖτο αὐτῶν οἶδα, οὐ μὴν ἔν γε τῷ τότε παρόντι τοῦτʼ αἴτιον τῆς οὐ διώξεως αὐτοῦ γράφω· οὐδὲ γὰρ οὐδʼ εἰ πάνυ ἐβούλετο, οἷός τε ἦν ἐπισπέσθαι σφίσιν.ἐν ᾧ δʼ οὖν ἡ ναυμαχία ἐγίγνετο, ὁ Καῖσαρ ὡς τάχιστα τόν τε Σέξτον ἐκ τῆς Μεσσήνης ἀπεληλυθότα καὶ τὸν πορθμὸν φυλακῆς ἔρημον ὄντα ᾔσθετο, τὸ μὲν καινὸν τοῦ πολέμου οὐ παρέλιπεν, ἀλλʼ εὐθὺς ἐπιβὰς τῶν Ἀντωνιείων νεῶν πρὸς Ταυρομένιον ἐπεραιώθη, οὐ μὴν καὶ ἐν τύχῃ αὐτῷἐχρήσατο. πλέοντα μὲν γὰρ οὐδʼ ἀποβαίνοντα αὐτὸν οὐδεὶς ἐκώλυσεν, ἀλλὰ καὶ πάνυ καθʼ ἡσυχίαν τά τε ἄλλα καὶ τὸ στρατόπεδον ἐποιήσατο· ἐπεὶ δὲ ἥ τε ναυμαχία ἐγένετο, καὶ ὁ Σέξτος ἔς τε τὴν Μεσσήνην σπουδῇ ἀφίκετο, καὶ μαθὼν παρόντα αὐτὸν ἄλλους τε διὰ ταχέωνἀκραιφνεῖς ἐς τὰς ναῦς ἀντενεβίβασε καὶ ἐκείναις τε αὐτῷ ἅμα καὶ τοῖς ὁπλίταις κατὰ γῆν προσέμιξε, τούτοις μὲν οὐδʼ ἐπεξῆλθεν, ἀνταναχθεὶς δὲ καταφρονήσει τῆς τε ὀλιγότητος τῶν ἐναντίων νεῶν καὶ ὅτι καὶ προήττηντο, τοῦ τε ναυτικοῦ τὸ πλεῖον ἀπέβαλε καὶ αὐτὸς ὀλίγου προσδιεφθάρη.οὔκουν οὐδʼ ἠδυνήθη πρὸς τοὺς ἑαυτοῦ τοὺς ἐν τῇ Σικελίᾳ ὄντας διαφυγεῖν, ἀλλʼ ἀγαπητῶς ἐς τὴν ἤπειρον ἀπεσώθη. καὶ αὐτὸς μὲν ἐν ἀσφαλεῖ ἦν, ὁρῶν δὲ τὸ στράτευμα ἐν τῇ νήσῳ ἀπειλημμένονδεινῶς ἤχθετο. καὶ οὐ πρότερον ἀνεθάρσησε πρὶν ἰχθύν τινα ἐκ τῆς θαλάσσης αὐτόματον ἀναθορόντα πρὸς τοὺς πόδας αὐτοῦ προσπεσεῖν· ἐκ γὰρ τούτου πιστεύσας τοῖς μάντεσιν, εἰποῦσίν οἱ ὅτι δουλώσεται αὐτήν, ἀνερρώσθη.καὶ ὁ μὲν τὸν Ἀγρίππαν σπουδῇ πρὸς τὴν ἐπικουρίαν αὐτῶν μετεπέμπετο, ἐκεῖνοι δὲ ἐπολιορκοῦντο. καὶ ἐπειδὴ τά τε ἐπιτήδεια ἐπιλείπειν σφᾶς ἤρχετο καὶ βοήθεια οὐδεμία πω ἐφαίνετο, φοβηθεὶς ὁ Κορνουφίκιος (οὗτος γὰρ αὐτῶν ἦρχἐ μὴ καὶ ὑπὸ λιμοῦ τῷ χρόνῳ κατὰ χώρανμένων ἐκπολιορκηθῇ, καὶ νομίσας διατρίβοντι μέν οἱ αὐτοῦ ταύτῃ μηδένα τῶν πολεμίων ἐς χεῖρας, ἅτε καὶ κρείττονι τοῖς ὁπλίταις ὄντι, ἥξειν, ἂν δέ πῃ προχωρῇ, δυοῖν θάτερον, ἢ προσμίξαντάς σφισιν αὐτοὺς κρατήσειν, ἢ μὴ βουληθέντων αὐτῶν τοῦτο ποιῆσαι πρός τε τὸ ἀσφαλὲς ἀποχωρήσειν καὶ τῶν ἐπιτηδείων εὐπορήσειν καί τινα καὶ ὠφελίαν παρὰ τοῦ Καίσαρος ἢ καὶ τοῦἈγρίππου σχήσειν, τά τε σκάφη ὅσα ἔκ τε τῆς ναυμαχίας ὑπελέλειπτο καὶ πρὸς τὸ τάφρευμα ἐξεπεπτώκει κατέκαυσε, καὶ αὐτὸς ἄρας ὡς πρὸς τὰς Μύλας ἐπορεύετο. καὶ αὐτῷ προσβαλόντες καὶ ἱππῆς καὶ ψιλοὶ πόρρωθεν (οὐ γὰρ δὴ καὶ ὁμόσε χωρῆσαι ἐτόλμωνʼ ἄποροι δεινῶςἐγίγνοντο. αὐτοὶ μὲν γὰρ καὶ ἐπῄεσαν ὁπότε καιρὸς εἴη, καὶ ἀνέστρεφον διὰ βραχέος· οἱ δέ, ὥς γε ὁπλῖται, οὔτʼ ἄλλως ἐπιδιώκειν σφᾶς ὑπὸ τοῦ βάρους ἐδύναντο, καὶ τοὺς ἀόπλους τοὺς ἐκ τοῦ ναυτικοῦ σωθέντας περιέστελλον. κἀκ τούτου ἔπασχον μὲν πολλὰ καὶ δεινά, ἀντέδρων δὲ οὐδέν· εἰ γάρ που καὶ ἐπᾴξειάν τισιν, ἔτρεπον μὲν αὐτούς, πέρα δʼ οὐ δυνάμενοι διώκειν χαλεπωτέρους σφᾶς ἐν τῇ ἀναστροφῇ, ἅτε καὶ μονούμενοιταῖς ἐκδρομαῖς, εἶχον. ἔν τε οὖν τῇ ἄλλῃ πορείᾳ καὶ ἐν ταῖς διαβάσεσι τῶν ποταμῶν μάλιστα ἰσχυρῶς ἐταλαιπώρουν· περιστοιχιζόμενοι γὰρ αὐτοὺς οἱ ἐναντίοι κατʼ ὀλίγους, οἷα ἐν τῷ τοιούτῳ, καὶ σπουδῇ ἀτάκτως χωροῦντας, ἔς τε τὰ καίρια παραγυμνουμένους ἔπαιον, καὶ ἐς τὰ πηλώδη τά τε ῥοώδη ἐσπίπτοντάς πῃ καὶ ἐνισχομένους ἢ καὶ παραφερομένους ἔβαλλον.